1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

83

209 χιι, 1-3. Καὶ εἶπεν Κύριος τῷ Ἀβράμ· Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τ[ο]ῦ οἴκου τοῦ πατρός σου εἰς τὴν γῆ[ν] ἣν ἐάν σοι δείξω· καὶ ποιήσω σε εἰς ἔθνος μέγα, καὶ εὐλογήσω σε, καὶ μεγαλυνῶ τὸ ὄνομά σου καὶ ἔσῃ εὐλογητός, καὶ εὐλογήσω το̣υ`̣ς̣ εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι· καὶ ἐνευλογη- θήσονται ἐν σο[ὶ πᾶ]σαι αἱ φυλαὶ τῆς γῆς. Οὐκ ἀποκληρωτικῶς τῷ Ἀβραὰμ ὁ Θεὸς κελεύει ἀποστῆναι τῆς γῆς καὶ τῆς συγγενείας ἑαυτοῦ, ἀλλ' ἐνιδὼν ἐν αὐτῷ ἄξιόν <τι> τοῦ ὑπὸ κηδεμονίαν αὐτοῦ λοιπὸν τετάχθαι, ὅπερ ἦν ἡ εἰς αὐτὸν πίστις, καὶ οὐχ ἥρμοζεν τὸν ἔχοντα πίστιν εἰς Θεὸν παραμενεῖν τοῖς φαύλοις· εἰδωλολάτρης γὰρ ἦν ὁ τούτου πατήρ. Πολλάκις γὰρ ἡ συνουσία τῶν κακῶν βλάπτει τοὺς σπουδαίους, καὶ μάλιστα ὅταν νεοπαγεῖς ὦσιν. ∆ιά τοι τοῦτο καὶ ὁ Σωτὴρ κηρύττει· "6Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι δὲ καὶ τὴν γυναῖκα καὶ τέκνα, οὐ δύναται εἶναί μου μαθητής"6. Οὐ μῖσος δὲ τῶν οἰκείων ἐνεργαζόμενος τοῦτ̣ο̣ ἔφη ὁ Κύριος, ἀλλ' εἰ ἐμπόδιον τούτων τι πρὸς ἀρετὴν γίνοιτο, [μι]σητέον αὐτὸ δι' ἀρετήν, ὅπερ ποιήσαντες οἱ μαθηταὶ ἔλεγον· "6Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήκαμέν σοι"6. Τοῦτ' οὖν καὶ νῦν τῷ πατριάρχῃ προστάττεται, <τοῦ Θεοῦ> ἐπαγγελομένου δείξειν αὐτῷ γῆν, ἵν' ἐκεῖ διάγῃ, ποιήσειν τε αὐτὸν εἰς ἔθνος μέγα, εὐλογήσει<ν> τε καὶ μεγαλυνεῖν τὸ ὄνομα αὐτοῦ καὶ εὐλογητὸν αὐτὸν ἀπο- δείξειν, ὡς τοὺς εὐλογοῦντας αὐτὸν τυγχάνειν παρ' αὐτοῦ εὐλογίας, τοὺς δὲ καταρωμένους κατάραν ὑφίστασθαι πα[ρ' αὐ]τοῦ. Πρὸς δὲ τούτοις ἐν ὑποσχέσει αὐτῷ κατε- παγ̣γ̣έλλεται ἐνε[υλο]γηθῆναι ἐν αὐτῷ πᾶσας τὰς φυλὰς τῆς γῆς, ἅπερ ἅπαντα οὐκ ἀνθρ[ώ]πινα τυγχάνει, ὡς ἐκ τῆς ἀναγωγῆς εἰσόμεθα [τὰ] ἐντεῦθεν ἄν̣ω̣θε̣[ν] ἀρχόμενοι. Παντὸς ἁμαρτωλοῦ διάβολος πατή[ρ ἐσ]τιν κατὰ τὸ ε̣ι᾿̣ρη- μένον· "6Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν"6. 210 Ὡς γὰρ ὁ πο̣ι̣ῶν τὸ θέλη[μα τοῦ] Θεοῦ γέννημα αὐτοῦ γίνεται, -"6Π̣[ᾶς]"6 γάρ φησιν "6ὁ ποιῶν τὴν δικαι- [οσύν]ην ἐκ τοῦ Θεοῦ γεγέννηται"6-, οὕτως "6ὁ τὴν ἁμαρτίαν ποιῶν ἐκ τοῦ δ̣ιαβο´̣λου ἐστίν"6 καὶ πατρὸς αὐτῆς̣. Ἔχει δὲ καὶ συγγένειαν τὴν ἐκ τούτου̣ [τοῦ] πατρὸς σύστασιν. Ταύτην οὖν ὑπεξελθεῖν αὐτῷ παρακελε̣ύετ̣αι Θεὸς γῆν αὐτὴν καλ[ῶν, -ο]ὐδὲν γὰρ οὐράνιον ἀλλὰ πάντα γήϊν̣α ἐν τῷ ἀντικειμένῳ διαβόλῳ, -ἵν' οὕτω ἀποθέμενος τὴν εἰκόνα τοῦ χοϊκοῦ ἀναλάβῃ τὴν εἰκόν̣α̣ τοῦ ἐπουρανίου. Τοιοῦτον δ' ἐν ψαλμῷ φέρεται πρὸς τὴν ἀπὸ τῶν ἐθνῶν ἐκκλησίαν λεγόμενον· "6Ἄκουσον, θύγατερ, καὶ ἰδὲ καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου, ὅτι ἐπεθύμησεν ὁ βασιλεὺς τοῦ κάλλους σου, καὶ αὐτός ἐστιν ὁ Κύριός σου"6. Ἤδη γὰρ αὐτὴν ὑπαρξαμένην τοῦ κινεῖσθαι ἀπὸ τῆς εἰδωλολατρείας προφητικῷ ὀφθαλμῷ διεγείρων ὁ λόγος θυγατέρα καλεῖ προτρεπόμενος αὐτὴν ἀκοῦσαί τε καὶ ἰδεῖν, τοῦ τοῦ Θεοῦ λόγου ἅμα καὶ τὸ ἀκούεσθαι καὶ τὸ ὁρᾶσθαι ἔχοντος καρδίᾳ καθαρᾷ, πρὸς δὲ τοῦτο καὶ κλῖναι τὸ οὖς, ἵν' ἐκ τούτων ἐπιλάθῃ "6τοῦ λαοῦ σου"6 οἰκείου "6καὶ πατρός σου"6 ἀποταξαμένη αὐτῷ, προσθεὶς καὶ τὴν αἰτίαν, ἥνπερ καὶ ἐν τῷ πατριάρχῃ ἐφάσκομεν ἐνυπάρχειν, κάλλος ψυχῆς· οὐδὲν γὰρ οὕτως καλλωπίζει τὴν ψυχὴν ὡς ἀρετη´̣. ∆εῖ οὖν ἐπιλαθέσθαι πάντων τῶν γηΐνων ἃ διαιρεῖται εἰς τὰ προειρημένα. Φησὶν δὲ τῷ σπουδαίῳ ἥκειν εἰς γῆν ἣν ἐὰν αὐτῷ δείξῃ Θεός, οὐχ ὁρατο´̣ν, εἰ καὶ συμβόλου χάριν καὶ τοῦτο παρηκολούθησεν, ἀλλ' ἀόρατον· "6ἐλπὶς γὰρ βλεπομένη οὐκ ἔστιν ἐλπίς"6. Τί δὲ καὶ τὸ ποιήσειν [αὐ]τὸν "6εἰς ἔθνος μέγα"6 μετὰ τὸ κατὰ τὸ ῥητὸν ἐκλαβεῖν; ∆ῆλον γὰρ [ὅτ]ι καὶ καθ' ἱστορίαν τοῦτο ὑπῆρξεν. Μέγα δέ ἐστιν τῷ ὄντ̣ι γινόμενος ἔθνος, ὅταν ἐξ ἀρετῶν κοσμῆται. Φανερὸν δὲ ὅτι, πλειον·[··]· προκοπῶν ἐν ψυχῇ γινομένων, μέγεθος οὐκ ἀνθρώπινο[ν σ]υνίσταται, ἀλλ' οὐράνιον, ὅπερ εὐλογία ἐστίν, ου᾿̣ ψιλῶς προφερομένη, ἀλλὰ πραγματικῶς, 211 μεγάλου τοῦ