1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

69

τέλειος, Ἰάφετ πλατυσμὸς ἢ καλλονή, Χὰμ δὲ τολμηρὸς ἢ προπετὴς ἢ θέρμη ἢ ἔκτασις. Ποῖα δὲ ἄλλα γεννήματα τῷ δικαίῳ ἥρμοζεν ὡς ἡ τελειότης πλατυσμός τε καὶ 166 καλλονή, ἅπερ ἅπαντα τῆς ἀρετῆς ἐστιν γνωρίσματα; Καλλονὴ γὰρ μετὰ πλατυσμοῦ συναπτομένη ἔξω ποιεῖ τῆς πλατείας ὁδοῦ, ἥτις ἐπὶ τὴν ἀπώλειαν ἄγει· εἰ δ' ὅτι ὁ Χὰμ ἑρμηνεύεται τολμηρὸς ἢ προπετὴς ἢ θέρμη ἢ ἔκτασις, εἴη μὲν ὡς πρὸς τὸν φαῦλον υἱὸν ἐπὶ ψόγου λαμβανόμενα οἴκεια τῷ ἐκείνου τρόπῳ, ὡς δὲ πρὸς τὸν τέλειον τῇ χρήσει σπουδαίως εἴλημπται· ἀβιαστικώτατον γὰρ ὁ ἐνάρετος, ἐπεὶ καὶ βιασταὶ τὴν βασιλείαν ἁρπάζουσιν· ἀλλὰ καὶ τολμηρὸς ὁ τοιοῦτος κατὰ τῶν ἐναντίων δυνάμεων κατὰ Παῦλον τὸν μακάριον λέγοντα· "6Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα"6 καὶ τὰ ἑξῆς· προπετὴς δὲ οὗτος ὡς καὶ τολμηρός, τὴν προπέτειαν οὐκ ἐπὶ κακῷ κτώμενος, ἀλλ' ἐπιτυχὼν ἐπ' ἀρετὴν θερμὸς καὶ ζέων τῷ Πνεύματι τυγχάνων, ἐξ οὗ καὶ τῶν ἀνθρωπίνων ἐξίσταται. ῃι, 11-12. Ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Κυρίου καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας. Καὶ εἶδεν Κύριος ὁ Θεὸς τὴν γῆν, καὶ ἦν κατεφθαρμένη, ὅτι κατέφθειρεν πᾶσα σὰρξ τὴν ὁδὸν αὐτοῦ ἐπὶ τῆς γῆς. Φθο̣ρα`̣ν γῆς οὐ τὴν εἰς τὸ μὴ εἶναι ἀπώλειαν τοῦ οὕτω καλοῦ στοιχείου δηλοῖ, ἀλλὰ τὴν τῶν ἁμαρτιῶν τῶν ἀνθρώ- πων ὑπερβολήν, γῆν τοὺς ἀνθρώπους μετωνυμικῷ τρόπῳ καλῶν, καθὰ καὶ ὁ ψαλμῳδός φησιν· "6Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλλάτωσάν σοι"6, καὶ πάλιν "6Ἄισατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ"6· ὅταν γὰρ λέγηται "6Συνετελέσθη ὁ οὐρανὸς καὶ ἡ γῆ"6, τὸ στοιχεῖον τοῦτο σημαίνεται, καὶ "6Βλαστησάτω ἡ γῆ"6. Τοσαύτη δὲ ἡ κακία τῶν ἀνθρώπων γεγένηται, οἵτινες γῆκαλοῦνται, ὡς Θεὸν ἰδεῖν αὐτὴν τὸν διὰ πολλὴν ἀγαθότητα παρορῶντα καὶ τὰ μεγάλα τῶν πταισμάτων· 167 εἴρηται γάρ· "6Ἐὰν ἀνομίας παρατηρήσῃ Κύριε, Κύριε τίς ὑποστήσεται;"6 Οὐκ ὀργὴν οὖν ἐπάγει καθ' ἑκάστην ἡμέραν, ἐπειδὰν δὲ τὰ μέτρια τῶν ἁμαρτημάτων γένηται, ὡς λεχθῆναι καθάπερ ἐν τῷ προφήτῃ Ἰωνᾴ· "6Ἀνέβη ἡ κραυγὴ τῆς κακίας πρὸς τὸν Θεόν"6, καὶ περὶ Σοδόμων· "6Κραυγὴ Σοδόμων καὶ Γομόρων πεπλήθυνται, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα"6, ὡς καὶ ἐνταῦθα τὸ ὅμοιον· "6Καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας"6 τό τε λοιπόν. Ὁρᾷ οὐ πρότερον ἀγνοῶν, ἀλλὰ τὴν ἐπὶ ἐκδικίας ἐποπτικὴν δύναμιν δηλῶν, καθὰ ἐν τῷ "6Καὶ εἶδεν ὁ Θεὸς τὴν γῆν, καὶ ἦν κατεφθαρμένη"6. Φθορὰν δὲ τὴν κακίαν καλεῖ καὶ τὴν ἐπ' αὐτῇ τιμωρίαν, οὕτω πολλάκις τῆς γραφῆς δηλούσης ἐν τῷ ὑπὸ Παύλου εἰρημένῳ· "6Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός"6· ὁ γὰρ δι' ἀκολασίας ἁμαρτάνων φθορὰν τοῦ ναοῦ τοῦ Θεοῦ ἐργαζόμενος ὑπὸ κόλασιν εὑρισκόμενος φθείρεται, τῆς κολάσεως τὰ νῦν ὑπὸ τῆς φθορᾶς δηλουμένης. Φθορὰ δέ ἐστιν καὶ τὸ εἰς ἀδόκιμον παραδοθῆναι νοῦν· ἐσχάτη γὰρ αὕτη τιμωρία. Οὐ δεῖ δὲ κατὰ τοὺς Μανιχαίους οἴεσθαι ὅτι ἡ ἄποιος ὕλη περιλειφθεῖσα ἐν τῷ περιπολεῖν φθορὰν τῆς γῆς ἐργάζεται· τοῦτο γὰρ ἀμέμπτους ἐποίει τοὺς ἀνθρώπους, εἰ τὸ μὴ δυνηθὲν διακοσμηθῆναι πρὸς Θεοῦ τὴν λύμην εἰργάζετο· ἀλλὰ τρόπων μοχθηρία διὰ τῆς φθορᾶς τῆς γῆς δηλοῦται, καθὰ καὶ προείρηται, τῶν ἀνθρώπων διαφ- θειράντων τὴν ὁδὸν αὐτοῦ τοῦ Θεοῦ, ἣν ἐπὶ τῷ εὐοδεύειν ἐπὶ μακαριότητα εἰλήφεσαν. Τοιοῦτοί εἰσιν οἱ ἀκούσαντες τοὺς Ἰησοῦ λόγους καὶ μὴ ποιήσαντες. Εἰ δὲ καὶ σάρκα τὸν ἄνθρωπον, ὡς πολλαχοῦ εἴρηται, δηλοῖ, σκοπητέον μὴ τὸ "6Κατέφθειρεν πᾶσα σὰρξ τὴν 168 ὁδὸν αὐτοῦ"6 δηλοῖ ὡς ἕκαστος ἄνθρωπος διεστράφη ἀπὸ τῆς οἰκείας γνώμης. Ὅτι δὲ ἡ σὰρξ ἀντὶ τοῦ ἀνθρώπου λέγεται, σαφὲς ἐκ τοῦ "6Ἐκχέω ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα"6, καὶ "6Κρίνεται αὐτὸς πρὸς πᾶσαν σάρκα"6. Ὅλοι οὖν οἱ κατὰ τὴν τοῦ Νῶε γενεὰν γήϊνοι καὶ σάρκινοι γεγενημένοι διέστρεψαν "6τὴν ὁδὸν αὐτοῦ"6 ἕκαστος, ἣν παρείληφεν· οὕτω γὰρ τῷ μὲν δεδέχθαι αὐτοῦ, τῷ δὲ δεδόσθαι Θεοῦ ἡ ὁδὸς λέγεται. Κατέφθειραν οὖν τὴν ἑαυτῶν ὁδὸν ἢ τὴν τοῦ Θεοῦ· ἀμφοτέρως γὰρ οἷόν τε. ῃι, 13. Καὶ εἶπεν ὁ