81
κατα- κλυσμοῦ, πνεύματος ἐπελθόντος, δι' ὃ κεκόπακεν τὸ ὕδωρ, ὅπερ ἢ τὸ βούλημα τοῦ Θεοῦ εἴη ἢ θεία δύναμις τοῦτο ἐγκεχειρισμένη· πρὸς δὲ τούτῳ καὶ συνεργὸν πρὸς τὸ 195 κοπάσαι γέγονεν ἡ ἐποχὴ τῶν ἀβύσσων καὶ ἡ ἄνωθεν ἐπομβρία κωλυθεῖσα. ῃιιι, 4. Καὶ ἐκάθισεν ἡ κιβωτὸς ἐν μηνὶ τῷ ἑβδόμῳ, καὶ τὰ ἑξῆς. Τὸ μὲν ῥητὸν φανερόν· τὸ δὲ πρὸς διάνοιαν ἴδωμεν. ∆ύναται εἶναι ἡ κιβωτὸς ἡ ἐκκλησία σῴζουσα τοὺς διὰ φρονημάτων <καὶ> ἔργων ἀρετῆς πρὸς αὐτὴν κολλω- μένους, ἥτις καὶ ἐν ὕψει καθέζεται. Οὐδέποτε γὰρ ἐν ταπεινῷ γίνεται, διόπερ οὐδὲ πύλαι ᾅδου κατισχύουσιν αὐτῆς· παρίσταται τῷ Χριστῷ ἔνδοξος, οὐκ ἔχουσα σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἐπεὶ καὶ ὁ Χριστὸς ἐν ὕψει ἐστίν, ὃ δηλοῦται ἐν τῷ "6Ἰδοὺ οὗτος ἥκει πηδῶν ἐπὶ τὰ ὄρη"6, τοὺς προφήτας καὶ Μωσέα καὶ τὰς ἀοράτους δυνάμεις. Ἐν τῇ πέτρᾳ οὖν καθέζεται, τῷ ἀρραγεῖ τῆς εὐσεβείας λόγῳ. "6Οἱ θεμέλιοι"6 γὰρ τοῦ Θεοῦ "6ἐν τοῖς ὄρεσιν τοῖς ἁγίοις"6, ἅπερ καὶ πόλις εἰσὶν Θεοῦ· "6Ὁ Θεὸς"6 γὰρ "6ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα"6. "6Ἐξεδέχοντο γάρ"6 φησιν "6τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν"6, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Εἴη δὲ ὄρη καὶ εἰσαπομείναντα ˉˉϛˉˉΘˉ πρόβατα τὰ μὴ ὑποπεσόντα τῇ πλάνῃ. Εἰ δὲ καὶ διὰ τὸν ἀριθμόν τις ἐθέλοι τεχνολογεῖν, εἴποι ἂν ὅτι τὸ βέβαιον δηλοῦται δι' αὐτοῦ τῆς θείας ἐκκλησίας· τετράγωνος γὰρ οὗτος, ὁ δ' αὐτὸς καὶ κύβος· τρὶς τρία γὰρ τρὶς εἴκοσι ἑπτά. "6Ἀραριὰδ"6 δὲ ἑρμηνεύεται μαρτυρία καταβάσεως· Θεὸς δὲ μαρτυρεῖ τῷ ἐπὶ τὴν ἐκκλησίαν διὰ πολιτείας [κ]αταφεύγοντι, ὅστις ἀχείμαστός ἐστιν· εἴρηται γάρ· "6Ἐὰν διέλθῃς [δι' ὕ]δατος, ποταμοὶ οὐ συγκλύσουσίν σε"6, καὶ πάλιν· "6∆ιήλθαμεν [διὰ] πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν"6. Εὖ δὲ καὶ τὸ ἐν ἐνιαυτῷ πληροῦσθαι τὸν κατακλυσμόν· ἐπὰν γὰρ ὁ ἀληθινὸς ἥλιος φωτίσῃ καὶ καταυγάσῃ ἡμῶν τὴν διάνοιαν, τότε πᾶσα περίστασις τῆς ψυχῆς ἐκποδὼν οἰχήσεται. ῃιιι, 6. Καὶ ἀνέῳξεν Νῶε τὴν θυρίδα τῆς κιβωτοῦ, καὶ τὰ ἑξῆς. Κ̣αὶ ἐνταῦθα οὐκ ἀσαφὲς τὸ ῥητόν· εἰ δὲ πρὸς ἀνα- γωγὴν σκοπε̣ι῀̣ς̣ σ̣οι ἐραυνήσεις τὰ περὶ ἀνοίξεως, ὅτι 196 καιρῶν ἐπίγνωσις πρέπουσα τῷ δικαίῳ καὶ πρὸς τὴν ἰδίαν ὠφελίαν ἐστὶν καὶ πρὸς τὴν ἄλλων. Ἔστιν γὰρ ὅτε κλείειν πρέπει καὶ ὅτε ἀν̣οίγειν· οὕτως, ἀνοι´̣ξαντος τοῦ Σωτῆρος, τοῖς περὶ Κλεοπᾶν εἴρηται· "6Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν, ὅτε διήνοιγεν ἡμῖν τὰς γραφάς;"6 ἀλλὰ καὶ τὸ "6Ἀνοίξατέ μοι πύλας δικαιοσύνης"6 σκοπήσεις εἰ συμβάλλεται τῷ ῥητῷ, καὶ τὸ προσταττόμενον ἐν τῷ Ἠσαΐᾳ "6Ἀνοίξατε οἱ ἄρχοντες"6 ἀπὸ τῆς αὐτῆς ἀκολου-θίας σκοπήσεις· καὶ τὸ κεκλεῖσθαι κατὰ τὸ εἰρημένον· "6Μὴ βάλητε τὰ ἅγια τοῖς κυσίν"6· ὅτε γάρ τις καθη- κόντως κλείει ἢ ἀνοίγει, οὗτος μιμητὴς τοῦ Νῶέ ἐστιν. ῃιιι, 7. Καὶ ἀπέστειλε τὸν κόρακα, καὶ τὰ ἑξῆς. Οὐ πάντες οἱ ὑπὸ τὴν ἐκκλησίαν τῆς αὐτῆς ἀγωγῆς ὑπάρχουσιν, ἀλλ' οἱ μὲν περιστεραί, οἱ δὲ κόρακες τυγχά- νουσιν, σύμβολα τυγχάνοντες τρόπων καὶ ἠθῶν. Καὶ περιστερὰ μέν ἐστιν καθαροῦ βίου σημεῖον, αὕτη γὰρ ἐν τοῖς καθαροῖς τέτακται καὶ εἰς θυσίαν ἀναφέρεται, ὁ δὲ κόραξ οὐδέτερον ἔχει. Κατὰ ταύτην τὴν διάνοιαν ἐκλημπτέα ἐστὶν καὶ ἡ κατὰ Ἠλίαν ἱστορία, ὡς κόρακες αὐτὸν ἔθρεψαν· ὅτε γὰρ διδάσκαλος ἀκάθαρτον μεθίστησιν τῆς ἀκαθαρσίας ὡς μεταβα[λ]εῖν αὐτὸν τοῦ τρόπου, τροφὴν ἔχει τὸν ὠφελούμενον. Οὗτος δ' αὐτός, ὁ τοιοῦτός φημι καὶ κατὰ τὸν κόρακα τρόπον ἔχων, κἂν ὑπὸ τὸν δίκαιον δοκεῖ τυγχάνειν, ἐξελθὼν ὡς ἐν ἀγῶνι πρὸς πειρασμὸν οὐχ [ὑ]ποστρέφει. Μὴ θαυμάσῃς δὲ εἰ ὁ δίκαιος ἀποστέλλει τὸν τοιο[ῦτον] εἰς γυμνάσιον, ὅπου γε καὶ θεῖον λόγιόν φησιν· "6Τέκνον, εἰ προσέ[ρχῃ] δουλεύειν Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν"6· διόπερ̣ οὐδὲ ὑποστρέφει, ἀβέβαιός τις ὢν καὶ ζάλην ἐνεγκεῖν πειρασμῷ οὐ δεδυνημένος. ῃιιι, 8. Καὶ ἀπέστειλεν τὴν περιστεράν, καὶ τὰ ἑξῆς. Προοίμιον καὶ θεμέλιός ἐστιν τῆς ἀληθοῦς πολιτείας τὸ εἰς πειρασμοὺς πρόθυμον· διὰ τοῦτο καὶ ὁ κατὰ τὴν περιστερὰν πολιτευόμενος ἀποστέλλεται εἰς τὸ