1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

76

ᾖ τὸ λεγόμενον τοιο̣[ῦ- το]ν̣. Πάντες οι῾̣ ἐντὸς δεκάδος ἀριθμοὶ διπλασιαζόμε[νοι 184 ἢ τ]ριπλασ[ιαζόμενοι π]λὴν τοῦ ἑπτὰ καὶ γεννῶσιν καὶ γεν[νῶνται, ο]ἷον ὁ εἷς γεννᾷ τὸν δύο, καὶ ὁ δύο τὸν τέσσε[ρα] οὕτ[ως γεννη]θεὶς ὑπὸ τοῦ ἑνός, καὶ ὁ τέσσερα τὸν ὀκτὼ γεν[νη]θεὶς [καὶ αὐτὸς] ὑπὸ τῶν δύο, ὁ δὲ πέντε τὸν δέκα, καὶ ὁ ἓξ δέ ποτ[ε γεννώμεν]ος οὐ γεννῶν, ὁ δὲ ἑπτὰ οὔτε ὑπὸ τῶν φθασάντων γ[εννᾶται οὔ]τε τινὰ μεθ' ἑαυτὸν ἕως δεκάδος γεννᾷ· ἀλλὰ καὶ ὁ δύο τὸν ἓξ καὶ ὁ τρία τὸν ἐννέα τριπλασιαζόμενοι γεννῶσιν. Ἔχει δὲ κα[ὶ ἕτερόν] τι προνόμιον· ἐὰν γὰρ ἐν διπλασίονι λόγῳ πολυπλασιά[ζῃς το]ὺς ἀπὸ μονάδος ἀριθμοὺς ἕως ἑπτά, ἴσος ἅμα καὶ τετράγ[ωνος] γίνεται· εἷς γάρ, δύο, τέσσερα, ὀκτώ, δέκα ἕξ, τριάκοντα δύο, [διπ]λασιασθέντα τὸν ἑξήκοντα τέσσερα, ὅστις τετράγωνος [μέν ἐ]στιν, ὀκτὰ γὰρ ὀκτὼ ἑξήκοντα τέσσερα, κύβος δέ, τέτρα γ[ὰρ τέ]σσερα τέτρα ἑξήκοντα τέσσερα. Ἀλλὰ καὶ τριπλα- σιαζόμ[ενοι] ἕως ἑπτὰ πάλιν ἀπὸ μονάδος ἀποτελεῖ τ[ὸν] ε῾̣π̣τ̣α̣κόσια ε[ἴκοσι ἐνν]έα καὶ αὐτὸν ὄντα τετράγωνον ἅμα κ[αὶ] κύβον· εἷς [γάρ, τρία], ἐννέα, εἴκοσι ἑπτά, ὀγδοήκοντα εἷς, δ[ιακόσια τ[εσσε[ράκοντα τρ]ία, ἑπτα- κόσια εἴκοσι ἐννέα, ὡς εἴρηται, κ̣[ύβον] ἅμα κ[αὶ τετρά- γων]ον συμπληροῖ, τετράγωνον μὲν οὕτως· [ἑπτὰ εἰ]- κοσάκ[ις εἴκοσι ἑπ]τὰ ἑπτακόσια εἴκοσι ἐννέα, κύβον οὕτως· ε᾿̣[ννεά]κις ἐνν[έα ἐννεά]κις ἑπτακόσια εἴκοσι ἐννέα· σημαίνει μ[ὲν] τὸ τετρ[άγωνον] βεβαιότητα, ὁ δὲ κύβος *** Οὐκ ἀπεικ[ότως] οὖν ἂν εἴη τὰ περὶ τῶν ἀριθμῶν εἰρημέ[να] τῷ μηδὲ[ν ἀρ]γὸν ἐγκεῖσθαι τοῖς θείοις γράμμασιν πεπιστω̣[μέ][ν]ως. Κἀκείν[οις τοῖ]ς εἰρημένοις προσθεῖναι προσήκει ὅτι δεόντ[ως] ζώπυρον κ[αταλ]έλειπται ἐν τῇ κιβωτῷ, ἵνα μή, ἄλλης ἀρχῆς γινο[μέ]νης, ὡς περ[ὶ δύο δ]ημ̣ιουργῶν αἵρεσις εἰσαχθῇ. Εἰ γάρ, καὶ τοσαύτης ἀσφαλείας π[εποι]ημένης, εὑρησιλογοῦσιν οἱ αἱρετικοὶ διαφόρους εἰσά- γον[τες] θεότητας, πόσῳ πλέον εἰ καὶ λόγους πιθανοὺς 185 πρὸς τὴν αὐτῶν κακὴν ὑπόθεσιν ηὕρισκον. ῃιι, 4. Ἔτι γὰρ ἡμερῶν ἑπτὰ ἐπάγω ὑετὸν ἐπὶ τὴν γῆν τε[σσεράκοντ]α̣ ἡμέρας καὶ τεσσερ[ά]κοντα νύκτας· καὶ ἐξαλείψω [πᾶσαν τὴ]ν ἀν[άσ]τασιν, ἣν ἐποίησα ἀπὸ προσ- ώπου τῆς γῆς. Καὶ [τοῦ]το φιλανθρωπίᾳ Θεοῦ προείρηται ἐπὶ διορ- θώσε̣[ι ··· ·]ον τ[ῷ] ἀκούσεσθαι περὶ τοῦ μετὰ ἑπτὰ ἡμέρας ἔσεσ[θαι κα]τακλυσμόν, καθὰ καὶ ἐν τοῖς φθάσασιν παρεθέμεθ[α τὸ κατὰ] τὸν Ἰωνᾶν κήρυγμα, ὃ καὶ αὐτὸ ἐπὶ μετανοίᾳ γέγονεν [τῶν Νι]νευειτῶν, καθὼς καὶ συμβέ- βηκεν. Τεσσεράκοντα δὲ η῾̣[μερῶ]ν̣ καὶ τεσσεράκοντα νυκτῶν ἄνωθεν καὶ κάτωθεν ἐπ[ομβρί]α γεγένηται οὕτως, ὥστε ὑπερβαλέσθαι τὰ ὄρη πή[χεις πε]ντε[κα]ίδεκα. Εἰ δὲ καὶ ὁ ἀριθμὸς καθ' ὃν ὁ κατακλυσμ[ὸς γέγ]ονεν ἔχει λόγον, συνεπίσκεψαι ὅπως "6ἐξαλείψω πᾶσ[αν τὴ]ν ἀνά[στασι]ν, ἣν ἐποίησα ἐπὶ τῆς γῆς"6. Τινὲς τὸ τῆς [ἀνασ]τάσεως ·[···]· ἐξειληφότες ᾠήθησαν ἐκ προτέρου κό[σμου] πυρωθέντος [κατ]ὰ τοὺς Στωϊκοὺς τοῦτον ὑφιστάναι κα[ὶ γενέ]σθαι, τῶν [αὐ]τῶν ἐνυπαρχόντων ἐν τῇ ὕλῃ τῇ ἀπὸ τ[οῦδε κ]όσμου [ἀ]παραλλάκτου πρὸς τοῦτον. Τοῦτο δὲ ἐσχε̣[δίασα]ν ἐν[τῇ τ]ῶν δογμάτων ἀποδείξει· οὐ γὰρ οἷόν τε [ἀπαραλλ]άκτως [τὰ κ]ινήματα τῶν ψυχῶν συμβῆναι τοῦ γε[γενημ]ένου [καὶ] τοῦ μέλλοντος, ὥστε ἐν μηδενὶ διαλλά[ττειν]. ῃιι, 5. Κα[ὶ ἐπ]οίησεν Νῶε πάντα ὅσα ἐνετείλατο αὐτῷ [Κύριος ὁ Θ]εός. Ὅτι̣ [αὕ]τη ἀνθρώπῳ μαρτυρία ἐστὶν τὸ πάντα ἃ ἐνε[τείλατ]ο Κύριος ὁ [Θεὸς] ποιῆσαι, καὶ ἐν τοῖς προλα- βοῦσιν εἴρηται. Το[ιαύτ]ης ἀποδοχῆς ἠξιώθη καὶ ὁ μακά- ριος ∆αυίδ, περὶ οὗ εἶπε[ν ὁ Θ]εὸς εὑρεῖν "6∆αυὶδ τὸν τοῦ Ἰεσσαὶ ἄνδρα κατὰ τὴν καρδίαν [μου, ὃ]ς ποιήσει πάντα τὰ θελήματά μου"6. 186 ῃιι, 6. [Νῶε δὲ ἦν ἐτ]ῶν ἑξακοσίων, καὶ ὁ κατακλυσμὸς τοῦ ὕδατος ἐ[γένετο ἐπὶ τ]ῆς γῆς. [·]·μ[··· ··· · τ]ὴν ἀγαθότητα τοῦ Θεοῦ, πῶς ἐν ἑκατὸν ὅλοις ἔ[τ]εσιν [τὴν κιβω]τὸν γίνεσθαι συνεχώρησεν· δῆλον γὰρ τοῦτο ἐκ [τοῦ πεντα]κοσίων ἐτῶν εἶναι ὅτε ἤρξατο αὐτὴν ὁ Νῶε π̣οι [··· ··· ··] ἐγίνετο σοφῶς πρὸς τοῦ τὰ ὅλα συστησαμένου, ἵν̣α [βλέψαν]τες τὸ ξένον τοῦ