1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

97

Σάρα· Ἀδικοῦμαι ἐκ σοῦ· ἐγὼ ἔδωκα τὴν παιδίσκην̣ μ̣ο̣υ̣ εἰς τὸν κόλπον σου· ἰδοῦσα δὲ ὅτι ἐν γαστρὶ ἔχει ἠτιμάσθην ἐνα̣ντίον αὐτῆς· κρίναι ὁ Θεὸς ἀνάμεσον ἐμοῦ καὶ σοῦ. Τὸ "6ἐκ σοῦ"6 διττόν, ἤτοι "3ἀπὸ σοῦ"3 ἢ "3ἀφ' οὗ"3, ἵν' ᾖ ἐπὶ μὲν τοῦ "3ἀπὸ σοῦ"3 οὑ´̣τ̣ω̣ς̣· ὅταν τις τῆς ἀρετῆς χάριν καὶ τῆς τελείας σοφίας προπαιδεύμ̣α̣σιν ἐθέλων χρῆσθαι καταμένῃ ἐν τούτοις τρόπον τινὰ ἀδικ̣ε̣ι῀̣ τὴν ἀρετὴν οὐκ εἰς τὸ δέον τοῖς πρὸ αὐτῆς κεχρημένος, καὶ τὸ "3α᾿̣φ' οὗ"3 δὲ τὴν αὐτὴν δέξεται διάνοιαν, μόνης διαφορᾶς τῆς προει- ρημένης τυγχανούσης, ὅ<τι> καὶ τῷ ὄντι ἀτιμάζει τὴν ἀρετὴν ὁ τεκνῶσαι ἐκ τῆς εἰσαγωγῆς μόνης σπεύδων καὶ τοῦτο τέλος τιθέμενος. Πρόσ<σ>χες δὲ καὶ τῷ "6ἐναντίον αὐτῆς"6· οὐ γὰρ ἁπλῶς ἠτιμάσθη ἡ ἀρετὴ ἀλλ' "6ἐναντίον αὐτῆς"6· ὅτε γάρ τις τοῖς προπαιδεύμασιν κεχρημένος διὰ τὴν τελείαν σοφίαν ἔξω τῆς χρείας γίνεται, ἀτιμάζει ἐν αὑτῷ τὴν ἀρετήν. Τὸ δὲ "6κρίναι ὁ Θεὸς ἀνάμεσον ἐμοῦ καὶ σοῦ"6 εἴποι μὲν ἄν τις κατὰ τὸ ῥητὸν ὡς ἀπὸ ἀνθρω- πίνου τινὸς κινήματος ἐγγεγενημένου ἐν αὐτῇ εἰρῆσθαι, πρὸς δὲ διάνοιαν ἑπομ̣ε´̣νως τοῖς φθάσασιν λεχθείη πρὸς τὸν καταμείναντα τῷ εἰσαγωγ̣ι̣κ̣ῷ χαρακτῆρι, ὅτι οὐ 241 παρ' ἐμὲ οὐκ ἐτέκνωσας τὰ τέλεια α᾿̣λλὰ παρα`̣ τὸ ἔτι ἐν ἐκείνοις παραμένειν. χῃι, 6. Εἶπεν δὲ Ἀβρὰμ πρὸς <Σ>άραν· Ἰδοὺ ἡ παιδίσκη σου ἐν ταῖς χερσίν σου· χρῶ αὐτῇ ὡς ἄν σοι ἀρεστὸν ᾖ. Ἀπάθειαν μὲν ὡς πρὸς τὸ ῥητὸν εἰσάγει ὁ λόγος τοῦ πατριάρχου καὶ παρὰ τῆς γυναικὸς τὴν παιδίσκην δεξα- μένου οὐχ ἡδονὴν θη̣ρῶντος καὶ νῦν εἴκοντος αὐτῇ καὶ ἀφισταμένου ὅτε καὶ βούλεται· πρὸς δὲ ἀναγωγὴν ὁ σπουδαῖος, κἂν τῇ εἰσαγωγῇ καταμένῃ, καὶ μ̣ὴ τέλεον τῆς ἀρετῆς ἀλλοτριωθεὶς δέχεται ἀσμένως τὸν παρὰ ταύτης ἔλεγχον καὶ θᾶττον μεταστὰς ἀπὸ τῶν μικρῶν ὥσπερ ὑποτάττων ἑαυτὸν αὐτῇ κατὰ τὰς ἐκείνης ὑφηγή- σεις χρῆται τοῖς προγυμνάσμασιν ἐκείνῃ τὸ κῦρος ἀνάπτων. Ἅτε γ̣ὰρ πρὸς τὸν τῆς ἀρετῆς σκοπὸν ἅπαντα καὶ λέγειν καὶ πράττειν καὶ διανοεῖσθαι προθυμούμενος τὰς παρ' ἐκείνης διορθώσεις ἑτοιμότατα δέχεται. χῃι, 6. Καὶ ἐκάκωσεν αὐτὴν Σάρα καὶ ἀπέδρα ἀπὸ προσώπου αὐτῆς. Κάκωσις τῆς παιδίσκης, ἣν ἀνήγομεν εἰς τὰ προ- γυμνάσματα, τυγχάνει, ἣ τρόπον τινὰ κατάργησίς ἐστιν αὐτῶν. Τούτων γὰρ ὁ ἐπὶ τ[ὴ]ν̣ τελειότητα ἐπειγόμενος οὐκέτι δέεται. ∆ιά τοι τοῦτο εἰκο´̣τως ἀποδιδράσκει· οὐ γὰρ ἔτι ὑπομένει τὰ εἰσαγωγικὰ προ[κο]πῆς ἐγγενομένης καὶ τελειότητος. χῃι, 7-8. Εὗρεν δὲ αὐτὴν ἄγγελος Κυρίου τοῦ Θεοῦ ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος ἐν τῇ ἐρήμῳ ἐπὶ τῆς πηγῆς ἐν τῇ ὁδῷ Σούρ. Καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου· Ἁγὰρ παιδίσκη Σάρας, πόθεν ἔρχῃ καὶ ποῦ πορεύῃ; Καὶ εἶπεν· Ἀπὸ προσώπου Σάρας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω. Ἐκ τούτων ἔστιν καὶ τὴν ἀρετὴν τῆς Ἁγὰρ συνιδεῖν καὶ γνῶναι ὡς οὐκ εὐκαταφρόνητος αὐτή, ἀγγέλου αὐτῇ συνομιλοῦντος καὶ τιθεμένου τὴν περὶ αὐτη῀̣ς̣ κηδεμονίαν 242 οὐκ ἐν παρέργῳ· δῆλον γὰρ ὡς κ̣α̣τ̣α`̣ Θεοῦ βούλησιν ··· ··· ··· ··· ··· ··· Οὐκ ἀπεικὸς δὲ ταύτην εἶνα̣ι̣ σπουδαίαν ω῾̣ς̣ α̣ι῾̣ρ̣ε̣θ̣ε̣ι῀̣σ̣α̣ν̣ ὑπὸ Σάρα̣ς̣ τῆς ἁγίας εἰς σ̣υ̣ν̣ο̣ι´̣κησιν Ἀβράμ. Καὶ τὸ εὔγνωμον δε`̣ αυ᾿̣τ̣η῀̣ς̣ παρίσταται ἐκ τοῦ λέγειν "6ἀπὸ προσώπου Σα´̣ρ̣α̣ς τῆς̣ κ̣υρίας μου ἐγὼ ἀποδιδράσκω"6 οὐδὲν φαῦλον περὶ αυ᾿̣τ̣η῀̣ς̣ ··· ··· ··· · απ··· ·θεν··ς̣ ἀποδιδράσκων ποιεῖν καὶ τὰ ··· ··· ·· τατ··· ··· · ε᾿̣ν τοῖς προειρημένοις ἐτίθετο εἶναι ἡ Σάρα ἡ ἀρετὴ καὶ ἡ πνευματικὴ τ̣ω῀̣ν γραφῶν νόησις, ἡ δὲ Ἁγὰρ ἡ εἰσαγ̣ω̣γικὴ καὶ σκιώδης. Ὁ προσερχόμενος τοίνυν τῇ θείᾳ παιδεύσε̣ι̣ οὕτως αὐτῇ προσέχ̣εσθαι ὀφείλει ὡς νοῆσαι αὐτη`̣ν κατὰ γράμμα καὶ πνεῦμα ὁδῷ καὶ τάξει χωροῦντα. ∆εῖ οὖν τεκνῷ Σάρας τῆς εἰσαγωγῆς, ἵν' οὕτως ἐπὶ τὰ τελειότερα φθάσῃ καθὰ καὶ οἱ Ἰσραηλῖται περὶ ὧν εἴρηται "6ὅτι πρῶτοι ἐπιστεύθησαν τὰ λόγια τοῦ Θεοῦ"6, ἅπερ δέδονται μέχρι καιροῦ διορθώσεως. Οὐδει`̣ς̣ γ̣α`̣ρ̣ καταμένων ἐν τῷ γράμματι ἢ τῇ εἰσαγωγῇ αὐτῆς σοφίας ἀντιποιούμενός ε᾿̣σ̣τ̣ι̣ν̣. Οὗτος οὖν ὁ τῆς σοφίας ἐραστὴς εἰ τοῖς εἰσαγωγικοῖς χρώμενος παραμένοι τούτοις, τρόπον τινὰ ἀτιμάζει τὴν ἀρετήν· εἰ δ' ἀνανήψοι, ἀπω- θεῖται μὲν τὴν εἰσαγωγικὴν ἀγωγὴν ὡς