1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

84

ἐνσπειρομένη νοτὶς, καταφρυγεῖσα ταχέως ἀπόλλυται· καὶ τὰ λοιπὰ δὲ στοιχεῖα ἄλλων δεῖται, καὶ ἀὴρ ἡλίου, ὥσπερ ἥλιος ἀέρος· ἀλλ' ἵνα μὴ μακρότερον ποιῶμεν τὸν λόγον, ἐκ τῶν εἰρημένων ἱκανὰς τοῖς βουλομένοις ἀφορμὰς δόντες ἀρκεσθησόμεθα. Εἰ γὰρ ὁ πάσης τῆς κτίσεως θαυμαστότερος ἥλιος οὕτως ἀσθενὴς ὢν καὶ ἐνδεὴς ὤφθη, πολλῷ μᾶλλον τὰ λοιπὰ τοῦ κόσμου μέρη· ὅπερ οὖν εἶπον τοῖς φιλοπόνοις ἐκεῖνα δοὺς ἀναλέγεσθαι, αὐτὸς ἀπὸ τῶν Γραφῶν ὑμῖν διαλέξομαι πάλιν, δεικνὺς ὅτι οὐχ ὁ ἥλιος μόνος, ἀλλὰ καὶ ἅπας φθαρτός ἐστιν οὗτος ὁ κόσμος. Ὅταν γὰρ ἀλλήλων ἀναλωτικὰ τὰ στοιχεῖα ᾖ, καὶ κολάζῃ μὲν τοῦ ἡλίου τὴν δύναμιν ψυχρότης ἐπιγινομένη πλέον, ἀναλίσκῃ δὲ ταύτην τὸ θερμὸν πάλιν ἐπικρατῆσαν, καὶ τὰς ἐναντίας ποιότητάς τε καὶ διαθέσεις ἐν ἀλλήλοις ποιῇ καὶ πάσχῃ τὰ στοιχεῖα, εὔδηλον ὅτι μεγάλης φθορᾶς ταῦτα ἀπόδειξις, καὶ τοῦ σῶμα εἶναι πάντα τὰ ὁρώμενα. Ἀλλ' ἐπειδὴ τῆς ἀφελείας τῆς ἡμετέρας ὑψηλότερος ὁ λόγος οὗτος, φέρε ἐπὶ τὴν γλυκεῖαν ὑμᾶς τῶν Γραφῶν ἀγαγόντες πηγὴν, τὴν ἀκοὴν ὑμῶν ἀναπαύσωμεν. Οὐ γὰρ δὴ περὶ οὐρανοῦ καὶ γῆς κατὰ μέρος ὑμῖν ἐροῦμεν, ἀλλὰ περὶ πάσης ὁμοῦ τῆς κτίσεως τοῦτο αὐτὸ τὸν Ἀπόστολον ἡμῖν ἀποφαινόμενον δείξομεν, καὶ λέγοντα σαφῶς οὕτως, ὅτι πᾶσα ἡ κτίσις φθορᾷ δουλεύει νῦν, καὶ διὰ τί δουλεύει, καὶ πότε αὐτῆς ἀπαλλαγήσεται, καὶ εἰς ποίαν μεταβήσεται λῆξιν. Εἰπὼν γὰρ, ὅτι Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν κμιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς, ἐπήγαγεν· Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται. Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ' ἐλπίδι. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Φθαρτὴ, φησὶν, ἡ κτίσις ἐγένετο· τοῦτο γάρ ἐστι τὸ, Τῇ ματαιότητι ὑπετάγη· φθαρτὴ δὲ ἐγένετο τοῦ Θεοῦ κελεύ 49.118 σαντος οὕτως. Ἐκέλευσε δὲ ὁ Θεὸς οὕτω διὰ τὸ γένος τὸ ἡμέτερον· ἐπειδὴ γὰρ φθαρτὸν ἤμελλε τρέφειν ἄνθρωπον, καὶ αὐτὴν τοιαύτην εἶναι ἐχρῆν· οὐ γὰρ δὴ φθαρτὰ σώματα ἤμελλεν ἀφθάρτῳ ἐνδιαιτᾶσθαι κτίσει. Ἀλλ' ὅμως οὐ μένει τοιαύτη, φησὶν, ἀλλὰ Καὶ αὐτὴ ἡ κτίσις ἑλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς· εἶτα δηλῶν πότε τοῦτο ἔσται καὶ διὰ τίνας, ἐπήγαγεν· Εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Ὅταν γὰρ ἀναστῶμεν, φησὶ, καὶ ἄφθαρτα λάβωμεν σώματα, τότε καὶ τοῦ οὐρανοῦ τὸ σῶμα καὶ τῆς γῆς καὶ τῆς κτίσεως ἁπάσης ἄφθαρτον ἔσται καὶ ἀκήρατον. Ὅταν οὖν ἴδῃς ἥλιον ἀνίσχοντα, θαύμασον τὸν ∆ημιουργόν· ὅταν ἴδῃς αὐτὸν κρυπτόμενον καὶ ἀφανιζόμενον, κατάμαθε τῆς φύσεως τὴν ἀσθένειαν, καὶ μὴ προσκυνήσῃς αὐτὸν ὡς Θεόν. ∆ιὰ γὰρ τοῦτο οὐ μόνον τῇ φύσει τῶν στοιχείων δεῖγμα τῆς ἀσθενείας αὐτῶν ἐγκατέθετο ὁ Θεὸς, ἀλλὰ καὶ τοῖς αὐτοῦ δούλοις ἀνθρώποις οὖσιν ἐπιτάξαι αὐτοῖς ἐκέλευσεν, ἵνα κἂν ἀπὸ τῆς ὄψεως μὴ γνωρίσῃς αὐτῶν τὴν δουλείαν, ἀπὸ τῶν ἐπιταττόντων μάθῃς, ὅτι σύνδουλά σοί ἐστι ταῦτα ἅπαντα. Ὁ γοῦν Ἰησοῦς ὁ τοῦ Ναυῆ φησι· Στήτω ὁ ἥλιος κατὰ Γαβαὼν, καὶ ἡ σελήνη κατὰ φάραγγα Αἰλών. Καὶ πάλιν ὁ προφήτης Ἡσαΐας ἀναποδίσαι αὐτὸν ἐπὶ τοῦ βασιλέως Ἐζεκίου πεποίηκε, καὶ Μωσῆς ἀέρι καὶ θαλάττῃ καὶ γῇ καὶ πέτραις ἐπέταξεν· Ἑλισσαῖος ὑδάτων φύσιν μετέβαλεν, οἱ τρεῖς παῖδες πυρὸς περιεγένοντο. Ὁρᾷς πῶς ἑκατέρωθεν ἡμῶν προενόησεν ὁ Θεὸς, διὰ μὲν τοῦ κάλλους τῶν στοιχείων εἰς τὴν αὐτοῦ θεογνωσίαν ἡμᾶς ἄγων, διὰ δὲ τῆς ἀσθενείας οὐκ ἀφιεὶς εἰς τὴν ἐκείνων καταπεσεῖν λατρείαν;

ςʹ. Ὑπὲρ δὴ τούτων ἁπάντων δοξάσωμεν αὐτὸν τὸν κηδεμόνα ἡμῶν, μὴ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων, καὶ πολιτείαν ἀρίστην ἐπιδειξώμεθα, τήν τ' ἄλλην καὶ τὴν περὶ τοὺς ὅρκους ἐγκράτειαν λέγω. Οὐ γὰρ δὴ πᾶν ἁμάρτημα τὴν αὐτὴν φέρει κόλασιν, ἀλλὰ τὰ εὐκατόρθωτα μείζονα ἡμῖν ἐπάγει τὴν τιμωρίαν· ὅπερ οὖν καὶ ὁ Σολομὼν αἰνιττόμενος ἔλεγεν· Οὐ θαυμαστὸν, ἐὰν ἁλῷ τις κλέπτων· κλέπτει γὰρ ἵνα τὴν ψυχὴν αὐτοῦ ἐμπλήσῃ πεινῶσαν· ὁ δὲ μοιχὸς δι' ἔνδειαν φρενῶν ἀπώλειαν τῇ ἑαυτοῦ ψυχῇ περιποιεῖται. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· ∆εινὸν