1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

128

49.171 Εἰς τοὺς ἄρχοντας τοὺς παρὰ τοῦ βασιλέως Θεοδοσίου ἀποσταλέντας, Ἐλλέβιχον στρατηλάτην καὶ Καισάριον μάγιστρον, εἰς τὴν τῶν πεπλημμεληκότων ἐξέτασιν διὰ τὴν τῶν ἀνδριάντων

καταστροφήν. Ὁμιλία ιζʹ. αʹ. Εἰς καιρὸν ὑπεψήλαμεν ἅπαντες κοινῇ τήμερον· Εὐλογητὸς Κύριος ὁ Θεὸς

τοῦ Ἰσραὴλ, ὁ ποιῶν θαυμάσια μόνος. Καὶ γὰρ θαυμαστὰ καὶ παράδοξα γέγονε πράγματα· πόλιν ὁλόκληρον καὶ δῆμον τοσοῦτον καταποντίζεσθαι μέλλοντα καὶ ὑποβρύχιον γίνεσθαι καὶ ἀπόλλυσθαι τέλεον ἀθρόον, ἐν μιᾷ καιροῦ ῥοπῇ τῆς ναυαγίας ἁπάσης ἀπήλλαξεν. Εὐχαριστήσωμεν τοίνυν, μὴ μόνον, ὅτι τὸν χειμῶνα ἔλυσεν, ἀλλ' ὅτι καὶ γενέσθαι αὐτὸν συνεχώρησε· μὴ μόνον ὅτι τῆς ναυαγίας ἡμᾶς ἀπήλλαξεν, ἀλλ' ὅτι καὶ πρὸς τοσαύτην ἀγωνίαν καταπεσεῖν ἀφῆκε, καὶ τὸν περὶ τῶν ἐσχάτων ἡμῖν ἐπικρεμασθῆναι κίνδυνον. Οὕτω καὶ Παῦλος ἐκέλευσεν ἐν παντὶ εὐχαριστεῖν. Ὅταν δὲ εἴπῃ, Ἐν παντὶ εὐχαριστεῖτε, τοῦτο λέγει, μὴ μόνον ἐν τῇ λύσει τῶν δεινῶν, ἀλλὰ καὶ ἐν τῷ καιρῷ τῶν δεινῶν· Τοῖς γὰρ ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν. Εὐχαριστήσωμεν αὐτῷ διὰ τὴν λύσιν τῶν πειρασμῶν, καὶ μὴ ἐπιλαθώμεθα τούτων ποτέ· εὐχαῖς προσέχωμεν, ἱκετηρίαις συνεχέσιν, εὐλαβείᾳ πολλῇ. Ὅτε παρὰ τὴν ἀρχὴν ἡ χαλεπὴ τῶν κακῶν τούτων ἀνήφθη πυρὰ, ἔλεγον, ὅτι οὐκ ἔστι καιρὸς διδασκαλίας, ἀλλὰ καιρὸς εὐχῶν· τοῦτο δὴ καὶ νῦν, ἐπειδὴ ἐσβέσθη, λέγω, ὅτι νῦν μάλιστα καιρὸς εὐχῶν ἢ πρότερον, νῦν μάλιστα καιρὸς δακρύων καὶ κατανύξεως καὶ ψυχῆς πεπονημένης καὶ πολλῆς σπουδῆς καὶ πολλῆς ἀσφαλείας. Τότε μὲν γὰρ αὐτὴ τῶν θλίψεων ἡ φύσις καὶ ἄκοντας ἡμᾶς συνέστελλε καὶ σωφρονεῖν παρεσκεύαζε, καὶ πρὸς πλείονα ἤγαγεν εὐλάβειαν· νυνὶ δὲ ἀφαιρεθέντος τοῦ χαλινοῦ, καὶ τοῦ νέφους παρελθόντος, δέος, μὴ πρὸς ῥᾳθυμίαν ἀποκλίνωμεν, μὴ χαυνότεροι γενώμεθα πάλιν ὑπὸ τῆς ἀνέσεως, μὴ καὶ περὶ ἡμῶν εἴπῃ τις· Ὅτε ἀπέκτεινεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτὸν, καὶ ἐπέστρεφον, καὶ ὤρθριζον πρὸς τὸν Θεόν. ∆ιὰ τοῦτο καὶ Μωϋσῆς Ἰουδαίοις παρῄνει λέγων· Φαγὼν καὶ πιὼν καὶ ἐμπλησθεὶς μνήσθητι Κυρίου τοῦ Θεοῦ σου. 49.172.20 Νῦν ὑμῶν ἡ εὐγνωμοσύνη φανεῖται, ἂν ἐπὶ τῆς εὐλαβείας μένητε τῆς αὐτῆς· τότε μὲν γὰρ πολλοὶ τῷ φόβῳ καὶ τῇ τῶν δεινῶν ἐπαγωγῇ τὴν σπουδὴν ὑμῶν ἐλογίζοντο· νῦν δὲ καθαρὸν ὑμῶν ἔσται τὸ κατόρθωμα, ἂν μείνητε τὴν αὐτὴν διατηροῦντες σπουδήν. Ἐπεὶ καὶ παιδίον, ἕως μὲν ἂν ὑπὸ παιδαγωγοῦ τινος ἄγηται φοβεροῦ, καὶ μετὰ σωφροσύνης καὶ ἐπιεικείας ζῇ, θαυμαστὸν οὐδὲν, ἀλλὰ τῷ τοῦ παιδαγωγοῦ φόβῳ τὴν σωφροσύνην τοῦ νέου λογίζονται πάντες· ὅταν δὲ ἀποθέμενος τὴν ἐκεῖθεν ἀνάγκην, ἐπὶ τῆς αὐτῆς μένῃ σεμνότητος, τότε καὶ τὴν ἐπὶ τῆς προτέρας ἡλικίας σωφροσύνην αὐτῷ πάντες λογίζονται. Τοῦτο δὴ καὶ ἡμεῖς ποιήσωμεν· ἐπὶ τῆς αὐτῆς μένωμεν εὐλαβείας, ἵνα καὶ τῆς προτέρας σπουδῆς πολὺν τὸν ἔπαινον παρὰ τοῦ Θεοῦ καρπωσώμεθα. Μυρία προσεδοκήσαμεν δεινὰ, τὰς οὐσίας διαρπαγήσεσθαι πάντων, τὰ οἰκήματα ἐμπρησθήσεσθαι μετὰ τῶν οἰκούντων, τὴν πόλιν ἐκ μέσης ἀναρπασθήσεσθαι τῆς οἰκουμένης, καὶ τὰ λείψανα αὐτῆς ἀπολεῖσθαι ἅπαντα, ἄροτρον αὐτῆς τὸ ἔδαφος δέξεσθαι· ἀλλ' ἰδοὺ ταῦτα πάντα ἐπὶ τῆς προσδοκίας ἔστη μόνον καὶ εἰς ἔργον οὐκ ἐξῆλθε. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι τοσοῦτον κίνδυνον ἔλυσεν ὁ Θεὸς, ἀλλ' ὅτι καὶ μεγάλα ἡμᾶς εὐηργέτησε, καὶ τὴν πόλιν ἡμῶν ἐκόσμησε, καὶ διὰ τοῦ πειρασμοῦ τούτου καὶ τῆς συμφορᾶς δοκιμωτέρους εἰργάσατο· καὶ πῶς, ἐγὼ λέγω. Ὅτε οἱ παρὰ τοῦ βασιλέως ἀποσταλέντες ἐπὶ τὴν τῶν γεγενημένων ἐξέτασιν, τὸ φοβερὸν ἐκεῖνο συνεκρότησαν δικαστήριον, καὶ πάντας ἐπὶ τὰς εὐθύνας τῶν τετολμημένων ἐκάλουν, καὶ θανάτων διαφόρων προσδοκία πᾶσιν ἦν, τότε οἱ τὰς ἀκρωρείας τῶν ὀρῶν κατοικοῦντες μοναχοὶ τὴν οἰκείαν ἐπεδείξαντο φιλοσοφίαν.