1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

61

Θεόν· ὅπερ οὖν καὶ ὁ βάρβαρος ἔγνω, καὶ δῆλον ὅτι ἐντεῦθεν διέφυγον τὸν ἐπικείμενον κίνδυνον ἀνεβόησεν· Ὅτι ἐπεποίθεισαν ἐπ' αὐτῷ. ςʹ. Ταῦτα δὲ λέγω νῦν, καὶ τὰς ἱστορίας ἐκλέγω πάσας, ἐν αἷς πειρασμοὶ καὶ θλίψεις, καὶ βασιλέων ὀργαὶ, καὶ ἐπιβουλαὶ, ἵνα μηδὲν φοβώμεθα, ἀλλ' ἢ τὸ προσκροῦσαι Θεῷ μόνον. Καὶ γὰρ καὶ τότε ἡ κάμινος ἐκαίετο, ἐκεῖνοι δὲ ταύτης μὲν κατεγέλασαν, τὴν δὲ ἁμαρτίαν ἔδεισαν. Ἤδεισαν γὰρ ὅτι καέντες μὲν οὐδὲν πείσονται δεινὸν, ἀσεβήσαντες δὲ τὰ ἔσχατα ὑποστήσονται. Ἡ γὰρ μεγίστη κόλασις τὸ ἁμαρτάνειν, κἂν μὴ κολαζώμεθα· ὥσπερ οὖν ἡ μεγίστη τιμὴ καὶ ἄνεσις τὸ μετὰ ἀρετῆς ζῇν, κἂν κολαζώμεθα· αἱ μὲν γὰρ ἁμαρτίαι διιστῶσιν ἡμᾶς ἀπὸ τοῦ Θεοῦ, καθὼς καὶ αὐτός φησιν· Οὐχὶ αἱ ἁμαρτίαι ὑμῶν διιστῶσιν ἀνὰ μέσον ὑμῶν καὶ ἐμοῦ; αἱ κολάσεις δὲ συνάγουσιν ἡμᾶς πρὸς τὸν Θεόν· ∆ὸς γὰρ ἡμῖν, φησὶν, εἰρήνην, ὅτι πάντα ἀπέδωκας ἡμῖν. Ἐὰν τραῦμά τις ἔχῃ, τί δεδοικέναι ἄξιον, τὴν σηπεδόνα, ἢ τὴν τομὴν τοῦ ἰατροῦ; τὸ σιδήριον, ἢ τὴν νομὴν τοῦ ἕλκους; Ἡ ἁμαρτία σηπεδών ἐστιν, ἡ κόλασις σιδήριον ἰατρικόν· ὥσπερ οὖν ὁ σηπεδόνα ἔχων, κἂν μὴ τέμνηται, ἀῤῥωστεῖ, καὶ τότε μᾶλλόν ἐστιν ἐν κακοῖς, ὅταν μὴ τέμνηται· οὕτω καὶ ὁ ἁμαρτάνων, κἂν μὴ κολάζηται, πάντων ἐστὶν ἀθλιώτερος, καὶ τότε μάλιστα ἄθλιος, ὅταν μὴ κολάζηται, μηδὲ πάσχῃ μηδὲν δεινόν. Καὶ καθάπερ οἱ σπλῆνα καὶ ὕδερον ἔχοντες, ὅταν τραπέζης ἀπολαύσωσι δαψιλοῦς, καὶ ψυχροποσίας, καὶ πολυτελῶν ἐδεσμάτων, καὶ καρυκευμάτων, τότε μάλιστα πάντων εἰσὶν ἐλεεινότεροι, τῇ τρυφῇ τὸ νόσημα αὔξοντες· ἂν δ' ἄγχωνται λιμῷ καὶ δίψει κατὰ τοὺς ἰατρικοὺς νόμους, ἐλπίδα τινὰ σωτηρίας ἔχουσιν· οὕτω καὶ οἱ ζῶντες ἐν πονηρίᾳ, ἂν μὲν κολάζωνται, χρηστὰς ἔχουσιν ἐλπίδας, ἂν δὲ μετὰ τῆς πονηρίας, ἀδείας καὶ τρυφῆς ἀπολαύωσι, τῶν ἐν ὑδέρῳ γαστριζομένων σφόδρα ἐλεεινότεροι ἂν εἶεν, καὶ τοσούτῳ πλέον, ὅσῳ ψυχὴ σώματός ἐστι βελτίων. Ἐὰν τοίνυν ἴδῃς τινὰς ἐν τοιαύταις ὄντας ἁμαρτίαις, καὶ τοὺς μὲν λιμῷ παλαίοντας διηνεκεῖ καὶ μυρίοις κακοῖς, τοὺς δὲ μεθύοντας καὶ γαστριζομένους καὶ τρυφῶντας, τοὺς τὰ δεινὰ πάσχοντας μακάριζε μᾶλλον. Καὶ γὰρ τῆς ἡδυπαθείας ἡ φλὸξ ταῖς συμφοραῖς ὑποτέμνεται ταύταις, καὶ πρὸς τὴν μέλλουσαν ψῆφον καὶ τὸ φοβερὸν ἐκεῖνο δικαστήριον οὐ μικρὰν λαβόντες ἀπέρχονται παραμυθίαν, καὶ τὰ πολλὰ τῶν ἁμαρτημάτων δι' ὧν ἔπαθον δεινῶν ἐνταῦθα διαλύσαντες ἄπεισιν. Ἀλλὰ τῆς μὲν παρακλήσεως ἅλις· ὥρα δὴ λοιπὸν ἡμῖν διαβῆναι ἐπὶ τὴν παραίνεσιν τῆς τῶν ὅρκων φυγῆς, καὶ τὴν δοκοῦσαν εἶναι παραμυθίαν τοῖς ὀμνύουσιν ἀνελεῖν 49.90 τὴν ψυχρὰν καὶ ἀνόνητον. Καὶ γὰρ ἐπειδὰν αὐτοῖς ἐγκαλῶμεν, ἑτέρους ἡμῖν προβάλλονται αὐτὸ τοῦτο ποιοῦντας, καὶ λέγουσιν· Ὁ δεῖνα καὶ ὁ δεῖνα ὀμνύουσιν. Εἴπωμεν τοίνυν πρὸς αὐτούς· Ἀλλ' ὁ δεῖνα οὐκ ὄμνυσιν· ὁ δὲ Θεὸς ἀπὸ τῶν κατωρθωκότων σοι φέρει τὴν ψῆφον. Οἱ μὲν γὰρ ἁμαρτάνοντες τοὺς ἁμαρτάνοντας οὐκ ὠφελοῦσι τῇ κοινωνίᾳ τῶν παραπτωμάτων· οἱ δὲ κατορθοῦντες τοὺς ἁμαρτάνοντας καταδικάζουσι. Καὶ γὰρ οἱ μὴ θρέψαντες τὸν Χριστὸν μηδὲ ποτίσαντες ἦσαν πολλοὶ, ἀλλ' οὐδὲν ἀλλήλους ὠφέλησαν· ὥσπερ οὖν οὐδὲ αἱ παρθένοι αἱ πέντε οὐκ ἔσχον τινὰ συγγνώμην παρ' ἀλλήλων, ἀλλ' ὑπὸ τῶν κατωρθωκότων καὶ οὗτοι κἀκεῖναι καταδικασθέντες ἐκολάζοντο. Ἀπαλλαγέντες τοίνυν τῆς ψυχρᾶς ταύτης ψυχαγωγίας, μὴ τοὺς πίπτοντας βλέπωμεν, ἀλλὰ τοὺς κατορθοῦντας, καὶ σπουδάσωμεν μνημόσυνον τῆς παρούσης νηστείας λαβόντες ἀπελθεῖν. Καὶ καθάπερ ἱμάτιον πολλάκις κεκτημένοι, ἢ οἰκέτην ἢ σκεῦος τίμιον, ἀναμιμνησκόμεθα τῶν καιρῶν, καὶ πρὸς ἀλλήλους λέγομεν· Τὸν οἰκέτην τὸν δεῖνα τῇδε ἐκτησάμην τῇ ἑορτῇ, τὸ ἱμάτιον τόδε ἐπριάμην τῷδε τῷ καιρῷ· οὕτω δὴ καὶ τὸν νόμον τοῦτον ἂν κατορθώσωμεν, ἐροῦμεν ὅτι Τὸν ὅρκον τῇδε κατώρθωσα τῇ Τεσσαρακοστῇ· ἕως γὰρ τότε ὤμνυον, καὶ ψιλῆς ἀκούσας παραινέσεως ἀπεσχόμην τῆς ἁμαρτίας. Ἀλλὰ δυσκατόρθωτον ἡ συνήθεια. Οἶδα κἀγὼ, καὶ διὰ τοῦτο ἐπείγομαι εἰς ἑτέραν ὑμᾶς συνήθειαν ἐμβαλεῖν, χρηστὴν καὶ κέρδος ἔχουσαν. Ὅταν γὰρ εἴπῃς,