1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

165

τὸ δέος; Οὐκ ἂν, εἰ σφαγῆναι ἐκελεύσθησαν, τοσαῦτα ἂν ἔπαθον, ὅσα πάσχουσι νῦν ἡμέραις τοσαύταις φόβῳ καὶ τρόμῳ συζῶντες, καὶ ἑσπέρας καταλαβούσης οὐ προσδοκῶντες ὄψεσθαι τὴν ἕω, καὶ ἡμέρας γενομένης 49.218 οὐκ ἐλπίζουσιν εἰς ἑσπέραν ἀφίξεσθαι. Πολλοὶ καὶ θηρίοις ἐνέπεσον τὰς ἐρήμους διώκοντες, καὶ πρὸς τὰς ἀβάτους μετοικισθέντες, οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ παιδία μικρὰ, καὶ γυναῖκες ἐλεύθεραι καὶ εὐσχήμονες πολλὰς νύκτας καὶ ἡμέρας ἐν σπηλαίοις καὶ φάραγξι καὶ ταῖς ὀπαῖς κατακρυπτόμεναι τῆς ἐρήμου. Καὶ καινὸς αἰχμαλωσίας κατέχει τὴν πόλιν τρόπος· τῶν γὰρ οἰκοδομημάτων καὶ τῶν τοιχῶν ἑστηκότων χαλεπώτερα τῶν ἐμπρησθεισῶν πάσχουσι πόλεων· οὐδενὸς βαρβάρου παρόντος, οὐδὲ πολεμίου φαινομένου ἀθλιώτερον τῶν ἁλόντων διάκεινται, καὶ φύλλον κινούμενον μόνον πάντας αὐτοὺς ἀποσοβεῖ καθ' ἑκάστην ἡμέραν. Καὶ ταῦτα ἴσασιν ἅπαντες· καὶ εἰ κατασκαφεῖσαν αὐτὴν εἶδον, οὐκ ἂν οὕτως ἐσωφρονίσθησαν, ὡς νῦν ταύτας αὐτῆς ἀκούοντες τὰς συμφοράς. Μὴ τοίνυν τοῦτο νομίσῃς, ὡς χείρους ἔσονται αἱ λοιπαὶ πόλεις. Οὐκ ἂν, εἰ κατέσκαψας τὰς ἄλλας πόλεις, οὕτως αὐτὰς ἐσωφρόνισας, ὡς νῦν διὰ τῆς ἀδήλου τῶν ἐσομένων προσδοκίας σφοδρότερον πάσης κολάσεως παιδεύσας αὐτούς. Καὶ μὴ περαιτέρω προενέγκῃς αὐτοῖς τὰς συμφορὰς, ἀλλ' ἄφες ἀναπνεῦσαι λοιπόν. Τὸ μὲν γὰρ κολάσαι τοὺς ὑπευθύνους καὶ δίκην ἀπαιτῆσαι τῶν πεπραγμένων, ῥᾴδιον πάντως καὶ εὔκολον· τὸ δὲ φείσασθαι τῶν ὑβρικότων, καὶ συγγνώμην δοῦναι τοῖς ἀσύγγνωστα ἡμαρτηκόσιν, ἑνός που καὶ δευτέρου μόλις ἐστὶ, καὶ μάλιστα ὅταν βασιλεὺς ὁ ὑβρισμένος ᾖ· καὶ τὸ φόβῳ δὲ ὑποτάξαι πόλιν εὔκολον, τὸ δὲ πάντας ἐραστὰς καταστῆσαι καὶ μετ' εὐνοίας πεῖσαι διακεῖσθαι περὶ τὴν βασιλείαν τὴν σὴν, καὶ μὴ μόνον κοινὰς, ἀλλὰ καὶ ἰδίας ὑπὲρ τῆς σῆς ἀρχῆς ποιεῖσθαι εὐχὰς, δυσκατόρθωτον· κἂν μυρία τις ἀναλώσῃ χρήματα, κἂν μυρία κινήσῃ στρατόπεδα, κἂν ὁτιοῦν ἐργάσηται, οὐκ εὐκόλως τοσούτων ἀνθρώπων διάθεσιν πρὸς ἑαυτὸν ἐπισπάσασθαι δυνήσεται, ὃ νῦν ῥᾴδιον ἔσται καὶ εὔκολον. Οἵ τε γὰρ εὐεργετηθέντες, οἵ τε ἀκούσαντες ὁμοίως τοῖς εὐεργετηθεῖσι περὶ σὲ διακείσονται. Πόσων ἂν ἐπρίω χρημάτων, πόσων ἂν ἐπρίω πόνων ἐν βραχείᾳ καιροῦ ῥοπῇ τὴν οἰκουμένην ἅπασαν ἀνακτήσασθαι, καὶ πεῖσαι τούς τε νῦν ὄντας ἀνθρώπους τούς τε ἐσομένους ἅπαντας ὅσα τοῖς αὐτῶν εὔχονται παισὶ, τοσαῦτα καὶ τῇ σῇ κεφαλῇ! Εἰ δὲ παρὰ ἀνθρώπων ταῦτα, ἐννόησον ὅσον παρὰ τοῦ Θεοῦ λήψῃ τὸν μισθὸν, οὐχὶ τῶν νῦν γινομένων μόνον, ἀλλὰ καὶ τῶν μετὰ ταῦτα παρ' ἑτέρων κατορθουμένων. Εἰ γάρ ποτε συμβαίη γενέσθαι τοιοῦτον, οἷον δὴ γέγονε νῦν, ὃ μὴ γένοιτο, καί τινες τῶν ὑβρισμένων βουλεύσωνται ἐπεξελθεῖν τοῖς ὑβρικόσιν, ἡ πραότης ἡ σὴ καὶ ἡ φιλοσοφία ἀντὶ πάσης ἔσται διδασκαλίας αὐτοῖς καὶ παραινέσεως, καὶ ἐρυθριάσουσι καὶ καταισχυνθήσονται τοιοῦτον ἔχοντες φιλοσοφίας παράδειγμα, ἐλάττους φανῆναι. Ὥστε τῶν μετὰ ταῦτα πάντων ἔσῃ διδάσκαλος, καὶ τὰ νικητήρια κατ' αὐτῶν ἕξεις, κἂν εἰς αὐτὴν τὴν κορυφὴν τῆς φιλοσοφίας φθάσωσιν. Οὐ γάρ ἐστιν ἴσον αὐτὸν κατάρξαι τοσαύτης πραότητος πρῶτον, καὶ πρὸς ἑτέρους βλέποντα μιμήσασθαι τὰ παρ' ἐκείνων κατορθωθέντα. ∆ιὰ τοῦτο ὅσην ἂν οἱ μετὰ σὲ φιλανθρωπίαν καὶ ἡμερότητα ἐπιδείξωνται, σὺ λήψῃ τὸν μισθὸν μετ' ἐκείνων· ὁ γὰρ τὴν ῥίζαν παρασχὼν, οὗτος ἂν εἴη καὶ τῶν καρπῶν αἴτιος. ∆ιὰ τοῦτο μετὰ σοῦ μὲν οὐδεὶς δύναται μερίζεσθαι νῦν τὸν ἐπὶ τῇ φιλανθρωπίᾳ μισθόν· σὸν γὰρ τὸ κατόρθωμα γέγονε μόνον· σὺ δὲ μετὰ πάντων τῶν μετὰ ταῦτα, εἴ τινές ποτε τοιοῦτοι φανεῖεν, ἐξ ἴσης δυνήσῃ μετ' αὐτῶν διανείμασθαι τὸ κατόρθωμα, καὶ τοσαύτην ἀπενέγκασθαι μοῖραν, ὅσην ἐπὶ τοῖς μαθηταῖς οἱ διδάσκαλοι· κἂν μηδεὶς γένηται τοιοῦ 49.219 τος, πάλιν σοι τὰ τῶν ἐγκωμίων καὶ τῶν ἐπαίνων καθ' ἑκάστην ἐπιδίδωσι τὴν γενεάν. Ἐννόησον γὰρ ἡλίκον ἐστὶ τοὺς μετὰ ταῦτα πάντας ἀκούειν, ὅτι πόλεως οὕτω μεγάλης καὶ ὑπευθύνου κολάσει καὶ τιμωρίᾳ γενομένης, πεφρικότων ἁπάντων, καὶ δεδοικότων στρατηγῶν καὶ ὑπάρχων