74
γέ]νηται. ῃι, 19-20. [Εἰσ]άξεις εἰς τὴν κιβωτόν, ἵνα τρέφῃς μετ[ὰ σε]αυτοῦ [ἄρσ]εν καὶ θῆλυ· ἔσονται ἀπὸ τῶν πετει- νῶ[ν κα]τὰ γένος [καὶ] ἀπὸ τῶν κτηνῶν κατὰ γένος καὶ ἀπὸ [πάν]των ἑρπε[τῶν] τῶν ἐπὶ τῆς γῆς κατὰ γένος αὐτῶν. 178 [∆ύο δ]ύο ἀπὸ πάντων εἰσ[ελεύσον]ται πρὸς σὲ τρέφεσθαι μετὰ σοῦ ἄρσεν καὶ θῆ[λυ. Λεκτ]έον δὲ ὅτι ἐνταῦθα τὸ γένος ἀντὶ τοῦ εἴδου[ς ἐστίν], λεγομένου ποτὲ τοῦ εἴδους καὶ γένους. Καὶ π[··· ···]εξω *** (17 λιγνες εν βλανξ̣ ῃι, 21. [Σ]ὺ δὲ λήμψῃ̣ [σεαυ]τ̣ῷ ἀπὸ πάντων τῶν βρωμάτων ἃ ἔδεσθε, καὶ σ[υνάξ]εις πρὸς σεαυτόν, καὶ ἔσται σοι κἀ[κείν]οι̣ς φαγ̣ε̣ι῀̣[ν]. [···]·ητ··[··· ··]α ὑποτίθεσθαι τῷ δικαίῳ οὐ μόνον ἑαυτ̣ο̣υ῀̣ κ̣[αὶ τῶ]ν σὺν αὐτῷ, ἀλλὰ καὶ τῶν ἀλόγων φρονῆ- σαι· δικα[ίως] γὰρ οἰκτείρει ψυχὰς κτηνῶν αὐτοῦ. Το`̣ δ̣ὲ "6πρὸς [σεα]υτὸν συνάξεις"6 παρατήρησιν ἂν ἔχοι ὅτι 179 ἐν οἷς [σὺ] διαιτᾷ καταγωγίοις, καὶ ἄλλα ζῷα οὐ πλησιάζει, συνάγαγε τὰς τροφάς· εἰ γὰρ [ἐν τοῖς ἐ]κείν[ων] τόποις ἀπέκειντο, ἀφειδῶς ἐπιβαί[νοντα ταῖς] τρο[φα]ῖς ἔνδειαν αὐτῶν ἐργάζοντο *** (13 λιγνες εν βλανξ̣ ῃι, 22. [Καὶ ἐπο]ίησεν Νῶε πάντα ὅσα ἐνετείλατ[ο αὐτῷ] Κύριος [ὁ Θεός], οὕτως ἐποίησεν. [Μέγας] ἔπαινός ἐστιν, ὅταν, ἐπιστήμονο[ς ποιή]σαν- [τος, εἰ]πῇ τις ἀξιόπιστος καὶ ὀρθῶς κρίνε[ιν δυνά]μενος [ὅτι οὕ]τως ἐποίησεν ὡς ὁ προστάξας ὑπέθ[ηκεν α]ὐτῷ· [ἀρετῆ]ς γὰρ αὕτη ἡ πρᾶξις. Ἔστιν γάρ ποτε[ ··· ··]···· ··· ··]ιν μὴ μὴν οὕτως ὡς προσέταξεν· τὸ γὰ[ρ ··· ·] ··· ···· ·]ν̣ην πρὸς τὸ θεαθῆναι τὴν πρᾶξι[ν ··· ·]··· · σ[··]θ̣αι τῆς διαθέσεως, οὐχ ὃν δεῖ τρόπον ἔχ[···]κα···τος. Πᾶ[σ]α πρᾶξις μὴ μετὰ τοῦ πρέποντος λογισ[μοῦ] γινομένη [ἀ]τελής ἐστι, κἂν τὸ ἀποτέλεσμα γίνη̣[ται] τε´̣λειο̣ν, μ[αρ]τυρεῖται δὲ ὁ δίκαιος ὡς καὶ ποιήσας 180 κα[···]··· ··· ·ο[··· ··· Το]ῦτο γὰρ καὶ ὁ Σωτὴρ παιδεύει λέγων· "6Ἐλεᾶτε καὶ ἐ[λεηθήσεσ]θε"6, βούλεται δὲ τὸν ἔλεον μὴ μετὰ σ[αλ]πίγγω[ν γίνεσθ]αι, ὅ ἐστιν μὴ ἐμπομπεύειν καὶ ἐναλαζ[ον]εύεσ[θαι ταῖς] ἐνδείαις τῶν πενομένων· "6Γίνεσθε"6 γάρ [φη]σιν "6τ[έλειοι ὡς] ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν"6· ὁ [Θεὸς] γὰρ [ἑαυτοῦ] μεταδοτικός ἐστιν καὶ οὐκ ἄλλοθεν δ[εχό]μεν[ος· οὕτ]ω καὶ ὑμεῖς τὸ μεταδοτικὸν ζηλώσατε, [καθὰ] παρα[ινεῖ κ]αὶ ὁ μακάριος Παῦλος· "6Μακάριόν ἐστι μᾶ[λλον] διδόν[αι ἢ λ]αμβάνειν"6. Οὐ γὰρ ὁ λαμβάνων μιμεῖται [τὸν] Θεόν· ὁ [γὰρ Θεὸ]ς παρ' οὐδενός τι δέχεται, ἀλλὰ χορηγὸ[ς τῶν] πάντ[ων ἀ]γαθῶν. Ὁ μιμητὴς οὖν τοῦ Θεοῦ δίδωσιν.
ῃιι, 1. Κ[αὶ εἶ]πεν Κύριο[ς ὁ Θεὸς] πρὸς Νῶε· Εἴσελθε σὺ καὶ πᾶς ὁ οἰκό[ς σου]
τὴν κ[ιβωτόν, ὅ]τι σε εἶδον δίκαιον ἐναντίον μου ἐ[ν τῇ γε]νεᾷ τ[αύτῃ]. <Οὕτ>ως ἐμφ[αίνεται] ὅτι ἅπας ὁ οἶκος οἱ ὀκτὼ μόνοι ἐτύ[γχα]νον· θ[εραπευτὴ]ν γὰρ οὐκ ἐπηγάγοντο ἢ διὰ τὸ μήπω [κα]ταδ[εδουλῶσ]θαι ἀνθρώπους ἢ διὰ τὸ ἀκτήμονας εἶναι τ[ῶν] τοιού[των]. [Οἶκον] οὖν ἐνταῦθα τὴν ἐν τοῖς ὀκτὼ συγ[γέ]νειαν [καλεῖ, πο]λλάκις γὰρ τοιούτου ὀνόματος ὁμων[υ]μοῦντ[ος καὶ ἐ]πὶ τούτων, κυρίως ἐπὶ τοῦ οἰκοδομηθ[έν]τος λεγ[ο- μένο]υ. Τὸ δ' αὐτὸ καὶ ἐπὶ πόλεως εὕροις ἄ[ν]. Ἐν τῷ εὐα̣[γγελί]ῳ γοῦν εἴρηται· "6Καὶ ἤγαγον αὐτόν"6, δηλο- ν[ότ]ι τὸν Ἰησοῦν, "6ἕ[ως ὀ]φρύος τοῦ ὄρους, <ἐφ'> οὗ ἡ πόλις αὐτῶν ᾠκοδόμητο"6, δηλ[οῦντο]ς νῦν τοῦ ὀνόματος τῆς πόλεως τὴν κατασκευασθεῖ[σαν κ]αὶ οἰκοδομηθεῖσαν, ἐν δὲ τῷ "6ὡς δὲ ἦλθεν Ἰησοῦς εἰς Ἱ[εροσό]λυμα, ἐσείσθη πᾶσα ἡ πόλις"6 τοῦ ἀθροΐσματ[ο]ς τοῦ περιεχ[ομέν]ου 181 τῶν ἀνθρώπων ὑπὸ τῆς πόλεως σημαινομέ[ν]ου. Καὶ πάλιν ἐν τῷ "6ἤρξατο ὁ Ἰησοῦς ὀνειδίζειν τὰς πόλει[ς ἐν αἷς ἐ]γένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ, ὅτι οὐ μ[ετε- νόησαν"6 αὐ]τὸ [τοῦ]το δηλοῦται· μετάνοια γὰρ οὐκ ἐν ἀψύχοι[ς οὐδὲ ἐν ὑλ]ικο[ῖς] γίνεται, τοῦ ὀνόματος τοῦ οἴκου σημαίνον[τος τὸ μὲ]ν οἰ[κο]δόμημα ἐν τῷ "3ἥδε τοῦδε οἰκ[ία"3··· ··]. ου··τη συναγωγή, τὸ δὲ ἀθρόϊσμα, ἐπὰν λέγητ[··· ··· ·]υ [·]··δε ὁ βασιλικὸς καὶ ὁ δεσμοφύλαξ καὶ ἡ οἰκία [··· ··· ·]η. Τὴ[ν δ]ὲ αἰτίαν τοῦ εἰς τὴν κιβωτὸν εἰσελθεῖν ἐ[πάγων] φησίν· "6[ὅτι] σ̣ε`̣ εἶδον δίκαιον