1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

137

οὐδενὶ τῶν συμπιπτόντων τῆς ἡδονῆς ταύτης ἐκπεσεῖν δύναται. Τὰ μὲν γὰρ ἄλλα πάντα, ἐφ' οἷς χαίρομεν, τρεπτά τέ ἐστι καὶ εὐμετάπτωτα, καὶ 49.183 ἀλλοιοῦται ῥᾳδίως· καὶ οὐ τοῦτο μόνον ἔχει τὸ δεινὸν, ἀλλ' ὅτι καὶ μένοντα οὐ παρέχει τοσαύτην ἡμῖν τὴν ἡδονὴν, ὡς τὴν ἐκ τῶν ἄλλων ἡμῖν ἐπιγινομένην ἀθυμίαν διακρούεσθαι καὶ συσκιάζειν· ὁ δὲ τοῦ Θεοῦ φόβος ἀμφότερα ταῦτα ἔχει, βέβαιός τέ ἐστι καὶ ἀκίνητος, καὶ τοσαύτην βρύει χαρὰν, ὡς μηδεμίαν ἡμᾶς αἴσθησιν τῶν ἄλλων λαμβάνειν δεινῶν. Ὁ γὰρ τὸν Θεὸν, ὡς χρὴ, φοβούμενος, καὶ ἐπ' αὐτῷ θαῤῥῶν, τὴν ῥίζαν ἐκαρπώσατο τῆς ἡδονῆς, καὶ πᾶσαν τῆς εὐθυμίας ἔχει τὴν πηγήν. Καὶ καθάπερ εἰς πέλαγος ἄπειρον σπινθὴρ μικρὸς ἐμπεσὼν ἀφανίζεται ῥᾳδίως, οὕτως ὅσαπερ ἂν προσπέσῃ τῷ φοβουμένῳ τὸν Θεὸν, καθάπερ εἰς πέλαγος ἀχανὲς εὐθυμίας ἐμπίπτοντα κατασβέννυται καὶ ἀπόλλυται. Καὶ τὸ δὴ θαυμαστὸν μάλιστα τοῦτό ἐστιν, ὅτι τῶν λυπούντων παρόντων μένει χαίρων αὐτός. Εἰ μὲν γὰρ μηδὲν ἦν τὸ λυποῦν, οὐκ ἦν αὐτῷ μέγα τὸ δύνασθαι διηνεκῶς χαίρειν· τὸ δὲ πολλῶν ἐπικειμένων τῶν εἰς ἀθυμίαν ἐμβιβαζόντων ἀνώτερον εἶναι ἁπάντων, καὶ ἐν μέσοις τοῖς λυπηροῖς εὐφραίνεσθαι, τοῦτό ἐστι τὸ παράδοξον. Καὶ καθάπερ τοὺς παῖδας τοὺς τρεῖς οὐδεὶς ἂν ἐθαύμασε μὴ κατακαέντας, εἰ πόῤῥω τῆς Βαβυλωνίας ἦσαν καμίνου τὸ γὰρ ἐκπλῆξαν ἅπαντας τοῦτό ἐστιν, ὅτι τῷ πυρὶ τοσοῦτον ὁμιλήσαντες χρόνον, τῶν οὐχ ὡμιληκότων ἐξέβησαν ἀλυπότεροι· οὕτω καὶ ἐπὶ τῶν ἁγίων ἔστιν εἰπεῖν, ὅτι εἰ μηδεὶς αὐτοῖς ἐπήγετο πειρασμὸς, οὐκ ἂν αὐτοὺς ἐθαυμάσαμεν διηνεκῶς χαίροντας· τὸ δὲ ἐκπλήξεως ἄξιον καὶ φύσιν ἀνθρωπίνην ὑπερβαῖνον τοῦτό ἐστιν, ὅτι μυρίοις κυκλούμενοι κύμασι πάντοθεν, τῶν γαλήνης καθαρᾶς ἀπολαυόντων ῥᾷον διάκεινται. Ὅτι μὲν οὖν οὐδένα βίον τῶν ἔξωθεν εὑρεῖν δυνατὸν εὐθυμίᾳ συγκεκληρωμένον διηνεκῶς, δῆλον ἐκ τῶν εἰρημένων· ὅτι δὲ τὸν πιστὸν ἀμήχανον μὴ διηνεκοῦς ἀπολαύειν ἡδονῆς, καὶ τοῦτο αὐτὸ πάλιν ἀποδεῖξαι πειράσομαι, οὐχ ἵνα μάθητε μόνον, ἀλλ' ἵνα καὶ ζηλώσητε τὸν ἄλυπον τοῦτον βίον. Ἔστω γάρ τις μηδὲν ἑαυτοῦ κατεγνωκὼς, ἀλλ' ἀγαθῷ συνειδότι συντρεφόμενος, καὶ πρὸς τὰ μέλλοντα κεχηνὼς, καὶ τὰς ἀγαθὰς ἐκείνας ἀναμένων ἐλπίδας, τί τοῦτον, εἰπέ μοι, εἰς ἀθυμίαν ἐμβαλεῖν δυνήσεται; Οὐ πάντων ἀφορητότατον ὁ θάνατος εἶναι δοκεῖ; ἀλλ' ἡ τούτου προσδοκία οὐ μόνον αὐτὸν οὐ λυπεῖ, ἀλλὰ καὶ εὐφραίνει μειζόνως· οἶδε γὰρ ὅτι ἡ τοῦ θανάτου παρουσία πόνων ἐστὶν ἀπαλλαγὴ, καὶ δρόμος ἐπὶ τοὺς στεφάνους καὶ τὰ βραβεῖα τὰ ἀποκείμενα τοῖς ὑπὲρ εὐσεβείας καὶ ἀρετῆς ἀγωνισαμένοις. Ἀλλὰ παίδων ἄωρος τελευτή; ἀλλὰ καὶ τοῦτο φέρει γενναίως, καὶ ἐρεῖ τὰ τοῦ Ἰὼβ ῥήματα· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Εἰ δὲ θάνατος καὶ παίδων ἀποβολὴ λυπεῖν οὐ δύνανται, πολλῷ μᾶλλον ζημία χρημάτων, καὶ ἀτιμίαι, καὶ κατηγορίαι, καὶ διαβολαὶ τῆς οὕτω μεγάλης καὶ γενναίας ψυχῆς οὐκ ἄν ποτε ἅψαιντο, οὐδὲ ὀδύνη σώματος· ἐπεὶ καὶ οἱ ἀπόστολοι ἐμαστιγοῦντο μὲν, οὐκ ἠθύμουν δέ. Μέγα μὲν οὖν καὶ τοῦτο· τὸ δὲ πολλῷ μεῖζον, ὅτι οὐ μόνον οὐκ ἠθύμουν, ἀλλὰ καὶ αὐτὰς τὰς μάστιγας ὑπόθεσιν ἐποιοῦντο μείζονος ἡδονῆς, καὶ ὑπέστρεφον ἀπὸ προσώπου τοῦ συνεδρίου χαίροντες, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀτιμασθῆναι. Ὕβρισέ τις καὶ ἐλοιδόρησε τὸν τοιοῦτον; ἀλλ' ἐπαιδεύθη παρὰ τοῦ Χριστοῦ χαίρειν ἐπὶ ταῖς ὕβρεσι. 49.184 Χαίρετε γὰρ, φησὶ, καὶ ἀγαλλιᾶσθε, ὅταν εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Ἀλλὰ νόσῳ περιέπεσεν; ἀλλ' ἤκουσεν ἑτέρου παραινοῦντος καὶ λέγοντος· Ἐν νόσῳ καὶ πενίᾳ ἐπ' αὐτῷ πεποιθὼς γίνου, ὅτι ὥσπερ ἐν πυρὶ δοκιμάζεται χρυσὸς, οὕτως ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Ὅταν οὖν μήτε θάνατος, μήτε ζημία χρημάτων, μήτε νόσος σώματος, μήτε ἀτιμία, μήτε λοιδορία, μήτε ἄλλο τι τῶν τοιούτων μηδὲν λυπῆσαι αὐτὸν δύνηται, ἀλλὰ καὶ εὐφραίνῃ μᾶλλον, ποίαν ἀθυμίας ὑπόθεσιν ἕξει ποτέ; Τί οὖν, οὐκ ἠθύμουν οἱ ἅγιοι,