1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

18

τοιαύτης ἕστηκεν ἐπιβουλῆς. Μὴ τοίνυν καταπέσωμεν, ἀγαπητοί. Οὐχ οὕτως ἡμεῖς φροντίζομεν τῆς ἡμετέρας σωτηρίας, ὡς ὁ ποιήσας ἡμᾶς Θεός· οὐχ οὕτως ἡμῖν μέλει τοῦ μηδὲν παθεῖν δεινὸν, ὡς τῷ τὴν ψυχὴν ἡμῖν χαρισαμένῳ, καὶ τοσαῦτα δόντι μετὰ ταῦτα ἀγαθά. Ταύταις ἑαυτοὺς πτερώσωμεν ταῖς ἐλπίσι, καὶ τῶν μελλόντων ῥηθήσεσθαι μετὰ τῆς εἰωθυίας ἀκούσωμεν προθυμίας. Μακρὰν πρῴην ἀπέτεινα πρὸς τὴν ὑμετέραν ἀγάπην δημηγορίαν, καὶ πάντας εἶδον παρακολουθοῦντας, καὶ οὐδένα ἐκ μέσης ὑποστρέψαντα τῆς ὁδοῦ. Χάριν ὑμῖν ἀντὶ τῆς προθυμίας ἔχω ἐκείνης, καὶ τῶν πόνων τὸν μισθὸν ἀπείληφα· ἀλλὰ καὶ ἕτερον μετ' ἐκείνου μισθὸν ὑμᾶς ᾔτησα τότε· τάχα ἴστε καὶ μέμνησθε. Τίς δὲ ἦν ὁ μισθός; Τοὺς βλασφήμους τοὺς κατὰ τὴν πόλιν κολάζειν καὶ σωφρονίζειν, τοὺς εἰς τὸν Θεὸν ὑβρίζοντας καὶ παροινοῦντας κατέχειν· οὐκ οἶμαι ταῦτα ἀπ' ἐμαυτοῦ τότε εἰρηκέναι, ἀλλὰ τοῦ Θεοῦ τὰ μέλλοντα προειδότος εἰς τὴν διάνοιαν τὴν ἡμετέραν ἐμβεβληκέναι τὰ ῥήματα· εἰ γὰρ τοὺς τὰ τοιαῦτα τολμῶντας ἐκολάζομεν, οὐκ ἂν ταῦτα ἐξέβη νῦν, ἅπερ ἐξέβη. Πόσῳ βέλτιον ἦν, εἰ καὶ 49.38 κινδυνεύειν ἔδει, σωφρονίζοντα αὐτοὺς καὶ παιδεύοντα παθεῖν τι, ὃ καὶ μαρτυρίου στέφανον ἡμῖν ἐκόμιζεν, ἢ νῦν δεδοικέναι, καὶ τρέμειν, καὶ θάνατον προσδοκᾷν ἐκ τῆς ἐκείνων ἀταξίας; Ἰδοὺ τὸ ἁμάρτημα γέγονεν ὀλίγων, καὶ τὸ ἔγκλημα γίνεται κοινόν· ἰδοὺ δι' ἐκείνους ἅπαντες δεδοίκαμεν νῦν, καὶ τῶν ἐκείνοις τετολμημένων αὐτοὶ τὰς τιμωρίας ὑπομένομεν. Εἰ δὲ προλαβόντες αὐτοὺς ἐξεβάλομεν τῆς πόλεως, καὶ ἐσωφρονίσαμεν, καὶ τὸ νενοσηκὸς διωρθώσαμεν μέλος, οὐκ ἂν τὸν παρόντα ἐφοβούμεθα φόβον. Οἶδα ὅτι τῆς πόλεως τὸ ἦθος ἄνωθεν ἐλεύθερον, ξένοι δέ τινες καὶ μιγάδες ἄνθρωποι, μιαροὶ καὶ ὀλέθριοι, καὶ τῆς ἑαυτῶν ἀπεγνωκότες σωτηρίας ἐτόλμησαν, ἅπερ ἐτόλμησαν. ∆ιὰ ταῦτα βοῶν ἀεὶ καὶ διαμαρτυρόμενος οὐ διέλειπον· κολάσωμεν τῶν βλασφημούντων τὴν μανίαν, σωφρονίσωμεν αὐτῶν τὴν διάνοιαν, προνοήσωμεν αὐτῶν τῆς σωτηρίας· κἂν ἀποθανεῖν δέῃ τοῦτο ποιοῦντας, μέγα ἡμῖν οἴσει τὸ πρᾶγμα κέρδος· μὴ παρίδωμεν τὸν κοινὸν ὑβριζόμενον ∆εσπότην· μέγα τι τέξεται τῇ πόλει κακὸν τὸ τὰ τοιαῦτα περιορᾷν.

δʹ. Ταῦτα προὔλεγον, ταῦτα ἐξέβη νῦν, καὶ τῆς ῥᾳθυμίας ἐκείνης τίνομεν δίκας. Τὸν Θεὸν ὑβριζόμενον περιεῖδες· ἰδοὺ συνεχώρησεν ὑβρισθῆναι βασιλέα· καὶ τὸν περὶ τῶν ἐσχάτων ἐπικρεμασθῆναι πᾶσι κίνδυνον, ἵνα ἐν τῷ φόβῳ τούτῳ τῆς ῥᾳθυμίας ἐκείνης δῶμεν δίκην. Ἆρα μὴ μάτην, μηδὲ εἰκῆ ταῦτα προὔλεγον, καὶ συνεχῶς ἠνώχλουν τῇ ὑμετέρᾳ ἀγάπῃ; Ἀλλ' ὅμως οὐδὲν γέγονε πλέον, ἀλλὰ γενέσθω νῦν, καὶ ἀπὸ τῆς παρούσης σωφρονισθέντες συμφορᾶς, ἐπίσχωμεν τὴν ἄτακτον ἐκείνων μανίαν. Ἐμφράξωμεν αὐτῶν τὰ στόματα, καθάπερ πηγὰς θανατηφόρους ἀποκλείσωμεν, καὶ πρὸς τὸ ἐναντίον μεταβάλωμεν, καὶ πάντως στήσεται τὰ κατειληφότα τὴν πόλιν κακά. Οὐκ ἔστι θέατρον ἡ ἐκκλησία, ἵνα πρὸς τέρψιν ἀκούωμεν· ὠφεληθέντας ἐντεῦθεν ἀπιέναι χρὴ, κερδάναντάς τι πλέον καὶ μέγα, οὕτως ἀναχωρεῖν δεῖ· ἐπεὶ μάτην καὶ εἰκῆ παραγινόμεθα, εἰ πρὸς καιρὸν ψυχαγωγηθέντες οὕτως ἀναχωροίημεν, ἔρημοι καὶ κενοὶ τῆς ἀπὸ τῶν λεγομένων ὠφελείας γενόμενοι. Τί μοι τῶν κρότων ὄφελος τούτων; τί δὲ τῶν ἐπαίνων καὶ τῶν θορύβων; Ἔπαινος ἐμὸς τὸ διὰ τῶν ἔργων ὑμᾶς ἐπιδεῖξαι τὰ λεγόμενα ἅπαντα· τότε ἐγὼ ζηλωτὸς καὶ μακάριος, οὐχ ὅταν ἀποδέχησθε, ἀλλ' ὅταν ποιῆτε μετὰ προθυμίας ἁπάσης, ἅπερ ἂν ἀκούσητε παρ' ἡμῶν. Ἕκαστος τὸν πλησίον διορθούσθω· Οἰκοδομεῖτε γὰρ εἷς τὸν ἕνα, φησίν· ἂν γὰρ μὴ τοῦτο ποιῶμεν, ἡ παρ' ἑκάστου γινομένη πλημμέλεια κοινήν τινα καὶ ἀφόρητον οἴσει τὴν βλάβην τῇ πόλει. Ἰδοὺ, μηδὲν συνειδότες τοῖς γεγενημένοις τῶν τετολμηκότων οὐκ ἔλαττον δεδοίκαμεν, καὶ φρίττομεν, μὴ πάντας ὁ τοῦ βασιλέως θυμὸς καταλάβῃ· καὶ οὐκ ἀρκεῖ εἰς ἀπολογίαν ἡμῖν τὸ λέγειν· Οὐ παρήμην, οὐ συνῄδειν, οὐκ ἐκοινώνησα τῶν γεγενημένων. ∆ι' αὐτὸ μὲν οὖν τοῦτο κολάζου, φησὶ, καὶ δίδου δίκην τὴν ἐσχάτην,