90
ἑορτάσει σοι"6. χιι, 8. Καὶ ᾠκοδόμησεν ἐκεῖ θυσι̣α̣σ̣τ̣η´̣ρ̣ιον τῷ Κυρίῳ κ̣α̣ι`̣ ἐπεκαλέσατο ἐπὶ τῷ ὀνόματι Κυρίου. Πρεπόντως ὁ διαβὰς καὶ ἐπὶ τ̣ο`̣ ἀποδοθὲν ὄρ̣ος και`̣ τὸν οἶκον τοῦ Θεοῦ καὶ ὑπὸ τῶν ἀνατολῶν̣ καταυγασθεὶς καὶ πατήσας τὰ ἀντικείμενα οὕτως ὡς μηδένα αὐτὰ δεδι´̣ττεσθαι εὐχαριστίας ἤγειρε θυσιαστήριον, ἐφ' ᾧ ἐπιτελεῖ τῆς αἰνέσεως τὴν θυσίαν καὶ δικαιοσύνην κατὰ τὰ προειρημένα περὶ πνευ<μα>τικῆς θυσίας, ἥτις ἐστὶ τὸ σύστημα τῶν ἀρετῶν. "6Καὶ ἐπεκαλέσατο ἐπὶ τῷ ὀνόματι Κυρίου"6, ὅπερ προχείρως τις ἐκλαμβάνων λέξει ὅτι τὸ θυσιαστήριον, ὃ ᾠκοδόμησεν, ὠνόμασεν "3Κυρίου"3· δυνατὸν δὲ μυστηρι- κώτερον καὶ ὑπεραναβεβηκότως εἰπεῖν αὐτὸν ἐπὶ τῷ ὀνόματι Κυρίου ἐπικαλέσασθαι οὐ ψιλῇ συλλαβῇ ἀλλὰ πραγματικῶς, τοῦ νοῦ τὴν ἔντευξιν Θεῷ ποιουμένου, μὴ δι' ἄλλο τὰς ἀρετὰς ἐνεργοῦντ̣ο̣ς ἀλλὰ δι' αὐτὸ τὸ ἀγαθόν. Κατὰ γὰρ ταύτην τὴν διάνοιαν καὶ ὁ Σωτὴρ διδάσκων προσεύχε̣σθαι καὶ λέγειν "6Πάτερ ἡμῶν"6 οὐ κατὰ 224 προφορὰν τοῦτο ποιεῖν ἐπαίδευσεν, ἀλλ' ἵνα παραστήσωσιν ἑα̣υ̣τοὺς υἱοὺς καὶ μηκ̣ε´̣τ̣ι̣ ματαίως ἐπικαλῶνται τὸν Θεὸν πατέρα· ο̣ὕτως ἀκούομεν και`̣ ······ "6Οὐδεὶς λέγει Κύριον Ἰησοῦν εἰ μὴ ἐν Πνεύματι α῾̣γίῳ"6, τοῦτο δὲ οὐχ ὑπ̣α´̣ρ̣χ̣ε̣ι̣ τοῖς κατὰ μόνην τὴν προφορὰν του῀̣τ̣ο λέγουσιν καὶ ματ̣α̣ι´̣ω̣ς̣. ῾Ο̣ οὖν Ἀβρὰμ τὴν οἰκοδομὴν τοῦ ἐξ ἀρ̣ετῶν θυσια- στηρίου τ̣ῳ῀̣ Κυρίῳ καὶ δι' αὐτὸν καὶ οὐ δι' ἄλλον ἐποιεῖτο. χιι, 9. Καὶ ἐπῇρεν Ἀβρὰμ καὶ πορευθεὶς ἐστρατο- πέδευσεν ἐν τῇ ε᾿̣ρ̣η´̣μ̣ῳ̣. Τοῦ ῥητοῦ οὐκ ἀδήλου ὄντος, λεκτέον τὸ πρὸς διάνοιαν. Κ̣ἀ`̣ν̣ γ̣α`̣ρ̣ τ̣ε´̣λειός τις ᾖ, οὐκ ἀπαλλάττεται τῶν πολεμούντων, κἂν ἐ´̣τ̣ι̣ ν̣ήπιος καθὼς Κορίνθιοι, οἷς ἐπιστέλλων Παῦλός φησιν· "6Πει̣ρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ ὁ Θεός, ὃς ο̣ὐκ ε᾿̣άσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ σὺν τῷ πειρα̣σ̣μ̣ῳ῀̣ ποιήσει τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν"6. Ἐφεσίοις δὲ ὡς ἤδη τελείοις ἐπιστέλλει καὶ ἑαυτὸν ἀριθμῶν· "6Οὐ γάρ ἐστ̣ιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα"6· οὐ λέγει "3οὐ γέγονεν"3, ἀλλ' "6οὐκ ἔστιν ἡμῖν ἡ πάλη"6· γέγονεν γάρ ποτε, ὅτε ὑπετίθετο ἑαυτὸν σάρκινον εἶναι πεπραμένον ὑπὸ τὴν ἁμαρτίαν, σημαίνων τοὺς ἐν τοιαύτη καταστάσει, οἷς καὶ δέον ἐστὶν λέγειν ὡς αὐτὸς γράφει· "6Ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι"6. Ἔχει δὲ τὴν μάχην χρώμενος ὅπλοις ἐπουρανίοις ᾗ πρὸς πνευματικὰ ἐπουράνια. Τελείου οὖν ἐστιν τὸ πολεμεῖν καθὰ καὶ Ἀβρὰμ ἐπιστὰς τῷ οἴκῳ τοῦ Θεοῦ κατὰ τὰ ἀποδοθέντα, κατ' αὐτὸ καὶ αὐτὸς γινόμενος καθὰ εἴρηται· "6Οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος Σιών"6. Τηλικοῦτος οὖν γεγενημένος, ἐπιστάμενος ὅτι οὐκ ἀφέξεται αὐτοῦ ἡ ἐναντία φάλαγξ, ἐστρα<το>πέδευσεν, ὥσπερ ὁ Ἰακὼβ μέλλων τῷ Ἠσαύ, μεγάλῳ πολεμίῳ ὄντι καὶ φθονοῦντι αὐτῷ, συντυγχάνειν, "6εἶδεν παρεμβολὴν Θεοῦ"6· ἔδει γὰρ τὸν Θεὸν παρα- σκευάζοντα εἰς ἀνδρείαν τὸν ἀθλητὴν δεῖξαι αὐτῷ ὅτι ἔχει τοὺς συμμαχοῦντας. Καὶ Ἐλισαῖος δὲ μέλλων πορθεῖ- σθαι ὑπὸ τοῦ τῆς Συρίας βασιλέως εἶχεν περὶ ἑαυτὸν θεῖον στρατόπεδον, ὅπερ ἀγνοοῦν τὸ παιδάριον τοῦ προφήτου πεφόβηται, ὕστερον ἐκ τῆς ἀποκαλύψεως τῶν ὀφθαλμῶν αὐτοῦ θαρσήσας. 225 Εὐ῀̣ δὲ καὶ τὸ "6ἐν τῇ ἐρήμῳ"6 ἐστρατοπεδευκέναι. Οὕτω γοῦν καὶ ὁ Σωτὴρ ἐν ἐρήμῳ πειράζεται· καὶ ἐν Ἠσαΐᾳ ἔχεις· "6Ὡς καταιγὶς δι' ἐρήμου διέλθοι ἐξ ἐρήμου ἐρχομένη ἐκ γῆς"6, ἅπερ δηλοῖ πειρασμόν. Ἐστρα- <το>πέδευσεν οὖν ὁ Ἀβρὰμ "6ἐν τῇ ἐρήμῳ"6· ἔξω πόλεων γὰρ ὡς ἐπὶ τὸ πλεῖστον οἱ πειρασμοὶ <ἔ>τυχον διὰ τὸ ἀβοηθήτους αὐτοὺς εὑρίσκεσθαι ἐκ τῶν ὁμοίων ἀνθρώπων· "6Ἀδελφὸς γὰρ ὑπὸ ἀδελφοῦ βοηθούμενος ὡς πόλις ὀχυρά"6. Καὶ ὁ Σωτὴρ οὖν, ὡς πρόειπον, ἐν ἐρήμῳ πειράζεται, ἵν' ᾖ τὸ λεγόμενον τοιοῦτον· ἡ εἰς πειρασμὸν ἐρχομένη ψυχὴ ὥσπερ ἔρημον ἑαυτὴν ὁρᾷ συμμαχίας, Θεοῦ τοῦτο οἰκονομικῶς ποιοῦντος· εἰ γὰρ προαπεκάλυπτεν αὐτοῖς τὴν ἔκβασιν καὶ ὅτι νικήσουσιν τὸν πειρασμόν, οὐ μέγα [ἦν] τὸ ἀνυσμένον· οὐδὲ γὰρ εὐχὴν ἀνέπεμπον οὐδ' ἄλλο τι ἐποίουν. ∆είκνυται δὲ