1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

87

τάττεταί ποτε καὶ ἐπὶ τοῦ νοεῖν, ὁ Παῦλος Ῥωμαίοις γράφων λέγει· "6Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθόραται"6. Καὶ Μωσῆς δὲ ἀξιῶν τὸν Θεόν, περὶ οὗ ἔννοιαν εἶχεν, ὅτι ἀόρατός ἐστιν, ἔλεγεν· "6Ἐμφάνισόν μοι σεαυτόν· γνωστὼς ἴδω σε"6, καὶ πάλιν· "6Ἐμφανίζεται γὰρ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ"6· εἰ γὰρ φύσεως ὁρατῆς ἐτύγχανεν τὸ ὁρώμενον καὶ τοῖς ἀπίστοις δυνατὸν ἦν φαίνεσθαι, νῦν δ' εἴρηται· "6Ἐμφανίζεται τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ"6 καταυγασθεῖσιν ὑπὸ θείου φωτὸς τὴν διάνοιαν. Ἀνάπαλιν δὲ ἔχει τὸ πρᾶγμα ἐπὶ τῶν αἰσθητῶν· πρῶτο̣ν̣ μὲν γὰρ αὐτὰ ὁρῶμεν, εἶτα, τοῦ ἐκ τῆς αἰσθήσεως τύπου ἐν διανοι´̣ᾳ γινομένου, νοοῦμεν αὐτά· τὰ δὲ νοητὰ ἑαυτὰ εἰς τὸ γινώ- σκεσθαι παρέχει, τοῦ νοῦ οὐ προκαταρχομένου εἰ <μὴ> μόνον κατὰ τὸ εὐτρεπίζειν ἑαυτὸν εἰς κατανόησιν ἀλλ' ἐπα- κολουθοῦντος τῷ ὀφθέντι. Γίνεται δέ ποτε καὶ ἐκ τῆς κατανοήσεως τῆς δημιουργίας ἡ περὶ Θεοῦ νόησις κατὰ τὸ "6Ἐκ γὰρ καλλονῆς τῶν κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται"6 καὶ καθὸ ὁ Θεὸς ὤφθη τῷ Ἀβράμ. Τὸ γὰρ "6Θεὸς"6 ὄνομα ὡς ἐπίπαν συνζεύγνυται τῇ δημιουργίᾳ ὡς ἐπὶ τοῦ "6Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν"6, καὶ· "6Εἶπεν ὁ Θεός· Γενηθήτω φῶς"6, τῆς τοῦ "6κυρίου"6 προσηγορίας τότε λεγομένης ὅτε ὁ νόμος παρείχετο. Οὕτω γοῦν θεασάμενος διὰ τῆς παν- αρμονίου τάξεως τοῦ παντὸς τὸν Θεὸν ἀπέστη τῆς πολυθέου 218 πλάνης, ἣν παρὰ τοῦ πατρὸς μεμαθήκει, καὶ [ἀ]κολούθως εἰς κατανόησ̣ιν ὁ Θεὸς ἑαυτὸν παρέχει τῷ ἁγίῳ μετὰ τὴν ἐξ ἀκοῆς παίδευσιν, ἥτις ἐγίνετο ἐν τῷ "6Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τ̣ῆς συγγενείας σου"6. Ἀκοὴν δὲ ψυχῆς ἡγητέον τὴν πειθήνιον σ̣υγκατάθεσιν τῶν ὑποβαλλομένων, ὀφθαλμὸν τὴν μετὰ τ̣ὴν προκοπὴν ἐπιβολὴν καὶ κατάλημψιν βεβαιοτάτην τῶν π̣αιδευμάτων. Ἰστέον γὰρ ὅτι τὰ αὐτὰ διαφόρως ἔστιν γνῶν̣αι̣, εἰσαγωγικώτερον, προκόπτοντα, οἰκείως δὲ προκόψαντι ε᾿̣κ τῆς τοῦ Θεοῦ κατανοήσεως. Κατεπαγγέλλεται καὶ τῷ σπέρμ̣ατι τὴν γῆν δώσειν, γῆν ἐκείνην περὶ ἧς εἶπεν ὁ Σωτήρ· "6Μακάρι̣οι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν"6, καὶ ἐν Ψαλμ̣οῖς· "6Ὑπόμεινον τὸν Κύριον καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ καὶ ὑψώσ̣ε̣ι σε τοῦ κατακληρονομῆσαι γῆν"6, δῆλον δ' ὡς οὐ ταύτην ἣν π̣α̣τοῦμεν καὶ σπείρομεν, - αὐτῆς ἦν βασιλεύς, -ἀλλὰ τὴν οὐράνι̣ον, ἥτις ἐστὶν γνῶσις Θεοῦ τελειοτάτη̣· ταύτην "6δίκαιοι κληρονο̣μήσουσιν καὶ κατασκηνώσουσιν εἰς αἰῶνα αἰῶνος ἐπ' αὐτήν"6 ἐπ̣ὶ δὲ τῆς αἰσθητῆς τοῦτο οὐκ ἔσται. Ταύτην οὖν κατεπαγγε´̣<λλε>ται Θεὸς τῷ σπέρματι δώσειν τοῦ ἁγίου, σπέρμα δὲ ἐνταῦθ̣α̣ τὸ τέκνον λέγει. ∆ιαφορὰ γὰρ πολλάκις σπέρματος κα̣ι`̣ τέκνου εὑρίσκεται· εἰ γὰρ τέκνον τινός τις γέγονεν, τούτῳ αὐτοῦ καὶ σπέρμα γέγονεν, οὐ μήν, ἐπεὶ σπέρμα, γίνεται καὶ τέκνον· συμ- βαίνει γὰρ μὴ μορ<φω>θῆναι μηδ' ἀποτελεσθῆναι ἢ ἐξεικονισθῆναι, ὡς ἡ γραφή φησιν. Ὥσπερ δὲ ἐν τοῖς σωματικοῖς ἐστιν σπέρμα μὴ γινόμενον τέκνον καὶ τέκνον ὂν καὶ σπέρμα, οὕτω καὶ ἐν τοῖς κατὰ ψυχὴν καὶ τὴν διάνοιαν. Ὁ Σωτὴρ γοῦν λέγει τοῖς εἰποῦσιν ὅτι "6πατέρα ἔχομεν τὸν Ἀβραάμ"6· "6Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε"6· ἐκ γὰρ τούτων τις τέκνον γίνεται. Τούτους οὓς εἶπεν μὴ εἶναι τέκνα Ἀβραάμ, σπέρμα αὐτοῦ λέγει εἶναι φάσκων· "6Οἶδα ὅτι σπέρμα 219 Ἀβραάμ ἐστε"6, ὥστε δῆλον ὡς οὐ τὸ σπέρμα καὶ τέκνο[ν], ἀλλὰ σπέρμα μὲν καθὸ τὴν διαδοχὴν ἐκ τοῦ Ἀβραὰμ ἐσχήκασιν καὶ ἀνατροφὴν ἐξ αὐτοῦ ἐκαρπώσαντο, οὐκ ἐμιμήσαντο δὲ τούτου τὴν πρᾶξιν, δυνατὸν δὲ ἦν χρησα- μένους τῇ ἐπιτηδειότητι καὶ τέκνα γενέσθαι. Ἐνταῦθα οὖν, ἐπεὶ ἐπαγγελία δίδοται τῷ σπέρματι, τὸ σπέρμα τέκνον ἐκλαμβάνομεν. Ἐν Ψαλμοῖς γοῦν λέγεται· "6Σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ, υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ"6. Ὅτι δὲ δηλοῦταί ποτε ὡς οὐ τὸ σπέρμα καὶ τέκνον, Παῦλος γράφει· "6*** ἀλλ' οὐ πάντως τέκνα"6· οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραήλ, ἀλλ' ἐκεῖνος περὶ οὗ ὁ Σωτὴρ εἶπεν· "6Ἴδε ἄνθρωπος Ἰσραηλίτης, ἐν ᾧ