10
παραμυθίαν τοῖς ἐκπεπτωκόσιν. Ὅτι δὲ καὶ τοὺς περὶ ἀναστάσεως πάλιν τοῦτο εἰσάγει λόγους, ἄκουσον αὐτοῦ τοῦ Παύλου λέγοντος· Εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος, εἰ νεκροὶ οὐκ ἐγείρονται; Καὶ πάλιν, Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν. Μυρία πάσχομεν δεινὰ κατὰ τὸν παρόντα βίον, φησίν· εἰ τοίνυν οὐκ ἔστιν ἐλπίσαι ἑτέραν ζωὴν, τί γένοιτ' ἂν ἡμῶν ἀθλιώτερον;
θʹ. Ὅθεν δῆλον, ὅτι οὐ μέχρι τοῦ παρόντος ἕστηκε τὰ ἡμέτερα· καὶ τοῦτο δῆλον ἀπὸ τῶν πειρασμῶν γίνεται, Οὐ γὰρ ἄν ποτε ἀνάσχοιτο ὁ Θεὸς τοὺς τοσαῦτα καὶ τηλικαῦτα πεπονθότας κακὰ, καὶ τὸν παρόντα βίον ἅπαντα ἐν πειρασμοῖς καὶ μυρίοις διάγοντας κινδύνοις, μὴ πολλῷ μείζοσιν ἀμείψασθαι δωρεαῖς· εἰ δὲ οὐκ ἀνάσχοιτο, εὔδηλον ὅτι βελτίω τινὰ καὶ λαμπροτέραν ἡτοίμασεν ἑτέραν ζωὴν, καθ' ἣν μέλλει τοὺς τῆς εὐσεβείας ἀθλητὰς στεφανοῦν καὶ ἀνακηρύττειν, τῆς οἰκουμένης ὁρώσης ἁπά 49.28 σης. Ὥστε ὅταν ἴδῃς δίκαιον στενοχωρούμενον, κακούμενον, ἐν ἀῤῥωστίᾳ καὶ πενίᾳ καὶ μυρίοις ἑτέροις δεινοῖς τὸν παρόντα βίον καταλύσαντα, εἰπὲ πρὸς ἑαυτὸν, ὅτι εἰ μὴ ἀνάστασις ἦν καὶ κρίσις, οὐκ ἂν ὁ Θεὸς τὸν τοσαῦτα δι' αὐτὸν πεπονθότα κακὰ ἀφῆκε μηδενὸς ἀπολαύσαντα ἀγαθοῦ ἀπελθεῖν ἐντεῦθεν· ὅθεν δῆλον, ὅτι ἑτέραν αὐτοῖς ἡτοίμασε ζωὴν ἡδίω τῆς παρούσης καὶ ἀνεκτοτέραν πολλῷ. Οὐ γὰρ ἂν, εἰ μὴ τοῦτο ἦν, τῶν μὲν πονηρῶν εἴασε πολλοὺς τρυφᾷν κατὰ τὸν παρόντα βίον, τῶν δὲ δικαίων πολλοὺς ἐν μυρίοις ἠφίει κακοῖς· ἀλλ' ἐπειδὴ παρεσκεύασται αἰὼν ἕτερος, ἐν ᾧ κατ' ἀξίαν ἑκάστῳ, τῷ μὲν τῆς πονηρίας, τῷ δὲ τῆς ἀρετῆς ἀποδιδόναι μέλλει, διὰ τοῦτο ἀνέχεται τὸν μὲν κακούμενον, τὸν δὲ τρυφῶντα ὁρῶν. Καὶ τὴν ἑτέραν δὲ αἰτίαν ἀπὸ τῶν Γραφῶν παραστῆσαι πειράσομαι. Ποία δὲ ἦν αὕτη; Τὸ μὴ λέγειν ἡμᾶς εἰς τὴν αὐτὴν ἀρετὴν παρακαλουμένους, ὅτι ἐκεῖνοι φύσεως ἑτέρας μετεῖχον, ἢ οὐκ ἦσαν ἄνθρωποι. ∆ιὰ τοῦτό τις περὶ τοῦ μεγάλου διαλεγόμενος Ἠλίου, οὕτω πώς φησιν, Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν. Ὁρᾷς ὅτι ἀπὸ τῆς τῶν παθῶν κοινωνίας δείκνυσιν αὐτὸν ἄνθρωπον ὄντα καθ' ἡμᾶς. Καὶ πάλιν· Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὁμοιοπαθὴς ὑμῖν· καὶ τοῦτο τὴν κοινωνίαν ἐγγυᾶται τῆς φύσεως. Ἵνα δὲ μάθῃς, ὅτι καὶ μακαρίζειν ἡμᾶς, οὓς χρὴ μακαρίζειν, τοῦτο παιδεύει, δῆλον ἐκεῖθεν. Ὅταν γὰρ ἀκούσῃς Παύλου λέγοντος, ὅτι Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν, καὶ κοπιῶμεν· καὶ ὅτι Ὃν ἀγαπᾷ Κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται, εὔδηλον ὅτι οὐχὶ τοὺς ἀνέσεως ἀπολαύοντας, ἀλλὰ τοὺς στενοχωρουμένους διὰ τὸν Θεὸν, τοὺς θλιβομένους, τούτους ἐπαινεσόμεθα, καὶ ζηλώσομεν τοὺς ἐν ἀρετῇ ζῶντας, τοὺς εὐσεβείας ἐπιμελουμένους. Οὕτω καὶ ὁ προφήτης φησίν· Ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας, αἱ θυγατέρες αὐτῶν κεκαλλωπισμέναι, περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ. Τὰ ταμεῖα αὐτῶν πλήρη, ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο· τὰ πρόβατα αὐτῶν πολύτοκα, πληθύνοντα ἐν ταῖς ἐξόδοις αὐτῶν, οἱ βόες αὐτῶν παχεῖς. Οὐκ ἔστι κατάπτωμα φραγμοῦ, οὐδὲ διέξοδος, οὐδὲ κραυγὴ ἐν ταῖς πλατείαις αὐτῶν. Ἐμακάρισαν τὸν λαὸν, ᾧ ταῦτά ἐστιν. Σὺ δὲ τί φὴς, ὦ προφῆτα; Μακάριος, φησὶν, ὁ λαὸς, οὗ Κύριος ὁ Θεὸς αὐτοῦ· οὐ τὸν ἐν χρήμασι πλουτοῦντα, ἀλλὰ τὸν εὐσεβείᾳ κομῶντα, τοῦτον ἐγὼ μακαρίζω, φησὶ, κἂν μυρία πάσχῃ δεινά. Εἰ δὲ χρὴ καὶ ἐννάτην αἰτίαν εἰπεῖν, ἐκεῖνο ἂν εἴποιμεν, ὅτι δοκιμωτέρους ποιεῖ τοὺς θλιβομένους ἡ θλῖψις· Ἡ γὰρ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Ὁρᾷς ὅτι ἡ ἐκ τῆς θλίψεως δοκιμὴ τὴν περὶ τῶν μελλόντων ἡμῖν ἐλπίδα ἐντίθησι, καὶ τὸ μένειν ἐν πειρασμοῖς εὐέλπιδας ποιεῖ περὶ τῶν μελλόντων εἶναι; Ὥστε οὐ μάτην ἔλεγον, ὅτι αἱ θλίψεις αὗται τὰς περὶ τῆς ἀναστάσεως ἡμῖν ἐλπίδας ὑπογράφουσι, καὶ βελτίους ἐργάζονται τοὺς βασανιζομένους· ὥσπερ γὰρ, φησὶν, ἐν καμίνῳ δοκιμάζεται χρυσὸς, οὕτως ἄνθρωπος δεκτὸς ἐν καμίνῳ