1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

84

ὀνόματοσκαὶ διαβοήτου γινομένου ἐκ τῆς συ̣νούσης ἀρετῆς καὶ τοῦ κόσμου τοῦ ἑπομένου ἐκ τῆς εὐλογίας τῆς πνευματικῆς· αἱρετώτερον γὰρ ὄνομακαλὸν ἢ πλοῦτος *** καὶ "6φήμη ἀγαθὴ πιαίνει ὀστᾶ"6. Οὐκ ἀρκεῖται δὲ τῷ εὐλογῆσαι, ἀλλ' ἔτι ἐπάγει λέγων· "6Καὶ ἔσῃ εὐλογητός"6, ἄξιος εὐλογίας γινόμενος̣ διὰ τὸ μέγεθος καὶ τὴν ἐπὶ τελείαν ἀρετὴν προκοπήν, εὐλογεῖ δὲ καὶ τοὺς εὐλογοῦντας, οὐ ψιλῇ προφορᾷ, ἀλλὰ τῇ αἱρέσει καὶ ἐκλογῇ ὧν αὐτὸς ἐκλέγεται. Ὡσαύτως δὲ καὶ κατάρᾳ ὑποπεσοῦνται οἱ ἐναντίως αὐτῷ διακείμενοι. Καὶ φαί- νεται τοῦτο τῷ ἀναγνόντι τὰς ἱστορίας, ἐν αἷς δηλοῦται ὡς ὅσοι μὲν αὐτὸν ἀσμένως ὑπεδέξαντο εὐλογήθησαν, ὅσοι δὲ οὐ δεόντως αὐτῷ ἐχρήσαντο ὑπὸ κατάραν γεγόνασιν ὡς ὁ Ἀβιμέλεχ. ∆ύνανται δὲ καὶ περὶ ἀοράτων δυνάμεων ταῦτα λέγεσθαι, ἁγίων μὲν ἀγγέλων εὐλογούντων τὸν σπουδαῖον καὶ εὐλογουμένων, διαβόλου δὲ καὶ δαιμόνων καταρωμένων αὐτὸν καὶ ὑπὸ κατάραν πιπτόντων. Ἔτι δὲ ἕτερον ὑπάρξει κατόρθωμα τὸ ἐνευλογηθῆναι ἐν αὐτῷ πάσας τὰς φυλὰς τῆς γῆς, ἀπαλλαττομένας τοῦ γῆς εἶναι φυλὰς διὰ τὴν πρὸς αὐτὸν μίμησιν κατὰ ἁγιότητα, μηκέτι τὰ ἐπίγεια αὐτῶν φρονουσῶν. Ἔκκειται δὲ εἰς τοῦτο ὁ σπουδαῖος εἰς τὸ ἐνευλογηθῆναι ἐν αὐτῷ διὰ μιμήσεως πάσας τὰς φυλὰς τῆς γῆς, κἂν μὴ πᾶσαι προ- σέλθωσιν τῇ προαιρέσει ἑαυτὰς ἀπὸ τούτου χωρίζουσαι. χιι, 4-5. Καὶ ἐπορεύθη Ἀβράμ, καθάπερ ἐλάλησεν αὐτῷ ὁ Κύριος, καὶ ᾤχετο μετ' αὐτοῦ Λώτ. Ἀβρὰμ δὲ ἦν πέντε καὶ ἑβδομήκοντα ἐτῶν, ὅτε ἐξῆλθεν ἐκ Χαρράν. Καὶ ἔλαβεν Ἀβρὰμ τὴν Σάραν γυναῖκα αὐτοῦ καὶ τὸν Λὼτ υἱὸν τοῦ ἀδελφοῦ αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα αὐτῶν, ὅσα ἐκτήσαντο, καὶ πᾶσαν ψυχήν, ἣν ἐκτήσαντο ἐκ Χαρράν, καὶ ἐξῆλθαν πορευθῆναι εἰς γῆν Χαναὰν καὶ ἦλθαν εἰς γῆν Χαναάν."6 212 Μεγάλη μαρτυρία τῷ πατριάρχῃ αὕτη, ὅτι οὑ´̣τω πεπόρευται καθάπερ ἐλάλησεν αὐτῷ ὁ Θεός, ἀποδοχῆς δὲ καὶ Λὼτ συνακολουθήσας τῷ Ἀβράμ. Μαρτύρεται δὲ τὸ λόγιον καὶ τὸν χρόνον καθ' ὃν ἐξελήλυθεν καὶ ὡς ἅπαντα ὅσα ἐκτήσαντο ἐξήγαγον ἐκ Χαρρὰν καὶ πᾶσαν ψυχὴν ἣν ἐκτήσαντο καὶ οὕτως ἦλθον εἰς γῆν Χαναάν. Καὶ τοῦτο μὲν ἂν εἴη ἔχ[ο]ν [κα]ὶ καθ' αὑτὸ μεγίστην ἀποδοχήν, ὅτι οὐκ ἀναμείνας, οὐ καμφθεὶς οἰκειότητι συγγενείας, οὐ φίλων, οὐ τῶν ἄλλων, ὅσα ἀγωγὰ εἰς τὸ μὴ ἀποστῆναι τῆς πατρίδος ὑπῆρχεν, ὑπερεῖδεν ἅπαντα τῷ θείῳ κατα- πειθὴς γινόμενος προστάγματι. Προσθήκη, ὡς προλα- βόντες εἰρήκαμεν, τὸ καὶ οὕτως πορευθῆναι καθὼς ἐλάλησεν αὐτῷ ὁ Θεός. Συμβαίνει γὰρ πολλάκις ποιῆσαι μὲν τὸ προσταττόμενον, μὴ οὕτω δὲ αὐτὸ ἀνῦσαι ὡς ὁ προστάξας ὑπέθετο. Ἐνταῦθα οὕτως γέγονεν ὡς ὁ Θεὸς ἐκέλευσεν, καὶ τῆς αἰτίας τοῦ πραττομένου θείως γινομένης καὶ τοῦ ἀποτελέσματος κατὰ τὸν σκοπὸν τοῦ κελεύσαντος. Οὐχ οὕτως οἱ ἐλεημοσύνην ποιοῦντες πρὸς τὸ θεαθῆναι ὑπ' ἀνθρώπων ἐνεργοῦσιν, τὴν μὲν πρᾶξιν ἐπιτελοῦντες, τῷ δὲ τρόπῳ τοῦ ἐνεργουμένου διασφαλλόμενοι. Ὁ μακά- ριος δὲ Παῦλος οὐχ οὕτως, ἀλλὰ λέγων "6Μιμηταί μου γίνεσθε"6 οὐχ ἁπλῶς τοῦτο προσέταττεν, ἀλλ' ἑξῆς ἐπέ- φερεν "6καθὼς κἀγὼ τοῦ Χριστοῦ"6, οὐ τῷ δοκεῖν ἀλλ' ἀλη- θείᾳ. Πάλιν δ' ὁ Σωτὴρ λέγων "6Μάθετε ἀπ' ἐμοῦ ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ"6 ἐνάγει τοὺς ἀκούοντας κατανοεῖν εἰς τὸ μαθεῖν καὶ τὸν τρόπον καὶ τὴν ἐνέργειαν καὶ τὰς αἰτίας τῆς πραότητος καὶ ταπεινοφροσύνης. Ἐπάγεται δὲ ὁ πατριάρχης καὶ τὴν κτῆσιν οὐχ ὡς δεδουλωμένος αὐτῇ ὅ γε μὴ τῷ μονογενεῖ υἱῷ ἑαυτοῦ δουλωθείς, ἀλλ' ἑλὼν αὐτὰ πρὸς τὰς χρείας. Καὶ ταῦτα μὲν τῆς ἱστορίας ἕνεκα λεχθέντα ἱκανὰ πρὸς ὠφελίαν, οἷς προσλημπτέον καὶ τὸ ἐξαγαγεῖν ἐκ Χαρρὰν 213 καὶ τὰς ψυχὰς ἃς ἐκτήσαντο δηλοῦν ὅτι τῆς οἰκετείας οὓς πρὸς τ[ὸ]ν ἑαυτοῦ τρόπον ἐκτήσατο συνεπηγάγετο· οὐδεὶς γάρ, κατ[ὰ] τὸ εἰρημένον, βραδὺς ἐν οἰκίᾳ σοφοῦ. Ἔχει δὲ καὶ ὁ τῆς ἀναγωγῆς λόγος πολλὴν τὴν ὠφελίαν τῷ ἅπαντα ἐξομαλῖσαι δυναμένῳ. Χαρρὰν μὲν οὖν ἑρμη- νεύεται "3τρῶγλαι"3, ὅπερ σύμβολόν