15
ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
49.33 ΟΜΙΛΙΑ ∆ΕΥΤΕΡΑ, Λεχθεῖσα ἐν Ἀντιοχείᾳ ἐν τῇ παλαιᾷ
λεγομένῃ ἐκκλησίᾳ, ὄντος αὐτοῦ πρεσβυτέρου, περὶ τῆς συμβάσης συμφορᾶς ἐν τῇ πόλει, ἐπὶ τῇ ἀταξίᾳ τῆς καταστροφῆς τῶν ἀνδριάντων τοῦ Θεοδοσίου τοῦ εὐσεβοῦς βασιλέως τοῦ μεγάλου· καὶ εἰς τὸ ῥητὸν τοῦ
Ἀποστόλου, Τοῖς πλουσίοις παράγγελλε ἐν τῷ νῦν αἰῶνι μὴ ὑψηλοφρονεῖν· καὶ κατὰ πλεονεξίας.
αʹ. Τί εἴπω καὶ τί λαλήσω; δακρύων ὁ παρὼν καιρὸς, οὐχὶ ῥημάτων· θρήνων,
οὐχὶ λόγων· εὐχῆς, οὐ δημηγορίας· τοιοῦτον τῶν τετολμημένων τὸ μέγεθος, οὕτως ἀνίατον τὸ ἕλκος, οὕτω μέγα τὸ τραῦμα, καὶ πάσης ἰατρείας μεῖζον, καὶ τῆς ἄνωθεν δεόμενον βοηθείας. Οὕτω μὲν ὁ Ἰὼβ ἅπαντα ἀποβαλὼν, ἐπὶ τῆς κοπρίας ἐκάθητο, καὶ ἀκούσαντες οἱ φίλοι παρεγένοντο, καὶ ἰδόντες αὐτὸν πόῤῥωθεν, τὰ ἱμάτια διέῤῥηξαν, καὶ σποδὸν κατεπάσαντο, καὶ μέγα ἀνῴμωξαν. Νῦν τοῦτο τὰς πόλεις ἁπάσας τὰς κύκλῳ ποιῆσαι ἐχρῆν, καὶ πρὸς τὴν πόλιν τὴν ἡμετέραν ἐλθεῖν, καὶ θρηνῆσαι τὰ γεγενημένα μετὰ συμπαθείας ἁπάσης. Ἐκεῖνος ἐπὶ τῆς κοπρίας ἐκάθητο τότε, αὕτη ἐν μεγάλῃ παγίδι κάθηται νῦν. Καθάπερ γὰρ τότε ὁ διάβολος εἰς τὰ ποίμνια καὶ τὰ βουκόλια, καὶ πᾶσαν ὠρχήσατο τοῦ δικαίου τὴν οὐσίαν· οὕτω νῦν εἰς τὴν πόλιν ἅπασαν ἐβάκχευσεν. Ἀλλ' ὁ Θεὸς καὶ τότε καὶ νῦν συνεχώρησε· τότε μὲν, ἵνα τὸν δίκαιον λαμπρότερον ποιήσῃ τῷ μεγέθει τῶν πειρασμῶν, νῦν δὲ, ἵνα ἡμᾶς σωφρονεστέρους ἐργάσηται τῇ τῆς θλίψεως ταύτης 49.34 ὑπερβολῇ. ∆ότε μοι θρηνῆσαι τὰ παρόντα. Ἐσιγήσαμεν ἡμέρας ἑπτὰ, καθάπερ οἱ φίλοι τοῦ Ἰώβ· δότε μοι στόμα διᾶραι σήμερον, καὶ τὴν κοινὴν ταύτην ὀδύρασθαι συμφοράν. Τίς ἡμῖν ἐβάσκηνεν, ἀγαπητοί; τίς ἡμῖν ἐφθόνησε; πόθεν ἡ τοσαύτη γέγονε μεταβολή; Οὐδὲν τῆς πόλεως τῆς ἡμετέρας σεμνότερον ἦν· οὐδὲν γέγονε ἐλεεινότερον νῦν. ∆ῆμος εὔτακτος οὕτω καὶ ἥμερος, καὶ καθάπερ ἵππος χειροήθης καὶ τιθασσὸς, ἀεὶ ταῖς τῶν ἀρχόντων εἴκων χερσὶν, ἐξαίφνης τοσοῦτον ἡμῖν ἀπεσκίρτησε νῦν, ὡς τοσαῦτα ἐργάσασθαι κακὰ, ἃ μηδὲ εἰπεῖν θέμις. Ὀδύρομαι καὶ θρηνῶ νῦν, οὐ διὰ τὸ μέγεθος τῆς προσδοκωμένης ἀπειλῆς, ἀλλὰ διὰ τὴν ὑπερβολὴν τῆς γεγενημένης μανίας. Εἰ γὰρ μὴ παροξυνθείη βασιλεὺς, μηδὲ ὀργισθείη, μηδὲ κολάσειε καὶ τιμωρήσαιτο πῶς οἴσομεν, εἰπέ μοι, τὴν αἰσχύνην τὴν ἀπὸ τῶν γεγενημένων; ∆ιακόπτεταί μοι τῆς διδασκαλίας ὁ λόγος τῷ θρήνῳ· μόλις ἰσχύω διᾶραι στόμα, καὶ ἀνοῖξαι χείλη, καὶ κινῆσαι γλῶτταν, καὶ ῥήματα προέσθαι· οὕτω καθάπερ χαλινὸς ὁ τῆς ἀθυμίας ὄγκος ἀποστρέφει μου τὴν γλῶτταν, καὶ τῶν ῥημάτων ἐπιλαμβάνεται. Οὐδὲν τῆς πόλεως τῆς ἡμετέρας πρότερον μακαριώτερον ἦν, οὐδὲν 49.35 ἀτερπέστερον γέγονε νῦν. Καθάπερ μέλιτται κηρίον βομβοῦσαι, οὕτω τὴν ἀγορὰν περιίπταντο καθ' ἑκάστην ἡμέραν οἱ τὴν πόλιν οἰκοῦντες, καὶ πάντες ἡμᾶς ἐπὶ τῷ πλήθει τούτῳ πρότερον ἐμακάριζον. Ἀλλ' ἰδοὺ νῦν τὸ κηρίον τοῦτο γέγονεν ἔρημον· καθάπερ γὰρ τὰς μελίττας ἐκείνας καπνὸς, οὕτω τὰς μελίττας ταύτας φόβος ἀπήλασε· μᾶλλον δὲ καὶ ὃ περὶ τῆς Ἱερουσαλὴμ θρηνῶν ὁ προφήτης ἔλεγε, τοῦτο καὶ ἡμεῖς εἰς καιρὸν ἐροῦμεν νῦν· Ἐγενήθη ἡμῖν ἡ πόλις, ὡς τερέβινθος ἀποβεβληκυῖα τὰ φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων. Καθάπερ γὰρ παράδεισος τῆς ἀρδείας ἐπιλιπούσης, ἔρημα τῶν φύλλων καὶ γυμνὰ τῶν καρπῶν τὰ δένδρα δείκνυσιν, οὕτω δὴ καὶ ἡ πόλις ἡμῶν γέγονε νῦν· τῆς γὰρ ἄνωθεν βοηθείας ἐγκαταλιπούσης αὐτὴν, ἕστηκεν ἔρημος, γυμνὴ τῶν οἰκητόρων γενομένη σχεδὸν ἁπάντων. Οὐδὲν πατρίδος γλυκύτερον, ἀλλ' οὐδὲν πικρότερον νῦν γέγονε· πάντες τὴν ἐνεγκοῦσαν ὥσπερ παγίδα φεύγουσιν,