6
μεθύουσι τοῦτο τὸ νόσημα, καὶ τῶν αἰωνίων ἀγαθῶν οὐκ ἀφίησιν ἐπιτυχεῖν, ἀλλὰ μετὰ τῆς ἐνταῦθα ἀσχημοσύνης καὶ ἐκεῖ κόλασις ἀφόρητος τοὺς τὰ τοιαῦτα νοσοῦντας ἀναμένει. Περικόψωμεν τοίνυν τὴν πονηρὰν ταύτην συνήθειαν, καὶ ἀκούσωμεν Παύλου λέγοντος, Οἴνῳ ὀλίγῳ χρῶ· καὶ γὰρ αὐτὸν τὸν ὀλίγον διὰ τὴν ἀσθένειαν ἐπέτρεψεν· ὡς εἰ μὴ ἦν ἀσθένεια διενοχλοῦσα, οὐκ ἂν 49.23 ἠνάγκασε τὸν μαθητὴν οὐδὲ τὸν ὀλίγον προσίεσθαι. Καὶ γὰρ καὶ τὰ ἀναγκαίως ἡμῖν παραδοθέντα σῖτα καὶ ποτὰ τοῖς καιροῖς καὶ ταῖς χρείαις ἀεὶ μετρεῖν δεῖ, καὶ μηδαμοῦ τὴν χρείαν ὑπερβαίνειν, μηδὲ ἁπλῶς καὶ εἰκῆ τι ποιεῖν. Ἀλλ' ἐπειδὴ τὴν τοῦ Παύλου κηδεμονίαν καὶ τὴν ἀρετὴν ἐμάθομεν τὴν Τιμοθέου, φέρε λοιπὸν ἐπ' αὐτὴν τὴν λύσιν τῶν ζητημάτων τὸν λόγον ἀγάγωμεν. Τίνα οὖν εἰσι τὰ ζητούμενα; ἀναγκαῖον γὰρ πάλιν εἰπεῖν ἵνα σαφεστέρα ἡ λύσις γένηται· τίνος οὖν ἕνεκεν ἅγιον τοιοῦτον καὶ τοσαῦτα οἰκονομοῦντα πράγματα, εἰς ἀῤῥωστίαν συνεχώρησεν ὁ Θεὸς ἐμπεσεῖν, καὶ οὔτε αὐτὸς, οὔτε ὁ διδάσκαλος ἴσχυσε τὸ νόσημα διορθώσασθαι, ἀλλὰ τῆς κατὰ τὴν οἰνοποσίαν ἐδεήθησαν βοηθείας; Καὶ τὰ μὲν ζητούμενα ταῦτα ἦν. ∆εῖ δὲ αὐτὴν ἐπαγαγεῖν τὴν λύσιν, ὡς μὴ μόνον εἴ τινες νόσῳ καὶ ἀῤῥωστίᾳ τοιαύτῃ περιπέσοιεν, ἀλλὰ καὶ εἴ τινες πενίᾳ, καὶ λιμῷ, καὶ δεσμοῖς, καὶ βασάνοις, καὶ ἐπηρείαις, καὶ συκοφαντίαις, καὶ πᾶσι τοῖς κατὰ τὸν παρόντα βίον δεινοῖς, ἅγιοι καὶ μεγάλοι καὶ θαυμαστοὶ, καὶ ἐπ' ἐκείνων ἀπὸ τῶν σήμερον ῥηθησομένων ἀκριβῆ καὶ σαφεστάτην δυνηθῆναι εὑρέσθαι τὴν ἀπολογίαν πρὸς τοὺς ἐγκαλεῖν βουλομένους. Καὶ γὰρ ἠκούσατε πολλῶν τοιαῦτα ζητούντων· Τί δήποτε ὁ δεῖνα μέτριος ὢν καὶ ἐπιεικὴς ἄνθρωπος ὑφ' ἑτέρου παρανόμου τινὸς καὶ πονηροῦ καθ' ἑκάστην ἡμέραν εἰς δικαστήριον ἕλκεται, καὶ μυρία πάσχει δεινὰ, καὶ ὁ Θεὸς συγχωρεῖ; τίνος οὖν ἕνεκεν ἕτερος συκοφαντηθεὶς ἀπέθανεν ἀδίκως; Ὁ δεῖνα κατεποντίσθη, φησὶν, ἄλλος κατεκρημνίσθη· καὶ πολλοὺς ἂν ἔχοιμεν ἁγίους εἰπεῖν, καὶ ἐφ' ἡμῶν καὶ ἐπὶ τῶν προγόνων τῶν ἡμετέρων πολλὰς ὑπομείναντας θλίψεις διαφόρους καὶ ποικίλας. Ἵνα οὖν ἁπάντων τούτων τὸν λόγον ἴδωμεν, καὶ μήτε αὐτοὶ θορυβώμεθα, μήτε ἑτέρους σκανδαλιζομένους περιορῶμεν, μετ' ἀκριβείας ἁπάσης τοῖς λεχθήσεσθαι μέλλουσι νῦν προσέχωμεν.
ςʹ. Τῆς γὰρ τῶν ἁγίων κακώσεως τῆς ποικίλης καὶ παντοδαπῆς ὀκτὼ τὸν ἀριθμὸν αἰτίας ἔχω πρὸς τὴν ὑμετέραν ἀγάπην εἰπεῖν. ∆ιὸ συντείνατέ μοι ἑαυτοὺς μετὰ ἀκριβείας ἅπαντες, εἰδότες ὡς οὐδεμία λοιπὸν ἔσται ἡμῖν συγγνώμη καὶ ἀπολογία σκανδαλιζομένοις ἐπὶ τοῖς συμβαίνουσιν, εἴ γε τοσούτων προφάσεων οὐσῶν, ὡς μηδεμιᾶς οὔσης οὕτω μέλλοιμεν θορυβεῖσθαι καὶ ταράττεσθαι. Πρώτη μὲν οὖν, διὰ τὸ μὴ ταχέως αἴρεσθαι εἰς ἀπόνοιαν τῷ μεγέθει τῶν κατορθωμάτων καὶ τῶν θαυμάτων, ἀφίησιν αὐτοὺς ὁ Θεὸς κακοῦσθαι. ∆ευτέρα, ἵνα μὴ μείζονα τῆς ἀνθρωπίνης φύσεως περὶ αὐτῶν ὑπόνοιαν ἔχωσιν ἕτεροι, καὶ θεοὺς, ἀλλ' οὐκ ἀνθρώπους νομίσωσιν αὐτοὺς εἶναι. Τρίτη, ἵνα ἡ τοῦ Θεοῦ φαίνηται δύναμις διὰ τῶν ἐξασθενούντων καὶ διὰ τῶν δεσμουμένων κρατοῦσα καὶ περιγινομένη, καὶ τὸ κήρυγμα αὔξουσα. Τετάρτη, ἵνα αὐτῶν ἐκείνων ἡ ὑπομονὴ φανερωτέρα γένηται, οὐκ ἐπὶ μισθῷ τῷ Θεῷ δουλευόντων, ἀλλὰ καὶ τοσαύτην ἐπιδεικνυμένων εὐγνωμοσύνην, ὡς καὶ μετὰ τοσαῦτα κακὰ τὴν ἀκεραίαν περὶ αὐτὸν ἐπιδείκνυσθαι εὔνοιαν. Πέμπτη, ἵνα περὶ ἀναστάσεως φιλοσοφῶμεν· ὅταν γὰρ ἴδῃς ἄνδρα δίκαιον καὶ πολλῆς γέμοντα ἀρετῆς μυρία παθόντα δεινὰ, καὶ οὕτως ἀπελθόντα ἐντεῦθεν, καὶ ἄκων ἀναγκασθήσῃ πάντως ἐννοῆσαί τι περὶ τῆς ἐκεῖ κρίσεως. Εἰ γὰρ ἄνθρωποι τοὺς ὑπὲρ αὐτῶν κάμνοντας οὐκ ἀφιᾶσι χωρὶς 49.24 μισθῶν καὶ ἀμοιβῆς ἀπελθεῖν, πολλῷ μᾶλλον ὁ Θεὸς τοὺς τοσαῦτα πεπονηκότας οὐκ ἂν ἕλοιτό ποτε ἀστεφανώτους ἀφεῖναι· εἰ δὲ οὐκ ἂν ἕλοιτο τῆς τῶν πόνων αὐτῶν ἀμοιβῆς αὐτοὺς ἀποστερῆσαί ποτε, ἀνάγκη καιρὸν εἶναί τινα μετὰ τὴν ἐντεῦθεν τελευτὴν, καθ' ὃν ἀπολήψονται τὰς ἀμοιβὰς τῶν ἐντεῦθεν πόνων. Ἕκτη, ἵνα πάντες οἱ περιπίπτοντες τοῖς δεινοῖς