1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

64

γένεσιν το̣υ῀̣ κ̣όσμου παρείλημπται ὡς τέλειος, καθὰ καὶ ἐν τοῖς φθάσασιν εἴρηται. Καὶ τὸ "6Ἑξάκις ἐξ ἀναγκῶν ἐξελεῖται"6 οὐ διὰ τὸν ἀριθμὸν ἢ διὰ τ̣ο`̣ τ̣οσαυτάκις ῥύεσθαι ἀπὸ ἀναγκῶν εἴρηται, ἀλλ' ἐπεί, ἕως τις ε᾿̣ν̣ τοῖς πράγμασιν τοῦ ἐν ἓξ γενομένου ἐστίν, ὑπὸ ἀνάγκας ἐστ̣ίν, οὕτως εἴρηται· τῆς κατα- παύσεως, ἣ διὰ τοῦ ἑβδόμου δηλοῦται, κάθ̣α̣ρ̣σιν οὐκ ἔχουσιν, ὡς εἴρηται τοῖς μαθηταῖς πρὸς τοῦ Σωτῆρος· "6Οὐχ [ὑμεῖς] ἐστὲ ἐκ τοῦ κόσμου τούτου"6 ὑπερβάντες τὰς ἐν αὐτῷ [ἀνά]γκας. Ταῦτα δὲ προκατεσκευάσθη πρὸς τὸ δειχθῆναι ὡς οὐ μάτην ὁ ἑκατὸν εἴκοσι ἀριθμὸς ἐνταῦθα παρείλημπται· 155 δεῖ δὲ καὶ τοῦτο ἐπ̣ιτηρεῖν, ὅτι ἡ γρα[φὴ] παραλαμβάνουσα τοὺς ἀριθμοὺς συνάπ̣τ̣ε̣ι αὐτοῖς οἰκεῖα ὡ[ς ἐπ]ὶ τοῦ ἐν ἓξ ἡμέραις κόσμου γεγενημένου. Λάβωμέ[ν τι] παρά- δειγμα. Οὐ γὰρ φέρε εἰπεῖν ἐν ἓξ ἀγγέλοις ἢ ἐ[ν ἓξ] μονάσιν ἢ ἐν ἓξ ἀνθρώποις <π>εποίηκεν ὁ Θ̣εὸς τὸν κόσμον· χ[ρόνος] γὰρ ἐδηλοῦτο. Προσφόρως οὖν ἐν ἓξ ἡμέραις εἴ[ρηται δ]ιὰ τὸ ἕπεσθαι τῇ γενέσει χρόνον, οἰκείως τῇ ἡμ[έρᾳ συγχ]ρώμενος, ἵνα μὴ ἔτη ἢ μῆνας ἢ ὥρας· τὸ μὲ[ν γὰρ ἀ]νάξιον τοῦ Θεοῦ, τὸ δὲ ἀτελοῦς ὄνομα· μὴ γὰρ εἰδ[ότες ἡ]μέραν τί ἐστιν, ὥραν ἠγνοοῦ- μεν. Καὶ ἐνταῦθ[α δέ], ἐπεὶ περὶ ζωῆς ἦν, ἐτῶν ἐμνη- μόνευσεν. Κα[ὶ ··· ὁ] πολὺς λέξει ὡς συντέμνων ὁ Θεὸς αὐτῶν τὴν [ζωὴν] εἰς ἑκατὸν εἴκοσι αὐτὴν περιέστησεν, τῶν π[ροτέρ]ων πολλοῖς ἔτεσιν ἐπιβιούντων· ἀλλὰ τοῦτο [οὐ προ]σῆκεν· φαίνονται γὰρ πλείονα ἔτη ζήσαντες. Ἴ[δωμε]ν τοίνυν τὸ ἰδίωμα τοῦ ἀριθμοῦ. Λέγεται τοίνυν ὅ[τι οὗτος] ὁ ἀριθμὸς ἐκ τῶν ἑαυτοῦ μερῶν συντεθέντων δι[πλασιά]ζεται· ἐὰν γὰρ συντεθῇ τὸ ἥμισυ, ὅ ἐστιν ἑξήκον[τα, τρ]ίτον ˉμ, τέταρτον ˉλ, πέμπτον εἴκοσι τέσσερα, ἕκτο[ν] εἴκοσι, ὄγδοον δέκα πέντε, δέκατον ˉιˉβ, δωδέ- κατ[ον] ˉι, πεντεκαιδέκατον ὀκτώ, εἰκοστὸν ˉϛ εἰκοστο- τέ[ταρ]τον πέντε, τριακοστὸν τέσσερα, τεσσερακοστὸν τρεῖσ[, ἑξ]εκοστὸν δύο, ἑκατοστοεικοστὸν ἕν, ἀποτελεῖ τὸν δ[ιακό]σια τεσσεράκοντα, διπλασίονα ὄντα τοῦ ἑκατὸν εἴκο[σι, οὗ] τὰ μέρη δέκα πέντε τυγχάνει, ὅσπερ δέκα πέντε αυ᾿̣[ξόμ]ενος κατὰ παραύξησιν ποιεῖ τὸν ἑκατὸν εἴκοσι. Ὁ δὲ δέκ[α π]έντε ὅτι εἰς τὸν τελειότατον βαθμὸν 156 παρελήμφθη, δῆλόν ἐστιν· τοῦ γὰρ [αὐ]τοῦ ἀριθμοῦ ἓξ βαθμοί *** Ἀλλὰ καὶ τὸ "6δὸς μερίδα τοῖς ἑπτά"6, [ὅπε]ρ δηλοῖ τὰ τῆς παλα̣ι̣ᾶς διαθήκης, "6καί γε τοῖς ὀκτώ"6, ὅ[περ] ἀναστασίμου [καὶ] καινῆς διαθήκης ἐστὶν σύμβολ[ον, τ]ὸν δέκα πέντε [συ]νάπτει. Ἰουδαῖοι γοῦν τὴν πα[λαιὰ]ν μόνον δεχόμε̣νοι τοῖς ἑπτὰ διδόασιν μερίδα, [μὴ] ἀκούοντες τοῦ καὶ τοῖς ὀκτὼ αὐτὴν διδόναι· ἀλλὰ [καὶ οἱ ἑ]τερόδοξοι ἀθετοῦντες τὴν παλαιάν, τοῖς ὀκτὼ μ[ερίδα] διδόντες, παραιτοῦνται τοῖς ἑπτὰ παρέχειν· τοῦ ἐκ[κλησια]στικοῦ ἀμφοτέρας δεχομένου τὰς διαθήκας, ἀ[μφοτέ]ροις μερίδα δίδωσιν. Ἐπεὶ οὖν καὶ ὁ ἑκατὸν εἴκοσι [ἀριθμὸς] διπλασιάζεται, σύμβολον ὑπάρχει διδασκαλ[ίας διε]γειρούσης ἐπὶ τὴν ἀληθῆ ζωὴν κατά τε πρᾶξιν [καὶ θε]ωρίαν τιμ̣ω̣μέν[η]ν̣, ἵνα διπλασιάσαντες τὸν βίο[ν τὴν] ζωὴν ταυ´̣την ἔχωσιν διὰ τοῦ ἀριθμοῦ δηλουμ[ένην, ἵ]ν' ᾗ τὸ λεγόμενον ὅτι ὁ μὴ καὶ πράξει καὶ θεωρίᾳ ζῶ[ν οὐ ζῇ], ἀλλὰ καθάπερ ἡ σπαταλῶσα τέθνηκεν. ῃι, 4. Οἱ δὲ γίγαντες ἦσαν ἐπὶ τῆς γῆς ἐν τα[ῖς ἡ- μ]έραις ἐκείναις καὶ μετ' ἐκεῖνο, ὡς ἂν εἰσεπορεύοντο [οἱ] υἱοὶ τοῦ Θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων καὶ ἐγέννων ἑ[αυτοῖ]ς· ἐκεῖνοι ἦσαν οἱ γίγαντες οἱ ἀπ' αἰῶνος, οἱ ἄνθρωποι οἱ [ὀνο]μαστοί. Οἱ μὲν ἔξω τῆς πίστεως γίγαντας εἰσάγοντες ἀ[πὸ μ]ύθων τοῦτο εἰσάγουσι<ν>, ἐν δὲ τῇ θείᾳ γραφῇ ἀντὶ ἰσχυρῶν ἀ[νθρώπων] ὀνομάζονται. Ἐν γοῦν τῷ Ἠσαΐᾳ ἀπειλῶν ὁ Θεὸς ἀφαιρήσειν [το]ύτων τὰ χρήσιμα, ἐπεὶ τούτου ἄξιοι ἐτύγχανον, συν[άπτ]ει καὶ γίγαντα καὶ ἰσ- χύοντα ἐν τοῖς ἀφαιρουμένοις. Καὶ [τὸν] Γολιὰδ δὲ οὕτως ἐκάλεσεν μαρτυρήσασα ἡ γραφὴ ὅ[τι ἰ]σχυρὸς ὑπῆρχεν καὶ πολεμιστής. Ἀλλὰ καί, ὅτε Μωσῆς ἐξέ- 157 [γρ]αψεν τοὺς κατασκόπ[ου]ς εἰς̣ τὴν πολεμίαν ἀπαγ- [γέλλ]οντας, περὶ τῆς χώρας ἔλεγον· "6Ἀλλὰ καὶ υἱοὺς γιγάντων ἑω[ράκ]αμεν ἐκεῖ"6, εἶθ' ἑρμηνεύοντες τὸ μέγε- θος αὐτῶν