1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

83

κάλλος τῶν οὐρανῶν διηγούμενος, οὕτω φησίν· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· καὶ πάλιν Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν, καὶ διατείνας αὐτὸν ὡς σκηνὴν ἐπὶ τῆς γῆς· καὶ πάλιν· Ὁ κατέχων τὸν γῦρον τοῦ οὐρανοῦ. Ἕτερος δὲ δεικνὺς ὅτι εἰ καὶ καλὸς καὶ μέγας, ἀλλὰ φθαρτός ἐστιν, οὕτω φησί· Κατ' ἀρχὰς σὺ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. Καὶ πάλιν περὶ τοῦ ἡλίου φησὶν ὁ ∆αυῒδ, ὅτι Ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὑτοῦ· ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδόν. Εἶδες τὸ κάλλος τοῦ ἄστρου καὶ τὸ μέγεθος πῶς σοι παρέστησε; Καθάπερ γὰρ ἐκ παστάδος τινὸς νυμφίος φανεὶς, οὕτως ὁ ἥλιος ὑπὸ τὴν ἕω τὰς ἀκτῖνας ἀφίησι, καὶ ὥσπερ τινὶ κροκωτῷ παραπετάσματι τὸν οὐρανὸν καλλωπίζων, καὶ ῥοδοειδεῖς ποιῶν τὰς νεφέλας, καὶ ἀνεμποδίστως τρέχων πᾶσαν τὴν ἡμέραν, οὐδενὶ διακόπτεται πρὸς τὸν δρόμον κωλύματι. Εἶδες τοίνυν τὸ κάλλος αὐτοῦ, εἶδες αὐτοῦ τὸ μέγεθος; βλέπε καὶ τῆς ἀσθενείας αὐτοῦ τὸ δεῖγμα. Καὶ γὰρ καὶ τοῦτο δηλῶν σοφός τις ἔλεγε· Τί φωτεινότερον ἡλίου; φησὶ, καὶ τοῦτο ἐκλείπει. Οὐκ ἀπὸ τούτου δὲ μόνον αὐτοῦ τὴν ἀσθένειαν ἔστιν ἰδεῖν, ἀλλὰ καὶ ἐν ταῖς τῶν νεφελῶν συνδρομαῖς. Νέφους γοῦν ὑποδραμόντος πολλάκις τὰς ἀκτῖνας ἀφεὶς, καὶ φιλονεικήσας διαῤῥῆξαι τὸ νέφος οὐκ ἴσχυσε, παχυτέρας τῆς νεφέλης οὔσης καὶ οὐκ ἀνασχομένης αὐτῷ διασχεῖν. Ἀλλὰ τὰ σπέρματα τρέφει, φησί· καὶ μὴν οὐκ αὐτὸς τρέφει μόνος, ἀλλὰ καὶ γῆς δεῖται, καὶ δρόσου, καὶ ὑετῶν, καὶ ἀνέμων, καὶ τῆς τῶν ὡρῶν εὐμοιρίας· κἂν μὴ ταῦτα ἅπαντα συνδράμῃ, περιττὴ ἡ τοῦ ἡλίου γίνεται χρεία. Τοῦτο δὲ οὐκ ἂν εἴη Θεοῦ, τὸ δεῖσθαι ἑτέρων πρὸς ἅπερ ἂν βούληται ποιεῖν· Θεοῦ γὰρ ἴδιον μάλιστα τὸ ἀνενδεές. Αὐτὸς γοῦν οὐχ οὕτω τὰ σπέρματα ἐξήγαγεν ἀπὸ τῆς γῆς, ἀλλ' ἐκέλευσε μόνον, καὶ πάντα ἐβλάστησε. Καὶ πάλιν, ἵνα μάθῃς ὅτι οὐχ ἡ τῶν στοιχείων φύσις, ἀλλὰ τὸ πρόσταγμα αὐτοῦ πάντα ποιεῖ, αὐτά τε τὰ στοιχεῖα οὐκ ὄντα παρήγαγε, καὶ ἐπὶ τῶν Ἰουδαίων, οὐδενὸς δεηθεὶς, τὸ μάννα κατήγαγεν· Ἄρτον γὰρ, φησὶν, οὐρανοῦ ἔδωκεν αὐτοῖς. Καὶ τί λέγω, πρὸς τὴν τῶν καρπῶν ἀκμὴν ὅτι ἑτέρων δεῖται στοιχείων πρὸς τὴν αὐτῶν σύστασιν, ὅπου γε καὶ αὐτὸς πολλῶν χρῄζει πρὸς σύστασιν, καὶ οὐκ ἂν αὐτὸς ἀρκέσειεν ἑαυτῷ; Καὶ γὰρ ἵνα βαδίζῃ, τοῦ οὐρανοῦ δεῖται καθάπερ ἐδάφους τινὸς ὑποκειμένου, καὶ ἵνα φαίνηται, τῆς τοῦ ἀέρος καθαρότητος καὶ λεπτότητος, ὥστε ἂν πυκνωθῇ πέρα τοῦ μέτρου καὶ οὗτος, οὐκ ἰσχύει δεῖξαι τὸ ἑαυτοῦ φῶς ἐκεῖνος, 49.117 καὶ ἵνα μὴ πᾶσιν ἀφόρητος ᾖ, μηδὲ κατακαύσῃ πάντα, ψυχρότητος δεῖται πάλιν καὶ δρόσου. Ὅταν οὖν καὶ περιγίνηται αὐτοῦ στοιχεῖα ἕτερα, καὶ τὴν ἀσθένειαν αὐτοῦ διορθῶται περιγίνεται μὲν ὡς νεφέλαι καὶ τοῖχοι, καὶ ἄλλα τινὰ σώματα ἀποκρύπτοντα αὐτοῦ τὸ φῶς· διορθοῦται δὲ αὐτοῦ τὴν ἀμετρίαν ὡς δρόσοι, καὶ πηγαὶ, καὶ ψυχρότης ἀέρος, πῶς ἂν οὗτος εἴη Θεός; Τὸν γὰρ Θεὸν ἀνενδεῆ εἶναι χρὴ, καὶ μηδενὸς δεῖσθαι, καὶ πᾶσιν ἁπάντων αἴτιον εἶναι τῶν καλῶν, καὶ παρὰ μηδενὸς κωλύεσθαι· καθάπερ οὖν καὶ περὶ τοῦ Θεοῦ φησιν ὁ Παῦλος καὶ ὁ προφήτης Ἡσαΐας, ὁ μὲν οὕτω λέγων ἐκ προσώπου αὐτοῦ· Τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος· καὶ πάλιν· Θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐ Θεὸς πόῤῥωθεν· καὶ πάλιν ὁ ∆αυΐδ· Εἶπα τῷ Κυρίῳ· Κύριός μου εἶ σὺ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις. Ὁ δὲ Παῦλος τὸ ἀνενδεὲς αὐτοῦ δηλῶν, καὶ δεικνὺς ὅτι ἀμφότερα ταῦτα μάλιστά ἐστι Θεοῦ, τὸ μηδενὸς δεῖσθαι, καὶ πᾶσιν αὐτὸν ἅπαντα χορηγεῖν, οὕτω πώς φησιν· Ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, οὐ προσδεόμενός τινος αὐτὸς, διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν, καὶ τὰ πάντα.

εʹ. Ἐνῆν μὲν οὖν καὶ τὰ λοιπὰ στοιχεῖα ἐπελθεῖν, τὸν οὐρανὸν, τὸν ἀέρα, τὴν γῆν, τὴν θάλατταν, καὶ δεῖξαι αὐτῶν τὴν ἀσθένειαν, καὶ πῶς ἕκαστον τοῦ πλησίον δεῖται, καὶ τούτου χωρὶς ἀπόλλυται καὶ διαφθείρεται. Καὶ γὰρ καὶ ἡ γῆ, ἐὰν ἀπολίπωσιν αὐτὴν αἱ πηγαὶ καὶ ἡ παρὰ τῆς θαλάττης καὶ τῶν ποταμῶν