77
κατασκευάσματος οἱ ἄνθρωποι καὶ ἀ[κούσαν]τές τε καὶ μαθόντες τὴν αἰτίαν καὶ παύσωνται τῆς κακίας. [Εἰ ἤκου]σαν μετανοήσαντες, οὐκ ἐπήγετο ὁ κατακλυσμός. Ὅτι δὲ μ[ακροθυ]μ̣ίας χάριν καὶ τοῦ ἐκκαλέσασθαι τοὺς ἀνθρώπους ἐπὶ μετάν[οιαν το]ῦτο γεγένηται, Πέτρος ὁ πρόκριτος τῶν ἀποστόλων ἐν τῇ [κατ' α]ὐτὸν ἐπιστολῇ χαράττει περὶ τοῦ Σωτῆρος· "6Ἐν ᾧ κ[αὶ το]ῖ[ς] ἐν φυλα[κῇ πν]εύμασιν πορευθεὶς ἐκήρυξεν, ἀπειθήσασί[ν πο]τε ὅτε [ἀπεξεδέ]χετο ἡ τοῦ Θεοῦ μακροθυμία ἐν ἡμεραῖς Ν[ῶε κα]τασκευα[ζομένη]ς κιβωτοῦ"6. Καὶ ἐκ τούτου σκοπῶμεν ὅτι εἶπ[εν ὅτι] πολλαὶ ἁ]μαρτίαι "6ἐ]πὶ τῆς γῆς"6 γίνονται· μὴ ἐπάγῃ δὲ ὁ Θεὸς α·[····] ἁμα[ρτ··· ···] διά τινα μακροθυμίαν τοῦτο ποιεῖ τόπον μ̣[ε]τανοίας [διδούς. Ο]ὕτω καὶ μετὰ παράβασιν νόμον δέδωκ[εν] κωλυτικ[ὸν καὶ μετὰ τ]ὰς νουθεσίας προσάγει ἐλέγχους ἀπε[ιλῶν]. Καὶ ἐν τοῖ[ς ··· ··· ·]·ος τοῦτο εὑρήσεις. Ὁ Ἰσραὴλ μερὶς Κυρίου κα[ὶ υἱ]ὸς Θεοῦ ὑπ[άρχων τ]ὰς αὐτοῦ προστάξεις παρέβαινεν, καίτοι Θεο[ῦ] πάντα εἰς [αὐτοὺ]ς ποιοῦντος. Τί γάρ φησιν ἐν τῷ Ἠσαΐᾳ; "6Ἀμπ[ελὼ]ν̣ ε᾿̣γεν[ήθη τῷ ἠ]γα̣πημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι"6, "6κέρα[τι"6 μὲν] τὴν βα[σιλείαν] λέγων, "6πίονι"6 δὲ "6τόπῳ"6 σημαίνων τὴν διὰ [νό]μου καὶ πρ[οφητῶ]ν παίδευσιν. "6Καὶ ἐφύτευσα ἄμπελον Σωρή[κ"6], ὅ ἐστιν ἐκλε[κτή· ἐ]πι`̣ γὰρ τῷ "6βασίλειον"6 εἶναι "6ἱεράτευμα"6 καὶ ἐκλεκτὴν ἄμπελο[ν εἶν]αι ἐφύτευσεν τὸν λαόν. "6Καὶ ᾠκοδόμησα πύργον"6 ἐπὶ τῷ κα[ταφε]υ´̣γειν 187 τοὺς ἐπερχομένους ἐχθρούς· λόγος δὲ τούτου παιδευτικὸς ὁ πύργος, φρουρῶν ἅμα καὶ ἐκ̣παίων ἐχθρῶν ἔφοδον. Οἰκο<δο>μήσας ἀκούει· "6Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζον̣-τος [ἀ]νάβῃ ἐπὶ σέ, τόπον σου μὴ ἀφῇς"6. Θριγκόν τε ἐποίησεν κα[ὶ φρ]αγμὸν περιέθηκεν, ἃ δηλοῖ τὴν ἀπὸ τῶν ἀγ̣γέλων ἀσφάλ[ει]αν. Καὶ ὁμῶς ἐν τῇ αὐτῇ ἀκαρπίᾳ, τοσούτων γεγενημένων, διέμεινεν· διό φησιν· "6Τί ἔτι ποιήσω τῷ ἀμπελῶνί μου καὶ οὐκ ἐποίησα αὐτῷ;"6 πάντα πεποίηκα ἀνελλιπῶς, διόπερ, ἐπεὶ αὐτοὶ οὐκ ἔχουσιν εἰπεῖν ὃ δεῖ γενέσθαι, ἐγὼ ἐρῶ, "6ἀπαγγε̣λ̣ῶ ὑ[μ]ι῀̣ν τί ποιήσω τῷ ἀμπελῶνί μου"6· ἀφελῶ ἃ δέδωκα αὐτῷ, "6καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ ἔσται εἰς καταπάτημα, καὶ τὸν φρα̣γμὸν ἀφελῶ καὶ ἔσται εἰς διαρπαγήν"6. Χρήσιμον γὰρ τῶν ἀνωφελῆ τὴν ἀπ' ἀγγέλων δεξαμένων βοήθειαν ταύτην προσαφελεῖν· [ἵνα ὁρῶ]ντες οἷ κακῶν εἰσιν ποθήσωσιν ἐπιστρέψαι, [δ]ι̣όπερ καὶ ἐ[λέγ]χει λέγων· "6Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τὸ μὴ βρέξαι ε̣[ἰς] α̣ὐτὸν <ὑετόν>"6, αἵτινες τοὺς προφήτας δηλοῦσιν καὶ τ̣οὺς δια- κόνους τ[οῦ πνε]υματικοῦ ὑετοῦ, περὶ ὧν εἴρηται· "6Αἱ νεφέλαι ῥανάτωσ[αν] δικαιοσύνην"6. Τούτῳ γὰρ τῷ ὑετῷ οὐ δεόν[τως] ἐχρήσατο α᾿̣[ντὶ] σ̣ταφυλῆς ἀκάνθας ἐνεγκών· διόπερ ἐξώ[λεια] το[ῦ] ᾿Ι̣σρα[ὴλ γέ]γονεν τοσαύτην ὠφελίαν μὴ δεξαμέ[νου]. Οὑ´̣τως̣ ει[·····] ὁ κατακλυσμὸς ἐπήχθη, μηδὲν τῶν ἀν̣θρώπω̣ν ἐν τῇ ἑαυ[τῶν] π̣ροθυμίᾳ ὠφεληθῆναι θελησάντων. ∆̣····η̣τ̣οι ἔσται [ἡ τοῦ] καθόλου συντέλεια σπάνει ἀρετῆς ὑφισταμέ[νη], καθὰ καὶ ὁ Σ[ωτήρ φ]ησιν· "6Ἄρα ἐλθὼν ὁ Υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τὴν [π]ίστιν ἐπὶ τ[ῆς γ]ῆς;"6 ῃιι, 7-9. Εἰσῆ[λθ]εν δὲ Νῶε καὶ οἱ υἱοὶ αὐτοῦ καὶ ἡ γυνὴ αὐτοῦ καὶ [αἱ γ]υναῖκες τῶν υἱῶν αὐτοῦ μετ' αὐτοῦ εἰς τὴν κιβωτὸν [διὰ τ]ὸ ὕδωρ τοῦ κατακλυσμοῦ. Καὶ ἀπὸ τῶν πετεινῶν καὶ ἀπὸ [τ]ῶν κτηνῶν τῶν̣ καθαρῶν καὶ ἀπὸ τῶν κτηνῶν τῶν μὴ καθαρῶν [καὶ] ἀπὸ πάντων τῶν ἑρπετῶν τῶν ἐπὶ τῆς γῆς δύο δύο εἰσῆλθον π[ρὸς Ν]ω῀̣ε εἰς 188 τὴν κιβωτὸν ἄρσεν καὶ θῆλυ κατὰ ἐνετείλατο αὐτῷ ὁ Θεός. ∆ῆ[λό]ν ἐστιν ὅτι, σημείων τινῶν τοῦ κατακλυσμοῦ ὑπαρξάντων καὶ φανέν̣των τῷ Νῶε οἷον τῆς ὑγρᾶς τῆς γῆς ἢ τῶν ὁμο[ιο]τ̣ρόπων, εἰσῆλθεν εἰς τὴν κιβωτὸν ὁ Νῶε, οὐ πολλοῦ διαγεγονότος̣ [χρό]νου. Τὰ δὲ περὶ τοῦ μετὰ τοῦ Νῶε τοὺς υἱοὺς καὶ μετὰ τῆς γυναικὸς τὰς γυναῖκας τῶν υἱῶν εἰσεληλυθέναι παρατηρηθέντα πρότερον εἴρηται· οὐ γὰρ ἥρμοζεν, τοσαύτης κολάσεως ἐπὶ πάντας ἐλθούσης, αὐτοὺς τὰ τῶν γάμων ἐπιτελεῖν· διόπερ πρὸς καιρόν, ἵν' ἀπὸ τούτων σχολάσωσιν, διεῖλεν τὰς