1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

99

Κύριος τῇ ταπεινώσει σου. Μέγα τι κατ̣' ἐκεῖνον τὸν χρόνον ἡ τεκνογονία ἐνο- μίζετο ··· ···μεν κα··· ··· ··· ·ν ἀν̣θρώπων, τοῦτο δὲ καὶ μήπ̣ω̣ τῆς παρθενείας καὶ τῆς περὶ ἀρετῆς διδα- σκαλίας ἰσχυούσης ἐν ἀνθρώποις· δι̣όπ̣ερ καὶ εὐχὰς ἐπὶ τούτου ἐποιοῦντο καὶ ἐν εὐλογίας μέρει τὰ τοιαῦτα ἐλογί- ζοντο. Καὶ ταῦτα μὲν ἕνεκα τῆς ἐμφάσεως τοῦ ῥητοῦ ἐλέχθη· τὰ δὲ πρὸς διάνοιαν εἴη ἂν τοιαῦτα. "3Ὁ ἤδη ἐναρχόμενος τῆς κατὰ Θεὸν παιδεύσεως καὶ ἐν τοῖς εἰσαγωγικοῖς υ῾̣πάρχων καθάπερ κυοφορῶν τὰ εἰς τοῦτο ορωντα·υ··· ···αμφιλος τις ὑπάρχων εἰ ὅλως απ··· ··· ··· ··· ··· ···σει ὅμως ἐπαγγελία τοῦ διδασκαλικοῦ λόγου γίνεται οὕτ̣ω ὅτι τέξεται· ἀγχινοίᾳ γὰρ πολλάκις οἱ διδάσκοντες τὰς ἐπιβολὰς τῶν μαθητευομένων ἴσασιν καὶ τὰς εὐφυί¨̣α̣ς αὐτῶν οὐκ ἀγνοοῦσιν. Ὅτι δὲ τὸ γαστρὸς ἄδηλ̣ο´̣ν̣ ἐστιν, ἔστιν ἀπὸ εὐαγγελικοῦ μαθεῖν, λέγοντος τοῦ Σωτῆρος· "6Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐκείνῃ τῇ ἡμέρᾳ"6. Καὶ γὰρ τοιαῦται ἕξεις ἀβέβαιοι ἐπιστάντος πειρασμοῦ. ∆ιὰ τοῦτο λόγος τοὺς τοιούτους ἀπογαλακτίζεσθαι βουλόμενός. φησιν· "6Οἱ ἀπογεγαλακτισμένοι ἀπὸ <γαλακτός, οἱ ἀπεσπασμένοι ἀπὸ> μαστοῦ, θλῖψιν ἐπὶ θλίψει προσδέχου ἐλπίδα ἐπ' ἐλπίδι"6· ὡς γὰρ λοιπὸν ἐν βεβαιότητ̣ι̣ ε᾿̣ν̣στάντες θλῖψιν ἐπὶ θλίψει προσδέχονται. Ἀτελεῖς δὲ εἰσὶν π̣ερὶ ὧν λέγει Παῦλος· "6Γάλα ὑμᾶς ἐπότισα οὐ βρῶμα· οὔπω γὰρ <ἐ>δύνασθε, ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε̣"6. Κατεπαγ̣[γέλ]λεται οὖν αὐτῇ τέξεσθαι υἱὸν λέγων ὅτι "6καλέσεις τὸ ὄ[νο]μα αὐτοῦ Ἰσμαήλ"6. 246 χῃι, 12. Οὗτος ἔσται ἄγροικος ἄνθρωπος. Κατὰ πλείονας τρόπους διαστέλλεται ἀπὸ τοῦ σπουδαίου καὶ σοφοῦ καὶ πολιτικοῦ ὁ μὴ τοιοῦτος. Λέγομεν οὖν ὡς πρὸς πολίτην καὶ ἐπιστήμονα ἰδιώτην καὶ ἄγροικον καὶ ὡς πρὸς μεμαθηκότα καὶ πεπαιδευμένον ἀμαθῆ καὶ ἀρτιμαθῆ. Ἐπεὶ τοίνυν τὸ γέννημα τῆς ἀρετῆς πολιτεία ἐστὶν νόμιμος, ὁ μὴ πολιτείᾳ κ̣α̣τ̣α`̣ τὴν πόλιν τοῦ Θεοῦ τοῦ ζῶντος τὴν ἐπουράνιον βιῶν ἄγροικός ἐσ̣τι̣ν, ·α·· ε᾿̣λλειπόμενος ἐκείνης τῆς καταστάσεως ἀγρὸν οἰκει῀̣ οὔπω πόλιν. Εὖ δὲ καὶ τὸ μὴ μόνον ἄγροικον ἀλλὰ καὶ ἄνθρωπον αὐτὸν εἰπεῖν· οὔπω γὰρ μετουσία Θεοῦ λόγου γίνεται τῷ νῦν ἀρχομένῳ ἀλλὰ μετὰ τὸ προκόψαι, -ἐκείνους γὰρ θεοὺς εἶπεν, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, -καὶ οὕτως ἔσται πολίτης τῆς ἐπουρανίου πόλεως· περὶ γὰρ τῶν τοιούτων λέγεται πρὸς τοῦ σοφοῦ Παύλου πρὸς Ἑβ̣ρ̣α̣ι´̣ο̣υ̣ς̣ τ̣α̣υ῀̣τα· Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος Ἰερουσαλὴμ ἐπουρανίῳ, ἐν ταύτῃ ἐγγραφησόμενοι. Λέγει γοῦν ὁ Σωτήρ· "6Μὴ χαίρετε ὅτι τὰ δαιμ̣ο´̣ν̣ι̣α ὑμῖν ὑποτάσ- σεται ἀλλ' ὅτι τὰ ὀνόματα ὑμῶν ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς"6. Καὶ οὐδήπου δεῖ οὕτω λογίζεσθαι ὅτι τὰ ἐκ συλλαβῶν ὀνόματα ἐν τοῖς οὐρανοῖς ἐγγράφονται ἀλλὰ κατὰ τὴν ἀρετὴν ὀνόματα· ταῦτα τοῖς οὐρανοῖς ἀείμνη- στον ἔχει τὴν γραφήν. Καὶ οὗτοι μὲν ἐν οὐρανοῖς ἐγγρά- φονται, οἱ δὲ ἐναντίως διακείμενοι γήι¨̣να φρονοῦντες ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γη̣ΐνων αὐτῶν, εἰκότως τοῦ Ἰερεμίου περὶ αὐτῶν λέγοντος· "6Ἀφε-στηκότες ἐπὶ τῆς γῆς γραφήσονται"6. χῃι, 12-14. Αἱ χεῖρες αὐτοῦ ἐπὶ πάντας καὶ αἱ χεῖρες πάντων ἐπ' αὐτόν, καὶ κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν 247 αὐτοῦ κατοικήσει. Καὶ ἐκάλεσεν Ἁγὰρ τὸ ὄνομα Κυρίου τοῦ λαλοῦντος πρὸς αὐτήν· Σὺ ὁ Θεὸς ὁ ἐπιδών με, ὅτι εἶπεν· Καὶ γὰρ ἐνώπιον εἶδον ὀφθέντα μοι. Ἕνεκεν τούτου ἐκάλεσεν τὸ φρέαρ Φρέαρ οὗ ἐνώπιον εἶδον ἀνὰ μέσον Καδὴς καὶ ἀνὰ μέσον Βάραδ. Ἐν τοῖς προαναγνωσθεῖσιν ἄγγελος ἦν Θεοῦ ὁ πρὸς αὐτὴν λαλ̣ω῀̣ν̣, νῦν δὲ Κύριον καὶ Θεὸν αὐτὸν ὀνομάζει, καὶ ὁ μὴ ἀπαλλάττων αὑτὸν πραγμάτων ἐρεῖ ὅτι ὁ ἄ[γ]γελος οὐκ ἰδίους λόγους διηκόνει ἀλλὰ τοὺς τοῦ Θεοῦ ὡς οἱ πρ[ο]φῆται· τρόπον γάρ τινα καὶ οἱ ἄγγελοι ὅτε διακο- νοῦσιν τὴν ··[···]·ι̣ν καὶ προθεσπίζουσιν τὰ ἐσόμ̣ενα ἔργον προφητῶν ··· ποιοῦσιν ·μ··· ··· ···ν καὶ τὸ ἄγγελος ὄνομα ἐνερ[γεί]α̣ς κ̣αὶ οὐκ οὐσίας ἐστὶν παραστα- τι̣κ̣ὸν ὡς καὶ τὸ προφ··[ ]τη τῇ προσηγορίᾳ ··· ··· ··· [···] ··· ··· ··· ··· ··· ··· ·ων ··ε̣ννου ···· ἄγγελος ··[···] ἄγγελοι ··· ··· ··· ··· ··· ··· τὰ Θεοῦ ἐλάλησεν ὁ ἄγγελος