1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

92

σπουδαῖος καὶ τέλειος οὐκ ἀποκληρωτικῶς ἑαυτοῦ τὴν ἀρετὴν εἶναί φησιν τοῖς ὑποδεεστέροις, ἵνα μὴ φθόνον αὐτοῖς εἰσαγάγῃ, ἀδελφὴν δὲ ἑαυτοῦ αὐτὴν εἶναί φησιν τὰ δευτερεῖα πρὸς ἕνωσιν τὴν πρὸς ἀρετὴν ἑαυτοῦ διδούς, ἵνα συγκατέλθῃ τοῖς ἀσθενέσιν, οὕτω τε ποθήσωσιν αὐτὴν ὡς κοινῇ ἐκκειμένην δέξεσθαι. Πολλάκις γοῦν ἐπιστῆσαί τινα βουλόμενοι κοινοποιοῦμεν τὰ θεωρήματα οἷον τὰ περὶ προνοίας, ἵν' οὕτω μετὰ τοῦτο καὶ δέξηται ἑαυτῷ αὐτήν. Ἡ εὐαγγελικὴ οὖν διδασκαλία ἀστὴ γαμετὴ τοῦ σπουδαίου ἐστίν· ταύτην δὲ οὐχ ἁρπάζει, εἰ καὶ ἐν τοῖς τελείοις αὐτὴν λαλεῖ, ἀλλὰ κοινοποιεῖται πᾶσιν ταύτην, καθάπερ Παῦλος λέγων· "6Θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν"6· τοιοῦτοι γὰρ γεγενημένοι γνώσονται ὅτι τοῦ τελείου σύζυγός ἐστιν αὕτη ἡ παίδευσις· "6Ἡ σοφία"6 γὰρ "6τίκτει ἀνδρὶ φρόνησιν"6, καὶ ἐγώ, φησὶν ὁ τέλειος, "6ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς"6, σοφίας δηλονότι· ὁ σόφος δὲ τῶν ἑαυτοῦ πᾶσιν μεταδοῦναι βούλεται· οὕτω γὰρ οὐδὲ φθονήσουσιν. χιι, 14-16. Ἐγένετο δέ, ἡνίκα εἰσῆλθεν ὁ Ἀβρὰμ εἰς 228 Αἴγυπτον, ἰδόντες οἱ Αἰγύπτιοι τὴν γυναῖκα ὅτι καλὴ εἴη σφόδρα, καὶ εἶδον αὐτὴν οἱ ἄρχοντες Φαραώ, καὶ ἐπῄνεσαν αὐτὴν πρὸς Φαραώ, καὶ εἰσήγαγον αὐτὴν εἰς τὸν οἶκον Φαραώ· καὶ τῷ Ἀβρὰμ εὖ ἐχρήσαντο δι' αὐτήν, καὶ ἐγένετο αὐτῷ πρόβατα καὶ μόσχοι καὶ ὄνοι καὶ παῖδες καὶ παιδίσκαι <καὶ> ἡμίονοι καὶ κάμηλοι. Τὸ συνετὸν βούλευμα τοῦ πατριάρχου οὐκ ἠστόχησεν· οὔτε γὰρ ἐπεβουλεύθη, ἀλλὰ καὶ ὁδός τις γίνεται τοῦ μὴ διαφθαρῆναι τὸν γάμον τοῦ ὁσίου· οὐδὲ γὰρ ὡς πρὸς ἠμελημένην ἐπεπήδησαν Αἰγύπτιοι· ἀλλὰ γὰρ οἱ ἄρχοντες θεασάμενοι τῷ βασιλεῖ χάριν κατατιθέμενοι προσήγαγον αὐτὴν ὡς δῶρον αὐτῷ, οὕτω τε συμβέβηκεν τὸ καὶ καλῶς αὐτοὺς τῷ Ἀβρὰμ δι' αὐτὴν χρήσασθαι. Εἰσέρχεται τοίνυν εἰς Αἴγυπτον ὁ Ἀβρὰμ κατὰ τὸν ἀλληγορίας τρόπον ὡς τέλειος πρὸς ἀτελεῖς, ἵν' ὠφελη- θῶσιν, ἁρμοζόμενος, ἔχων τὴν ἀρετήν, ὡς προείρηται, οὐχ ὡς ἀποκληρωτικῶς αὐτῷ προσοῦσαν, ἀλλ' ἅπασιν αὐτὴν ὑποδεικνὺς ὡς ἀδελφὴν συγκατιών, ἵν' οὕτω δυνηθῶσιν θεασάμενοι ἀγαπῆσαι αὐτήν. Παρατήρει δὲ ὅτι οἱ ἄρχοντες αὐτὴν εἶδον· ἔστιν γὰρ καὶ ἐν τῷ τάγματι τῶν κατὰ ἀλληγορίαν Αἰγυπτίων καθαριότεροί τινες οἳ καὶ πολλὴν ἔχουσιν ἐπιτηδειότητα πρὸς τὸ θεάσασθαι τὴν ἀρετήν. Οὗτοι δὲ οὐκ ἄχρι μόνον τοῦ θεάσασθαι γεγένηνται, ἀλλὰ καὶ εἰσήγαγον αὐτὴν πρὸς τὸν ἄρχοντα ἑαυτῶν, τοῦτ' ἔστιν τὸν ἡγεμονεύοντα αὐτῶν λόγον μετὰ τοῦ ἐπαινεῖν αὐτήν· οὗτος γὰρ ὁ σκοπὸς ἦν τοῦ ἁγίου Ἀβρὰμ εὐαγώγως αὐτοὺς *** 229 <χῃ, 12. Περὶ δὲ ἡλίου δυσμὰς ἔκστασις ἐπέπεσε τῷ Ἀβράμ, καὶ ἰδοὺ φόβος σκοτεινὸς μέγας ἐπιπίπτει αὐτῷ.> 230 <Ὁ δὲ Ἀβρὰμ> ὡς θεῖα θεάματα θεωρῶν ἐφοβήθη φόβον προσήκοντα τελείῳ. Παρατήρει δὲ ὅτι περὶ ἡλίου δυσμὰς ἔκστασις ἐπ' αὐτὸν ἐπέπεσεν, προκοπὴν σημαίνοντος τοῦ λόγου διὰ τοῦ παρεληλυθέναι αὐτῷ τὴν τῆς παρούσης καταστάσεως ἡμέραν, ἵν' ἄλλη αὐτὸν προκοπὴ διαδέξηται εὐλογίας ἐπ' αὐτὸν φθανούσης, καθ' ἣν εἴρηται· "6Μακρότητι ἡμερῶν ἐμπλήσω αὐτόν"6, οὐ πάντως πολυχρονιότητα αὐτῷ ἐπαγγελλόμενος, ἀλλὰ δῆλον ὡς φωτισμῶν προκοπάς. "6Ἔκστασις"6 οὖν ἐπι<πί>πτει αὐτῷ, ἔκ<σ>τασις δὲ οὐχ ἡ παραφροσύνῃ ὁμοία, ἀλλ' ὁ θαυμασμὸς καὶ τὸ μεταστῆναι ἀπὸ τῶν ὁρατῶν ἐπὶ τὰ ἀόρατα. Λέγει γοῦν ὁ ἀπόστολος· "6Εἴτε γὰρ ἐξέστημεν Θεῷ, εἴτε σωφρο- νοῦμεν ὑμῖν"6, οὐ τόδε δηλῶν ὅτι Θεῷ ἐμάνημεν, ἀλλ' ὅτι, κἂν ἔξω τῶν ἀνθρωπίνων διὰ θεωρίαν γενώμεθα, Θεῷ τοῦτο ποιοῦμεν, καθὰ καὶ ∆αυίδ φησιν· "6Ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης"6· ἐκστὰς γὰρ καὶ γενόμενος θεὸς λέγει περὶ τῶν ἀνθρώπων ὅτι ψεῦσταί εἰσιν, αὐτὸς οὐκέτι ἄνθρωπος ὑπάρχων διὰ τὴν τοῦ ἁγίου πνεύματος κοινωνίαν, ἀλλ' ἄλλος ἐκείνων τυγχάνων, περὶ ὧν εἴρηται· "6Ὅπου γὰρ ἔρις καὶ ζῆλος ἐν ὑμῖν, οὐχὶ ἄνθρωποί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;"6 Ἐκστάντος οὖν τοῦ Ἀβράμ, σκοτεινὸς φόβος