1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

86

αὐτοῦ"6· ἐργασά- μενος ἔσχεν τὴν ἀρχήν, ἔργον δὲ οὐ τὸ ἀπὸ κακίας εἰς ἀρετήν- "6Ἁμαρτίαν"6 γὰρ "6οὐκ ἐποίησεν"6-, ἀλλὰ τὴν φυλακὴν τῆς τελ̣ε̣ι̣ότητος· οὕτω καὶ τὰ κατὰ τὸν ἄνθρωπον βασιλεὺς ἦν, τοῦ Θεοῦ Λόγου τὴν ἀΐδιον καὶ σύμφυτον καὶ οὐσιώδη ἔχοντος βασιλείαν, οὐκ <ἐξ> ἔργου ἢ πόνου. Ἔρχεται δὲ καὶ "6ἐπὶ τὴν δρῦν τὴν ὑψηλήν"6, καὶ ἐπεὶ πολλὰ τῶν δένδρων καὶ φυτῶν νοητά τινα δηλοῖ, ὡς τὰ ἐν τῷ Ἠσαΐᾳ λέγοντι· "6Ἐν χαρᾷ"6 φησιν "6ἐξελεύσεσθε καὶ ἐν εὐφροσύνῃ διδαχθήσεσθε· τὰ γὰρ ὄρη καὶ οἱ βουνοὶ ἐξολου῀̣νται προσδεχόμενοι ὑμᾶς ἐν χαρᾷ καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐπικροτήσει τοῖς κλάδοις"6, ἅπερ οὐδὲν αἰσθητὸν σημαίνει, ἀλλὰ τὴν ἔξοδον τῶν ἀστείων, οἳ οὐ μετὰ κλαυθμοῦ ἀπέρχονται, ἀλλὰ μετὰ χαρᾶς. Φαῦλος οὖν τίς φησιν· "6Εἰ οὕτω πικρὸς ὁ θάνατος"6, περὶ δὲ τοῦ Ἀβρὰμ λέγεται ὅτι ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, "6τραφεὶς ἐν γήρει καλῷ"6. Τῶν δικαίων οὖν ἀναχωρούντων τοῦ βίου, "6τὰ ὄρη καὶ οἱ βουνοί"6, <οἱ> ἄγγελοι καὶ οἱ δίκαιοι, προσδέξονται αὐτοὺς ἐν χαρᾷ, συγχαίροντα διὰ τὸ ἓν πρόβατον. Σὺν τούτοις δὲ "6καὶ πάντα τὰ τοῦ ἀγροῦ ξύλα ἐπικροτήσει"6 χαίροντα, ἅπερ ἐστὶν τὰ ἐν τῷ παραδείσῳ λογικά. Εἶτα λέγει· "6Ἀντὶ στοιβῆς ἀναβήσεται κυπάρισσος"6, ἀντὶ ἀκάρπου καὶ ἀκανθώδους χρήσιμον καὶ εὐῶδες-τοῦτο γὰρ ὁ μετανοῶν γίνεται-, "6καὶ ἀντὶ κονύζης ἀναβήσεται 216 μυρσίνη"6, τῆς δυσωδίας εἰς εὐωδίαν μεταβαλούσης. Ἐπεὶ οὖν ἔχομεν δένδρα νοητῶς λαμβανόμενα, ἀναγκαῖον καὶ περὶ τῆς δρυὸς θεωρῆσαι, εἰς ἣν ὁ Ἀβρὰμ ἔρχεται, ὑφ' ἣν καθεζόμενος καὶ ὀπτασίας ἠξιώθη, ὅτε καὶ τὴν κατὰ τὸν Ἰσαὰκ ἐπαγγελίαν ἐδέξατο. ∆ι' ἔργων οὖν καὶ πόνων ἐπὶ τὰ ὕψη προκόπτων πρόεισιν μεταλαμβάνων εὐωδίας καὶ θεωρίας τῶν ὑψηλῶν καὶ θείων νοημάτων. Σκοπήσεις δὲ καὶ τὸ παρασημανθέν, ὅτι "6οἱ δὲ Χαναναῖοι ἔτι κατῴκουν τὴν γῆν"6, μήποτε δυνάμεθα νοῆσαι ὅτι τῷ προκόπτοντι οὐκ εὐθὺς ἅπαντα ἐλευθεροῦται, ἀλλ' ἔχει τινὰ καὶ τῆς παλαιᾶς συνηθείας-τοῦτο γὰρ τὸ "6ἔτι"6 δηλοῖ-, ἅπερ ἂν νοήσειας περὶ τῶν ἀκολούθων τῷ ἁγίῳ μήπω τελείων τυγχανόντων. χιι, 7. Καὶ ὤφθη Κύριος τῷ Ἀβρὰμ καὶ εἶπεν αὐτῷ· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Καὶ ᾠκοδόμησεν ἐκεῖ Ἀβρὰμ θυσιαστήριον τῷ Κυρίῳ τῷ ὀφθέντι αὐτῷ. Ἀκολούθως τῷ πειθαρχήσαντι τοῖς κελευομένοις ὑφ' ἑαυτοῦ ὁ Θεὸς ἐπιφαίνεται, ἐλπίδι ἀγαθῇ τῶν προσδο- κωμένων αὐτὸν βεβαιότερον ποιῶν· ἐπαγγέλλεται γὰρ καὶ τῷ σπέρματι αὐτῷ δώσειν τὴν γῆν. Ἀκολούθως δὲ καὶ ὁ ἅγιος, εὐχάριστος ὤν, θυσιαστήριον οἰκοδομεῖ τῷ τὴν ἐπαγγελίαν προτείναντι. Καὶ ταῦτα ὡς μεταφράσεως τρόπῳ εἰρήσθω. Ἄξιον δὲ θεωρῆσαι εἰς τὸ "6Ὤφθη ὁ Θεὸς τῷ Ἀβράμ"6, τοῦ γὰρ Θεοῦ ἀοράτου τυγχάνοντος, καθὰ τὰ ἐν εὐαγγελίῳ ἀποδείκνυται, λεγομένου "6Θεὸν οὐδεὶς ἑώρακεν πώποτε"6, καὶ τοῦ "6Οὐχ ὅτι τὸν Πατέρα ἑώρακέν τις"6, ἀλλὰ καὶ Παύλου λέγοντος περὶ Θεοῦ· "6Ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται"6, ὅπερ σημαίνει τὸ φύσει ἀόρατον. Ἔνια γὰρ τῶν ὁρατῶν οὐχ ὁρῶμεν, ἀλλὰ ἰδεῖν δυνάμεθα, κἂν μὴ ἀκολουθήσῃ δὲ τοῦτο· τῆς τῶν ὁρωμένων φύσεώς ἐστιν ἐκεῖνα· τὸ δὲ ἀόρατον οὐ διὰ τὸ μὴ ὁρᾶσθαι τοιοῦτόν ἐστιν, ἀλλὰ διὰ τὸ ἀόρατον οὐχ ὁρᾶται. ∆ῆλον οὖν ὅτι τὸ ὁρᾶν δίττον, τὸ μὲν κατ' αἴσθησιν, τὸ δὲ κατὰ διάνοιαν· καὶ τὸ μὲν τῶν ὁρατῶν ἀντιλημπτικόν, τὸ δὲ τῶν ἀοράτων, 217 ὅπερ ἐστὶν νοῦς καθαρός, καθ' ὃν ὤφθη [ὁ] Θεὸς τῷ Ἀβράμ. Ἔχει δὲ καὶ ἑτέραν παρατήρησιν ὁ λόγος. Οὐ γὰρ εἴρ[η]ται "3εἶδεν ὁ Ἀβρὰμ τὸ<ν> Θεόν"3, ἀλλ' "6ὤφθη ὁ Θεὸς τῷ Ἀβράμ"6. Ὅσον γὰρ ἦμεν πρὸς τὴν γενητὴνφύσιν καὶ τὸ ταύτης ἀσθενές, οὐκ ἔστιν ἐφικτὸν τὸ πρᾶγμα· ὅσον δὲ πρὸς τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, δυνατὸν γίνεται, αὐτοῦ δι' ἀγαθότητος ἐπιδιδόντος ἑαυτὸν εἰς τὴν ἑαυτοῦ κατανόησιν. Εἰ δέ ποτε ἀντὶ τοῦ "6ὤφθη"6 τὸ "6εἶδεν"6 κεῖται ὡς ἐν τῷ Ἠσαΐᾳ· "6Εἶδον τὸν Κύριον καθήμενον"6 καὶ τὰ ἑξῆς, παιδευώμεθα ἐκ τοῦ πρὸς τὸν Ἀβρὰμ γεγενη- μένου ὅτι, Θεοῦ ἐπιδιδόντος ἑαυτόν, τοῦτο γίνεται. Ὅτι δὲ τὸ ὁρᾶν