1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

66

καθὸ εἴρηται· "6῞Ο̣π̣[ου γὰ]ρ ἔρις καὶ ζῆλ[ος, οὐχὶ ἄ]νθρωποί ἐστε, ὡς καὶ οὗτοι περι[πατεῖ]τε;"6 Οὐ γὰρ ὡς ἔ[τυχεν ἐπ]ράττετο παρὰ αὐτῶν η῾̣ κ̣[ακία] ἀλλ' "6ἐπιμελῶ[ς"6 καὶ βεβο]υλευμένως· τοῦτο γὰρ δηλ[οῖ τὸ "6ἐ]ν τῇ καρδίᾳ"6. [Ὡσαύτως] τὸ "6ἐκ νεότητος"6 διττῶς ἂ[ν νοη]θείη, ἤτοι ἐκ μ[ικρᾶς] ἡλικίας εἰς κακίαν ἀλειφόμ̣[ενοι], ἢ ὅτι οὐδεὶς τ[ῶν κατὰ] τὸν διαγραφέντα ἄνθρωπον π[ρεσβύ]της ἐστί, κἂν τὴ[ν φύσι]ν οὕτως ὑπάρχῃ, τὰ νεω[τεροπο]ιὰ καὶ ἐπιπόλαι[α προ]ταττόμενος· "6Γῆρας γὰρ τίμ[ιον οὐ] τὸ πολυχρόνιον [οὐδὲ ἀ]ριθμῷ ἐτῶν μεμέτρηται· π̣[ολιὰ] γάρ ἐστιν φρόν[ησις ἀ]νθρώ- ποις καὶ γῆρας βίος ἀκηλίδωτ̣[ος"6. Οὐ]κ ἀνοικείως δὲ [καὶ τὸ "6ἁ]μαρτίας νεότητος καὶ τὰς [ἀγνοία]ς μου μὴ μνησθ[ῇς"6 ἑρ]μηνεύσεις λέγων ὅτι ὅσα [πονηρ]ῷ ἤθει ἔπραξα [μὴ μ]νησθῇς. Τούτων οὕτως εἰ[ρημέν]ων ἄξιον θεωρῆσ[αι τί δ]ηλοῦται ἐκ τοῦ "6ἐνεθυμήθη [ὁ Θεὸς ὅ]τι ἐποίησεν τὸν [ἄνθρωπον] ἐπὶ τῆς γῆς καὶ διενοήθη"6 καὶ "6ἐ[θυμώθ]η̣ν ὅτι ἐποίησα α[ὐτούς]"6, ὅπερ ἰσοδυναμεῖ τῷ "6μετε[μελήθ]ην ὅτι ἔχρισα τὸ[ν Σαο]ὺλ εἰς βασιλέα"6. Λεκτέον [δὲ ὅτ]ι̣ ἀνθρωπο- 160 πα[θῶς πε]ρὶ Θεοῦ λέγεται καὶ οὐχ οὕτως ὡς αἱ λέξεις καὶ ἡ νόησις ἔχε[ι. Ἐ]ὰν γὰρ περὶ χειρω̣[ν] καὶ ποδῶν καὶ ὀφθαλμῶν καὶ [ὤτω]ν ἐν τῇ γραφῇ μ[ετα]φέρηται, οὐ δεῖ οἴεσθαι ἀνθρ[ωπ]ίνως ἐσχημα[τῖσθαι] τὸν Θεόν, ἀλλὰ δῆλον ὡς δυν[άμε]ις αὐτοῦ δραστι̣κ̣α`̣ς̣ τὰς χεῖρας καὶ τὸ ἀναπόδρασ[τον ὀ]φθαλμοὺς καὶ οὑ´̣τ̣ω̣ς̣ ἕκαστον ὡς περὶ δυνάμεως [ἐκλη]μψόμεθα Θεοῦ ··· ··· · εἰ καὶ καθ' ἑτέραν διάνοιαν το[ὺς ἐν τ]ῇ ἐκκλησίᾳ διο[ρατικοὺς] ὀφθαλμοὺς αὐτοῦ καὶ τοὺς πρα[κτικοὺ]ς χεῖρας καὶ τα`̣ λ̣ο̣ι̣π̣α`̣ ὁμοίως. Καὶ γὰρ τῷ ὄντι ἐπὶ μ[ὲν τῶν] αἰσθητῶν ἕκασ[τον τῶν] ὀνομαζομένων οἷον ξύλον μ[όνον] τι σημαίνει, ἐπὶ δ[ὲ τοῦ] Θεοῦ πλειόνων ὀνομάτων λεγο[μένων], ἃ νοεῖσθαι προίσ[τησι] λόγῳ τὰ διάφορα περὶ αὐτοῦ· [οὕτω]ς γὰρ ὁ Θεὸς καὶ πν[εῦμα καὶ πη]γὴ καλεῖται καὶ πάλιν χεῖρα[ς καὶ] πόδας ἀνάγετ[αι ἔχειν]· οὐδήπου δέ, εἴπερ αἰσθητόν τ[ι ἔτυ]χον, τοσαῦτα ἦσ̣[αν αὐτοῦ] τὰ ὀνόματα· οὐ γὰρ τὸ φῶς ἢ τὸ [πνεῦμα ἢ ἡ] πηγὴ χεῖρας ἔχο̣[υσιν]. Καὶ ἐπὶ τοῦ διενοήθη καὶ μετε[μελήθη] ὡς περὶ ἀτρέπτου [νοή]σομεν. Ὅνπερ γὰρ τρόπον καὶ ἄ[νθρωποι τὴν] ἔμφασιν παρασ[τῆσαι] βουλόμενοι τοῖς ὑφ' ἑαυτῶν διδ[ασκομέ]νοις ἁμαρτη´̣μ̣α̣τ̣[ος ὅτι] μεγάλως ἐσφάλησαν καὶ ἀνάξι[οί εἰσι] μαθημάτων λέ[γουσι]· Μετεμελήθην ὅτι τὰ τηλικαῦ[τα σοι π]αραδέδωκα, εἰς ἐ[πίγνω]σιν τοῦ πταίσματος αὐτὸν ἀγαγ[όντες, τ]ὸν αὐτὸν τρόπον [καὶ ὁ] Θεὸς οὐ πάθος ὑπομένων μετα[μέλεσ]θαι λέγεται, ἀλ[λὰ δι'] ἔμφασιν τοῦ μεγέθους τοῦ ἁμ[αρτή- μ]ατος. Οὐδὲ γὰρ ἠγ̣[νόει ὅ]τι τοιοῦτοι ἔσονται, ἀγαθότητι δ[ὲ ἐθε]ώρει εἴ πως ἐκ τῶ[ν νό]μων τῶν κατὰ διάνοιαν ἐπιγρα[φέντων]. Εἰκόνι δὲ χρησο´̣[μεθα] πρὸς τὸ μὴ αὐτοῦ εἶναι πάθος το[ῦ Θεοῦ ἀ]λλὰ τῶν μεταβαλ[λομέ]νων τοιαύτῃ. Ἔστω τις σοφὸς ε[····]·ιοις πάλιν ·····[····] τιθέμενος, εἰ συμβαίη τινὰς τ[·····]ιδων ········· [····] καὶ διὰ τοῦτο ἀποκλήρους, οὐκ αὐτ[ὸς ἐπὶ] τῶν 161 μετ̣αβληθ[έντων] τ]ῇ γνώμῃ μετέβαλεν, εἰς τοὺς δικαίους μόνους ἐλθούσης τῆς] περιουσίας· τοῦτον γὰρ ἐξ ἀρχῆς εἶχεν τὸν σκοπόν. Εὖ δὲ τὸ "6ἀπαλείψω τὸν ἄνθρωπον ὃν ἐποίησα ἀπὸ προσώπου τῆς γῆς"6· οὐ γὰρ εἰς ἀνυπαρξίαν αὐτὸν περιάγει, οὐδὲ κατὰ ψυχὴν ἀπαλείφει, ἀλλ' ἀπὸ γῆς. Οὐ τοῦτο δὲ μόνον ἔργον ἐστὶ Θεοῦ τό, ἐπιπολασάσης κακίας, ἀναιρεῖν τοὺς ἀνθρώπους, ἀλλὰ καὶ διὰ συμβόλου ἀπόλλυσιν τὸν ἐν τῇ γῇ κατοικοῦντα φαῦλον ὄντα· κάτοικος γὰρ γῆς ὁ φαῦλος, τοῦ ἁγίου οὐ κατοίκου ἀλλὰ παροίκου τυγχάνοντος. Οὕτω γοῦν καὶ ἐν Ἰερεμίᾳ λέγεται· "6Ἐκκαυ-θήσεται τὰ κακὰ ἐπὶ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς"6, τοὺς ῥιζώσαντας ἐπὶ γῆς, ὅπερ οὐ παθὼν ὁ ἅγιός φησιν εὐχαριστῶν· "6Παρὰ βραχὺ συνετε´̣[λε]σάν με ἐν τῇ γῇ"6, καὶ ἐν τῇ Ἀποκαλύψει δὲ λέγεται· "6Οὐαὶ ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν"6, οὐ τοὺς παροικοῦντας· σκοπὸς δὲ Θεοῦ ἀπὸ τῶν γηΐνων τὸν ἄνθρωπον ἀποσπᾶσαι, κἂν αὐτὸς τῶν γηΐνων ἀντέχηται.