2
Γραφῶν νοήματα παρατρέχωμεν· τῆς γὰρ ἀπὸ τοῦ Πνεύματος χάριτός ἐστι καὶ ταῦτα· Πνεύματος δὲ χάρις οὐδέποτέ ἐστι μικρὰ καὶ εὐτελὴς, ἀλλὰ μεγάλη καὶ θαυμασία καὶ τῆς τοῦ δεδωκότος ἀξία μεγαλοδωρίας. Μὴ τοίνυν παρέργως ἀκούσωμεν, ἐπεὶ καὶ οἱ τὴν μεταλλικὴν ἕψοντες γῆν, ἐπειδὰν εἰς τὸ χωνευτήριον αὐτὴν ἐμβάλωσιν, οὐχὶ τὰς μάζας τοῦ χρυσοῦ μόνον ἀναιροῦνται, ἀλλὰ καὶ τὰ μικρὰ ψήγματα μετὰ πολλῆς συλλέγουσι τῆς ἀκριβείας. Ἐπεὶ 49.18 οὖν καὶ ἡμεῖς χρυσίον ἕψομεν ἀπὸ τῶν μετάλλων ἀνελόμενοι τῶν ἀποστολικῶν, οὐκ εἰς χωνευτήριον ἐμβάλλοντες, ἀλλ' εἰς τὴν διάνοιαν τῆς ὑμετέρας ψυχῆς καθιέντες, οὐχὶ φλόγα ἀνακαίοντες, ἀλλὰ τὸ πῦρ τοῦ πνεύματος ἀνάπτοντες, μετὰ ἀκριβείας μεγάλης καὶ τὰ μικρὰ ψήγματα ἀναλεγώμεθα. Εἰ γὰρ καὶ βραχεῖα ἡ ῥῆσις, ἀλλὰ πολλὴ ἡ δύναμις· ἐπεὶ καὶ οἱ μαργαρῖται οὐκ ἐν τῷ τοῦ σώματος ὄγκῳ, ἀλλ' ἐν τῷ κάλλει τῆς φύσεως τὴν οἰκείαν εὐπορίαν ἔχουσιν· οὕτω καὶ τῶν θείων Γραφῶν ἡ ἀνάγνωσις. Ἡ μὲν γὰρ ἔξωθεν παίδευσις πολὺν ἀνελίττουσα λῆρον καὶ πολλὴν καταχέουσα τῶν ἀκροατῶν φλυαρίαν, κεναῖς τοὺς ἀκροατὰς ἀποπέμπει χερσὶ, καὶ οὐδὲν οὔτε μέγα οὔτε μικρὸν καρπωσαμένους καλόν· ἡ δὲ τοῦ Πνεύματος χάρις οὐχ οὕτως, ἀλλὰ τοὐναντίον ἅπαν διὰ μικρῶν ῥημάτων πᾶσι τοῖς προσέχουσι φιλοσοφίαν ἐντίθησι· καὶ ἀρκεῖ ῥῆμα πολλάκις ἓν λαβόντας ἐντεῦθεν, πάσης τῆς ζωῆς ἔχειν ἐφόδιον.
βʹ. Ἐπεὶ οὖν τοσοῦτος ὁ πλοῦτος, διεγείρωμεν ἑαυτοὺς, καὶ νηφούσῃ τῇ διανοίᾳ τὰ λεγόμενα ὑποδεξώμεθα· καὶ γὰρ πρὸς πολὺ βάθος τὸν λόγον καθεῖναι παρασκευάζομαι. Πολλοῖς γὰρ καὶ παρέλκειν ἔδοξεν ἡ παραίνεσις αὕτη, καὶ περιττή τις εἶναι· καὶ τοιαῦτα λέγουσι ῥήματα· Οὐκ ἠδύνατο ἀφ' ἑαυτοῦ συνιδεῖν ὁ Τιμόθεος ᾧτινι κεχρῆσθαι ἔδει, ἀλλ' ἀνέμεινε παρὰ τοῦ διδασκάλου μαθεῖν; Εἶτα ὁ διδάσκαλος οὐ μόνον ἐπέταξεν, ἀλλὰ καὶ γράμμασιν ἐναπέθετο, καθάπερ ἐν στήλῃ χαλκῇ, τῇ πρὸς αὐτὸν ἐγκολάψας ἐπιστολῇ· καὶ οὐκ ἠρυθρίασεν ὑπὲρ τοιούτων ἐπιστεῖλαι δημοσίᾳ γράφων τῷ μαθητῇ; Ἵνα οὖν μάθῃς, ὅτι οὐ μόνον οὐ παρέλκει ἡ παραίνεσις, ἀλλὰ καὶ ἀναγκαία καὶ χρησιμωτάτη γέγονε, καὶ οὐχὶ Παύλου ἐστὶ τοῦτο, ἀλλὰ τῆς τοῦ Πνεύματος χάριτος, οὐ τὸ λεχθῆναι μόνον λέγω, ἀλλὰ καὶ τὸ γράμμασιν ἐντεθῆναι, καὶ πᾶσι τοῖς γίνεσθαι μέλλουσι διὰ τῆς ἐπιστολῆς παραδοθῆναι ταύτης, ἐπ' αὐτὴν βαδιοῦμαι λοιπὸν τὴν ἀπόδειξιν. Μετὰ γὰρ τῶν εἰρημένων καὶ ἕτερον τοῦτο οὐκ ἔλαττον διαποροῦσί τινες, ζητοῦντες πρὸς ἑαυτοὺς τίνος ἕνεκεν συνεχώρησεν ὁ Θεὸς ἄνδρα τοσαύτην ἔχοντα παῤῥησίαν, οὗ τὰ ὀστᾶ καὶ τὰ λείψανα δαίμονας ἀπήλαυνεν, ἀῤῥωστίᾳ τοσαύτῃ περιπεσεῖν· οὐ γὰρ ἁπλῶς ἐνόσει, ἀλλ' ἀεὶ, καὶ διηνεκῶς, καὶ ἐπαλλήλοις καὶ συνεχέσιν ἀῤῥωστίαις, καὶ οὐδὲ μικρὸν αὐτῷ παρεχούσαις ἀναπνεῖν. Πόθεν τοῦτο δῆλον; Ἐξ αὐτῶν τῶν τοῦ Παύλου ῥημάτων· οὐ γὰρ εἶπε, ∆ιὰ τὴν ἀσθένειαν, ἀλλὰ ∆ιὰ τὰς ἀσθενείας, καὶ οὐδὲ ἁπλῶς ἀσθενείας, ἀλλὰ τὸ συνεχὲς αὐτῶν δηλῶν ἔλεγε, Τὰς πυκνάς σου ἀσθενείας. Ἀκουέτωσαν ὅσοι μακρᾷ παραδοθέντες νόσῳ δυσανασχετοῦσι καὶ ἀπαγορεύουσιν. Οὐ τοῦτο δέ ἐστι τὸ ζητούμενον μόνον, ὅτι ἅγιος ὢν ἐνόσει, καὶ οὕτως ἐνόσει συνεχῶς, ἀλλ' ὅτι καὶ τὰ κοινὰ τῆς οἰκουμένης ἦν ἐμπεπιστευμένος πράγματα. Εἰ μὲν γὰρ εἷς ἐκείνων ἦν τῶν εἰς τὰς κορυφὰς τῶν ὀρέων ἀνακεχωρηκότων, καὶ τῶν ἐπὶ τῆς ἐρημίας καλύβην πηξαμένων, καὶ τῶν ἀπράγμονα τοῦτον ἀνῃρημένων βίον, οὐκ ἦν οὕτως ἄπορον τὸ ζητούμενον· τὸ δὲ εἰς μέσον προβεβλημένον, καὶ τοσούτων Ἐκκλησιῶν ἐγκεχειρισμένον φροντίδας, καὶ πόλεις ὁλοκλήρους καὶ ἔθνη καὶ τὴν οἰκουμένην ἅπασαν μετὰ τοσαύτης διέποντα προθυμίας τε καὶ σπουδῆς, τῇ τῆς ἀῤῥωστίας ἀνάγκῃ παραδοθῆναι, τοῦτό ἐστι τὸ μάλιστα 49.19 πάντων ἱκανὸν θορυβῆσαι τὸν μὴ προσέχοντα. Εἰ γὰρ καὶ μὴ δι' ἑαυτὸν, διὰ γοῦν τοὺς ἄλλους ὑγιαίνειν αὐτὸν ἐχρῆν Στρατηγὸς ἦν ἄριστος· πόλεμος αὐτῷ συγκεκρότητο, φησὶν, οὐχὶ πρὸς τοὺς ἀπίστους μόνον, ἀλλὰ καὶ πρὸς τοὺς δαίμονας, καὶ πρὸς αὐτὸν τὸν διάβολον· μετὰ πολλῆς τῆς σφοδρότητος οἱ πολέμιοι πάντες ἐπέκειντο, διασπῶντες τὸ στρατόπεδον, καὶ