1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

91

αὐτοῖς πάλιν ὅτι καὶ συμμαχεῖ Θεός, ἵνα μηδ' οὕτως ἀποκακήσωσιν. Καὶ οὕτω μὲν ἀνθρώποις, τῷ δὲ Σωτῆρι μετὰ τὸν πειρασμὸν φαίνονται ἄγγελοι, καὶ ταῦτα πρὸς διακονίαν, ἵνα μὴ οἱ ἐθελόκακοι, πρὸ τούτου φανέντων τῶν ἀγγέλων, εἴπωσιν ὅτι ἀγγέλων ἡ νίκη. Τίς [δ]ε`̣ ἡ διακονία τῶν ἀγγέλων ἢ ἡ παράθεσις τῶν ψυχῶν τῶν πειθομένων Θεῷ; Οὐδὲ γὰρ βοηθείας ἕνεκα παρῆσαν. Καὶ τῷ Πέτρῳ γοῦν ἐπιτιμᾷ διὰ τὸ ἐθέλειν ὑπερπολεμεῖν αὐτοῦ λέγων· "6Ἢ δοκεῖς ὅτι οὐκ ἐδυνάμην παρακαλέσαι τὸν Πατέρα μου καὶ ἔδωκεν ἄν μοι πλείους δώδεκα λεγιώνων ἀγγέλων;"6 Οὕτως οὐ δέεται συμμαχίας. χιι, 10. Καὶ ἐγένετο λιμὸς ἐπὶ τῆς γῆς· καὶ κατέβη Ἀβρὰμ εἰς Αἴγυπτον παροικῆσαι ἐκεῖ, ὅτι ἐνίσχυσεν λιμὸς ἐπὶ τῆς γῆς. Σαφὲς μὲν τὸ τοῦ ῥητοῦ· τὸ δὲ πρὸς διάνοιαν τοῦτό ἐστιν. Οἱ σοφοὶ τοῦ Θεοῦ ἀνωτέρω τῆς γῆς εἰσιν, οὐκ ὄντες αὐτῆς· ἐν ταύτῃ οὖν λιμὸς γέγονεν· τοῖς τὰ ἐπί- γεια γὰρ φρονοῦσιν λιμὸς τοῦ ἀκοῦσαι λόγον Κυρίου πολλάκις συμβαίνει, ἐὰν τούτου ὦσιν ἄξιοι, ὕστερόν ποτε τούτου πάλιν ἀποδιδομένου. Ταύτῃ τοι καὶ ὁ Ἀβρὰμ εἰς Αἴγυπτον "6παροικῆσαι"6, οὐ κατοικῆσαι, ἔρχεται συγκαταβαίνων τοῖς τὴν λιμὸν παθοῦσιν, οὐκ οἰκῆσαι ἐκεῖ· καὶ γὰρ οἱ ἀμφὶ τὸν ∆ανιὴλ οὐ δ̣ι' ἁμαρτήματα γεγένηνται ἐν Βαβυλῶνι, ἀλλ' ἵνα βοηθῶσιν τοῖς ἐκεῖ διὰ ἁμαρτήματα μετοικισθ[εῖ]σιν. Φείδεται γὰρ Θεὸς τῶν ἁμαρτανόντων εἰς ὅσον ἐνδέχεται 226 [αὐ]τοὺς μετανοῆσαι. Καὶ ὥσπερ ἰατροὶ πέμπονται ἐνθὰ πολλὴ βλάβη ἐστὶν ἢ νόσος οὐχ ἵνα αὐτοὶ κοινωνήσωσιν νόσῳ ἀλλ' ἵνα ἰάσωνται τοὺς νοσοῦντας, οὕτως οἱ ἅγιοι ἐγίνοντο εἰς τὴν σύγχυσιν καὶ εἰς τὴν Βαβυλῶνα οὐ κάτοικοι ὄντες· οὐδὲν γὰρ ἄξιον αὐτῆς ἐκέκτηντο, ὅπερ ἴδιον τῶν κατοικούντων. χιι, 11-13. Ἐγένετο δέ, ἡνίκα ἤγγισεν Ἀβρὰμ εἰσελθεῖν εἰς Αἴγυπτον, εἶπεν Ἀβρὰμ Σάρᾳ τῇ γυναικὶ αὐτοῦ· Γινώσκω ἐγὼ ὅτι γυνὴ εὐπρόσωπος εἶ· ἔσται οὖν ὡς ἂν ἴδωσίν σε οἱ Αἰγύπτιοι, ἐροῦσιν ὅτι γυνὴ αὐτοῦ αὐτή, καὶ ἀποκτενοῦσίν με, σὲ δὲ περιποιήσονται· εἰπὸν οὖν ὅτι ἀδελφὴ αὐτοῦ εἰμι, ὅπως ἂν εὖ μοι γένηται διὰ σέ, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν σοῦ. Πρὸς τὸ ῥητὸν ἁρμόζεται μετὰ συνέσεως πρὸς τὴν τῶν Αἰγυπτίων φιληδονίαν πιστεύων ὅτι ἐξαγαγὼν αὐτὸν ἐκ τῆς ἰδίας γῆς Θεὸς οὐ περιόψεται αὐτοῦ τὸν γάμον, ὑποβάλλει δὲ αὐτῇ λέγειν πρὸς αὐτοὺς ὅτι ἀδελφὴ αὐτοῦ ἐστιν, ἵνα, τούτου πρώτου καὶ μόνου λεγομένου, μὴ δέξωνται ἔννοιαν ὡς γυναικὸς αὐτοῦ αὐτῆς ὑπαρχούσης, ἀπατῶν αὐτοὺς διὰ τούτου. Ἦν γὰρ καὶ ἐν Αἰγύπτῳ ἀδελφογαμία καὶ ἐν τῇ αὐτοῦ γῇ, ὡς ὕστερον εἶπεν· "6Καὶ γὰρ ἀληθῶς ἀδελφή μού ἐστιν"6· ἀπάτην οὖν αὐτοὺς σοφὴν ἀπατᾷ τοῦτο μόνον καὶ πρῶτον λέγειν ὑποβαλ- λομένη. Σῳζομένων γὰρ εἰκὸς τῶν κατὰ μοιχείας νόμων παρ' Αἰγυπτίοις, ἐλογίζετο ὁ Ἀβρὰμ ὅτι, ἵνα μὴ δόξωσιν εἶναι μοιχοί, δολοφονήσουσιν αὐτόν. Ταῦτα μὲν οὖν τοῦ ῥητοῦ χάριν· πρὸς δὲ διάνοιαν οἱ ἀπὸ ἀρετῆς εἰς κακίαν ἐρχόμενοι κατιέναι εἰς τὴν Αἴγυπτον λέγονται· εἴρηται γοῦν πολλάκις· "6Οὐαὶ οἱ καταβαί- νοντες εἰς Αἴγυπτον"6. Ἐνταῦθα οὐ "3κατέβη"3 [π]ρόκειται, ἀλλ' εἰσῆλθεν· ἡ γὰρ τούτου κατάβασις εἴσοδός ἐστιν. 227 Συγκαταβαίνει γὰρ πᾶς σπουδαῖος τοῖς σφαλλομένοις οὐ σφαλλόμενος ἀλλὰ μετάγων αὐτοὺς τοῦ σφάλματος· καὶ ὥσπερ γίνεται Ἰουδαίοις Ἰουδαῖος οὐκ ὢν Ἰουδαῖος,καὶ ἀνόμοις ἄνομος οὐκ ὢν ἄνομος, οὕτω γίνεταί τις εἰς Αἴγυπτον οὐκ αἰγυπτιάζων. ∆ιὸ ἄλλοι καταβαινέτωσαν ἐκεῖ, αὐτὸς δὲ εἰσέρχεται· οὐ γὰρ κακία αὐτῶν κατήνεγκεν, ἀλλ' οἰκονομία τις ἐκτελουμένη. Εἰσέρχεται ὁ ἐνάρετος εἰς Αἴγυπτον πολλάκις χρώμενος ἀλλοτρίᾳ παιδεύσει, ἵν' ἐξ αὐτῆς τι χρήσιμον κατασκευάσῃ, καθὰ καὶ Παῦλος ὁ μακάριος πεποίηκεν φάσκων τὸ ἀπὸ Ἀράτου "6Τοῦ γὰρ καὶ γένος ἐσμέν"6, ἵνα τὰ ἑξῆς ποιήσῃ, καὶ τὸ "6Ἀγνώστῳ Θεῷ"6 καὶ τὸ "6Κρῆτες ἀεὶ ψεῦσται"6· οὕτω δὲ καὶ παραινεῖ πᾶν νόημα αἰχμαλωτίζεσθαι εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Εἰσελθών, καθὰ εἴπομεν, εἰς Αἴγυπτον τῇ ἀρετῇ ὑποτάσσεταί τινα, ἵνα εἴπῃ ὅτι γυνὴ αὐτοῦ ἐστιν· ὁ γὰρ