1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

3

αἰχμαλωτίζοντες· οὗτος δ' ἠδύνατο μυρίους ἐπὶ τὴν ἀλήθειαν ἐπαναγαγεῖν, καὶ ἠσθένει. Εἰ γὰρ καὶ μηδεμία, φησὶν, ἑτέρα βλάβη τοῖς πράγμασιν ἀπὸ τῆς ἀῤῥωστίας ἐγίνετο, τοῦτο μόνον ἱκανὸν ἦν τοὺς πιστοὺς ὀκνηροτέρους καὶ ῥᾳθυμοτέρους ποιῆσαι. Εἰ γὰρ στρατιῶται τὸν στρατηγὸν τὸν ἑαυτῶν ὁρῶντες τῇ κλίνῃ προσδεδεμένον, ὀκνηρότεροι γίνονται καὶ πρὸς τὴν μάχην ῥᾳθυμότεροι· πολλῷ μᾶλλον εἰκὸς ἦν, καὶ τοὺς πιστοὺς τότε τὸν διδάσκαλον ὁρῶντας τὸν τοσαῦτα σημεῖα ἐργασάμενον συνεχῶς ἀῤῥωστοῦντα, καὶ τὸ σῶμα κάμνοντα, ἀνθρώπινόν τι παθεῖν. Οὐ ταῦτα δὲ μόνον, ἀλλὰ καὶ ἕτερόν τι οἱ διαποροῦντες ζητοῦσι· τίνος γὰρ ἕνεκεν πάλιν οὔτε αὐτὸς ἑαυτὸν, οὔτε ὁ διδάσκαλος αὐτοῦ οὕτω διακείμενον ἐθεράπευσεν; ἀλλὰ νεκροὺς μὲν ἤγειρον, καὶ δαίμονας ἀπήλαυνον, καὶ θανάτου μετὰ περιουσίας ἐκράτουν, σῶμα δὲ ἓν ἠσθενηκὸς οὐ διώρθωσαν, ἀλλ' ἐν ἀλλοτρίοις σώμασι καὶ ζῶντες καὶ τετελευτηκότες τοσαύτην ἐπιδεδειγμένοι δύναμιν, στόμαχον καταπεσόντα οὐκ ἀνέστησαν· καὶ τὸ δὴ μεῖζον, ὅτι οὐκ αἰσχύνεται Παῦλος οὐδὲ ἐρυθριᾷ μετὰ τοσαῦτα καὶ τηλικαῦτα σημεῖα, ἃ καὶ διὰ ψιλοῦ ῥήματος ἐπεδείκνυτο, Τιμοθέῳ γράφων ἐπὶ τὴν ἀπὸ τῆς οἰνοποσίας καταφυγεῖν θεραπείαν. Οὐχ ὅτι τὸ πίνειν οἶνον αἰσχρὸν, μὴ γένοιτο· αἱρετικῶν γὰρ ταῦτα παραγγέλματα· ἀλλ' ὅτι οὐκ ἐνόμιζεν αἰσχύνην εἶναι τὸ μὴ δύνασθαι χωρὶς τῆς ἐκείνου βοηθείας διορθώσασθαι νενοσηκὸς ἓν μέλος. Ἀλλ' ὅμως τοσοῦτον ἀπέσχεν αἰσχυνθῆναι ἐπὶ τούτῳ, ὅτι καὶ τοῖς μετὰ ταῦτα πᾶσι δῆλον αὐτὸ ἐποίησεν. Ἴδετε πρὸς πόσον βάθος κατηγάγομεν τὸν λόγον; πῶς τὸ δοκοῦν μικρὸν εἶναι, μυρίων γέμει ζητημάτων; Φέρε οὖν καὶ τὴν λύσιν ἐπαγάγωμεν. ∆ιὰ γὰρ τοῦτο πρὸς πολὺ βάθος κατέβημεν, ἵνα διεγείραντες ὑμῶν τὴν διάνοιαν, ἐν ἀσφαλεῖ τὰ νοήματα ἀποθώμεθα.

γʹ. Συγχωρήσατε δέ μοι, πρὶν ἢ τὴν λύσιν τοῖς ζητήμασι τούτοις ἐπαγαγεῖν, εἰπεῖν τι περὶ τῆς ἀρετῆς τοῦ Τιμοθέου, καὶ τῆς τοῦ Παύλου κηδεμονίας. Τί γὰρ ἐκείνου φιλοστοργότερον γέγονεν, ὃς ἐκ τοσούτου διαστήματος ὢν καὶ τοσούτοις κυκλούμενος πράγμασιν, ὑπὲρ τῆς ὑγείας τοῦ στομάχου τοῦ μαθητοῦ τοσαύτην ἐποιεῖτο πρόνοιαν, καὶ μετὰ ἀκριβείας ἐπέστελλεν ὑπὲρ τῆς τοῦ νοσήματος διορθώσεως; Τί δὲ τῆς ἀρετῆς ἴσον τῆς Τιμοθέου; Οὕτως ὑπερεώρα τρυφῆς, καὶ κατεγέλα πολυτελοῦς τραπέζης, ὡς καὶ εἰς ἀσθένειαν ἐμπεσεῖν ἐκ τῆς ἄγαν σκληραγωγίας καὶ ἐπιτεταμένης νηστείας. Ὅτι γὰρ οὐ φύσει τοιοῦτος ἦν, ἀλλ' ὑπὸ νηστείας καὶ ὑδροποσίας τοῦ στομάχου κατέβαλε τὴν ἰσχὺν, αὐτοῦ τοῦ Παύλου μετ' ἀκριβείας τοῦτο δηλοῦντος ἀκούσατε. Οὐ γὰρ ἁπλῶς εἶπεν, Οἴνῳ ὀλίγῳ χρῶ· ἀλλὰ πρότερον εἰπὼν, Μηκέτι ὑδροπότει, τότε τὴν τῆς οἰνοποσίας προσ 49.20 έθηκε συμβουλήν. Τὸ δὲ, μηκέτι, δηλοῦντος ἦν, ὅτι μέχρι τότε ὑδροπότει, καὶ διὰ τοῦτο γέγονεν ἀσθενής. Τίς οὖν οὐκ ἂν ἐκπλαγείη τὴν φιλοσοφίαν αὐτοῦ καὶ τὴν ἀκρίβειαν; Αὐτῶν ἐπελάβετο τῶν οὐρανῶν, καὶ πρὸς τὸ τῆς ἀρετῆς ἄκρον ἤλασε· καὶ ταῦτα ὁ διδάσκαλος αὐτῷ μαρτυρεῖ οὕτω λέγων· Ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστι τέκνον μου ἀγαπητὸν καὶ πιστὸν ἐν Κυρίῳ. Ὅταν δὲ Παῦλος αὐτὸν καλεῖ τέκνον καὶ τέκνον πιστὸν καὶ ἀγαπητὸν, ἀρκεῖ τὰ ῥήματα ταῦτα ἅπασαν αὐτοῦ δεῖξαι τὴν ἀρετήν. Αἱ γὰρ τῶν ἁγίων κρίσεις οὐ πρὸς χάριν, οὐδὲ πρὸς ἀπέχθειαν γίνονται, ἀλλὰ πάσης εἰσὶν ἀπηλλαγμέναι προλήψεως. Οὐκ ἦν οὕτω ζηλωτὸς ὁ Τιμόθεος, εἰ Παύλου τέκνον ἦν φύσει, ὥς ἐστι θαυμαστὸς νῦν, ὅτι κατὰ σάρκα μηδὲν αὐτῷ προσήκων, διὰ τῆς κατὰ τὴν εὐλάβειαν συγγενείας εἰς τὴν υἱοθεσίαν εἰσήγαγεν ἑαυτὸν τὴν ἐκείνου, μετὰ ἀκριβείας τοὺς χαρακτῆρας τῆς ἐκείνου φιλοσοφίας διασώζων ἐν ἅπασι. Καθάπερ γὰρ μόσχος ταύρῳ συμβεβλημένος, οὕτω τὸν ζυγὸν εἷλκε μετ' αὐτοῦ πανταχοῦ τῆς οἰκουμένης, καὶ οὐδὲν ἠλαττοῦτο διὰ τὴν ἡλικίαν, ἀλλ' ἡ προθυμία ἁμιλλᾶσθαι τοῖς τοῦ διδασκάλου πόνοις αὐτὸν παρεσκεύαζε. Καὶ τούτων πάλιν μάρτυς αὐτὸς ὁ Παῦλος, οὕτω λέγων· Μηδεὶς οὖν αὐτὸν ἐξουθενήσῃ· τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται, ὡς κἀγώ. Εἶδες πῶς ἀπαράλλακτον αὐτῷ μαρτυρεῖ