1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

79

καὶ Μωσῆς δὲ αὐτὸς τεσσεράκοντα ἡμέρας ἄρτον οὐκ ἔφαγεν, ἀλλὰ καὶ ὁ Σωτὴρ ἐν τούτῳ τῷ ἀριθμῷ τω῀̣ν ἡμερῶν ἐνήστευσεν, ὅπερ τοῖς μὴ παρε[ρ]χ̣ομένοις παρέργως τὰ θεῖα γράμματα παρέξει διάνοιαν ἀκόλουθον. ∆ιὸ καὶ ἡ φορὰ τοῦ ὕδατος ἐν τοσούτῳ γέγονεν ἡ[μερῶν] ἀριθμῷ.Ζητήσειεν ἄν τις τὰ περὶ τῶν καταρακτῶν τοῦ οὐραν[οῦ] [ἐ]κ̣εῖνα παρατιθέμενος, ὅτι προσκαλούμενος ὁ Θεὸς τὸ ὕδωρ [τῆς] θαλάσσης τὸν υ῾̣ετὸν ἐπιπέμπει, πῶς ὁ κατακλυσμὸς γέγονε[ν], τρόπον τινὰ μηχανῆς τρόπῳ ἐκ τῆς θαλάττης τοῦ ὑετοῦ [γι]νομένου καὶ πάλιν ἐπ' αὐτὴν ἰόντος· πρὸς ὃ λεχθείη ὅτι [πρῶ]τον μὲν αἱ πηγαὶ τῆς ἀβύσσου ῥαγεῖσαι τὴν χορηγίαν παρέσχον, -καὶ γάρ, ἅτε ἐπισχεῖν ἐβουλήθη, ἀναγέγραπται· "6Ἐπεκαλύφθη- σαν αἱ πηγαὶ τῆς ἀβύσσου"6, -ἔπειτα οὐδὲν ἀπεικὸς καὶ τὸ ποσ[ὸν] τοῦ ὕδατος ἐπαύξειν τὸν Θεόν, καθάπερ ἐν τοῖς εὐαγγελίοις [ο]ἱ πέντε ἄρτοι ἐπὶ πεντακισχιλίους ηὐξήθησαν. ῃιι, 13-16. [Ἐν] τῇ ἡμέρᾳ ταύτῃ εἰσῆλθεν Νῶε, Σήμ, Χάμ, Ἰάφεθ, οἱ υἱοὶ Νῶε, καὶ ἡ γυνὴ Νῶε καὶ αἱ τρεῖς γυναῖκες τῶν υἱῶν αὐτοῦ μετ' αὐτοῦ εἰς τὴν κιβωτόν, [κ]αὶ πάντα τὰ θηρία κατὰ γένος καὶ πάντα τὰ κτήνη κατὰ γέν̣[ος καὶ] πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς κατὰ 191 γένος καὶ πᾶν πετεινὸν κατὰ γένος. Εἰσῆλθον πρὸς Νῶε εἰς τὴν κι[βω]τὸν δύο δύο ἀπὸ πάσης σαρκός, ἐν ᾧ ἐστιν πνεῦμα [ζ]ωῆς. Καὶ τὰ εἰσπορευόμενα ἄρσεν καὶ θῆλυ ἀπὸ πάσης σαρκ̣ὸς εἰσῆλθον, καθὰ ἐνετείλατο ὁ Θεὸς τῷ Νῶε. ∆ῆλον ὡς οὐκ ἀθρόως ὁ κατακλυσμὸς γέγονεν, ἀλλὰ παρέσχεν τι καὶ σημεῖον, ὡς καὶ πρότερον εἴρηται, ἵν' εὐαγώγως τὰ <ἄλογα> ἐπὶ τὴν κιβωτὸν εἰσέλθωσιν καὶ μὴ συμπεφυρμένως, καὶ ὅπως μή, ἀθρόως τοῦ ὕδατος ἐπιρρεύσαντος, καὶ τῆς κιβωτοῦ βλάβη γένηται, προσαρα- ξάντων τῶν ὑδάτων. Ἐν τάξει δὲ καὶ ἡ εἴσοδος γέγονεν πρώτου Νῶε, δι' ὃν καὶ οἱ ἄλλοι ἐσῴζοντο, εἶθ' ἑξῆς καὶ οἱ ἄλλοι καὶ οὕτω τὰ ἄλογα εἰσῆλθον, ὅπερ παρατηρητέον ὅτι θείᾳ δυνάμει γέγονεν· οὐδὲ γὰρ ἀνθρωπίνης ἦν ἐπιχει- ρήσεως τὰ ἀτίθασα εἰσαγαγεῖν, εἰ μὴ Θεοῦ γεγόνει συνεργείᾳ. Εὖ δὲ καὶ τὸ "6κατὰ γένος"6· οὐ γὰρ οἷόν τε ἦν ἅμα εἶναι αὐτῶν τὴν δίαιταν, διῃρημένω[ν ταῖς] φύσεσιν. Προσέθηκεν δὲ τὸ "6ἐν ᾧ ἐστιν πνεῦμα ζωῆς"6 πρὸς ἀντιδιαστολὴν νεκρῶν. Σημειώσαιτο ἄν τις πῶς [οὖ]ν ο[ὐκ ἐ]μ̣νήσθη τῶν καθαρῶν ἀλλὰ τῶν μὴ καθαρῶν· "6δύο [δύο]"6 γ[άρ φη]σιν "6εἰσῆλθον εἰς τὴν κιβωτόν"6, δῆλον δὲ ὅτι ταῦτα [ἦσ]α̣ν̣ [τὰ μὴ] καθαρά· πρὸς ὃ λέγοι τις ὅτι φανερὸν ὅτι, τῶν μ̣η`̣ κ[αθαρῶ]ν εἰσελθόντων, καὶ τὰ καθαρὰ εἰσῄει· εἰ γὰρ τὰ ἐλάτ̣[τονα] εἰσῄεσαν, δῆλον ὅτι τὰ κρείττω. Ἔπειτα τὸ "6δύο δύο"6 εἴη [ἂν καὶ] περὶ τῶν καθαρῶν ἐκλαβεῖν, δηλοῦντος τοῦ λόγου ὅτι κ[ατὰ] σ̣υζυγίαν τὰ πάντα εἰσῆλθεν. ῃιι, 16-18. Καὶ ἔκλ[εισε] Κύριος ὁ Θεὸς ἔξωθεν αὐτοῦ τὴν κιβωτόν, καὶ ἐγένετο ὁ κατα[κλ]υ̣σμὸς τεσσεράκοντα ἡμέρας καὶ τεσσεράκοντα νύκτα̣ς ἐπὶ τῆς γῆς, καὶ ἐπληθύνθη τὸ ὕδωρ κ<αὶ> ἐπῆρεν τὴν κιβωτόν, καὶ ὑψώθη ἀπὸ τῆς γῆς, καὶ ἐπεκράτει τὸ ὕδωρ καὶ ἐπληθύνετο σφόδρα ἐπὶ τῆς γῆς, καὶ ἐπεφέρετ[ο] ἡ κιβωτὸς ἐπάνω τοῦ ὕδατος. 192 Καὶ πρὸς τὴν ἱστορίαν αὐτὴν ἀκολούθως Θεοῦ δυνάμει "6ἔξωθεν"6 κέκλεισται ἡ κιβωτός, ἀνθρώπου μὴ ὑπάρχοντος ἔξωθε̣[ν]. Ἐπεὶ γὰρ ἅπασαν ἀσφαλτώσας ἐτύγχανεν ἔσωθεν κα̣[ὶ ἔ]ξωθεν, τὴν δὲ θύραν μήπω κλεισθεῖσαν οὐχ οἷός τε ἦν ἔξ[ω]θεν ἀσφαλτῶσαι, πρὸς τὸ μὴ ἄν τινα εἰπεῖν ὅτι διὰ τῆς θύρας εἴσοδος ἐγίνετο τῷ ὕδατι, τὴν ἀπὸ Θεοῦ ἀσφάλειαν προσέθηκεν· ποικίλη δὲ αὕτη καὶ εὔπορος. Καλῶς δὲ καὶ τὸ "6ἐπῆρεν τὴν κιβωτὸν"6 ὁμαλῶς καὶ οὐκ ἀθρόως, καθὰ καὶ πρότερον τὴν αἰτίαν παρεθέμεθα. ῃιι, 19-20. Τὸ δὲ ὕδωρ ἐπεκράτει σφόδρα σφόδρα ἐπὶ τῆς γῆς καὶ ἐπεκάλυψεν πάντα τὰ ὄρη τὰ ὑψηλά, ἃ ἦν ὑποκάτω τοῦ οὐρανοῦ· πεντεκαίδεκα πήχεις ἐπάνω ὑψώθη τὸ ὕδωρ. Περιττῶς οἱ φάσκοντες διασεσῶσθαι ἀνθρώπους εἰς τὰ ὑψηλὰ ὄρη φασίν. Καὶ γὰρ ἐσημειώσατο ὡς πεντεκαίδεκα [π]ήχεισἐπήρθη τὸ ὕδωρ ἐπάνω τῶν ὑψηλῶν ὀρῶν, ἐξ οὗ δῆλον ὡς ἐκεῖνο εἰκαίως εἴρηται, μάλιστα ὅτι καὶ ἐν̣α̣ν[τίον] τοῦ