19
ὅτι μὴ παρῆς, μηδὲ ἐκώλυες, μηδὲ τοὺς ἀκοσμοῦντας κατεῖχες, μηδὲ ἐκινδύνευες ὑπὲρ τῆς εἰς τὸν βασιλέα τιμῆς. Οὐ μετέσχες τῶν τετολμημένων; ἐπαινῶ τοῦτο καὶ ἀποδέχομαι· ἀλλ' οὐδὲ ἐπέσχες τὰ γινόμενα· τοῦτο κατηγορίας ἄξιον. Ταῦτα καὶ παρὰ τοῦ Θεοῦ τὰ ῥήματα ἀκουσόμεθα, ὅταν σιγῇ φέρωμεν τὰς εἰς αὐτὸν ὕβρεις καὶ παροινίας γενομένας· ἐπεὶ καὶ ὁ τὸ τάλαντον ἐκεῖνο καταχώσας οὐχ ὑπὲρ τῶν καθ' ἑαυτὸν ἐνεκαλεῖτο τότε ὁλόκληρον γὰρ τὴν παρακαταθήκην ἀπέδωκεν, ἀλλ' ὅτι αὐτὴν οὐκ ἐπλεόνασεν, ὅτι ἑτέρους οὐκ ἐπαίδευσεν, ὅτι τὸ ἀργύριον 49.39 τοῖς τραπεζίταις οὐ κατέβαλε, τουτέστιν, οὐ παρῄνεσεν, οὐ συνεβούλευσεν, οὐκ ἐπετίμησεν, οὐ διώρθωσε τοὺς πλησίον ἀκοσμοῦντας τῶν πονηρῶν· διὰ τοῦτο χωρὶς συγγνώμης ἁπάσης εἰς τὰς ἀφορήτους ἐπέμπετο κολάσεις ἐκείνας. Ἀλλ' ὅτι μὲν, εἰ καὶ μὴ πρότερον, νῦν γοῦν ταύτην ἐργάσεσθε τὴν διόρθωσιν, καὶ τὸν Θεὸν ὑβριζόμενον οὐ περιόψεσθε, σφόδρα πεπίστευκα. Ἱκανὰ γὰρ τὰ συμβεβηκότα, εἰ καὶ μηδεὶς ὁ παραινῶν ἦν, καὶ τοὺς σφόδρα ἀναισθήτως διακειμένους πεῖσαι λοιπὸν τῆς οἰκείας ἐπιλαβέσθαι σωτηρίας. Ἡμῖν δὲ ὥρα λοιπὸν τὴν εἰωθυῖαν ὑμῖν ἀπὸ τοῦ Παύλου παραθεῖναι τράπεζαν, τὴν σήμερον ἀναγνωσθεῖσαν ῥῆσιν προχειρισαμένους, καὶ εἰς μέσον καταθεμένους ἅπασι. Τί ποτ' οὖν ἐστι τὸ σήμερον ἀναγνωσθέν; Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλοφρονεῖν. Εἰπὼν, Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι, ἔδειξε καὶ ἑτέρους ὄντας πλουσίους τοὺς τοῦ μέλλοντος αἰῶνος· οἷος ἐκεῖνος ὁ Λάζαρος ἦν, κατὰ μὲν τὸν παρόντα βίον πένης, κατὰ δὲ τὸν μέλλοντα πλούσιος, οὐ χρυσοῦ καὶ ἀργύρου καὶ τοιαύτῃ τινὶ φθαρτῇ καὶ ἐπικήρῳ πλουτῶν ὕλῃ, ἀλλὰ τοῖς ἀποῤῥήτοις ἐκείνοις ἀγαθοῖς, ἃ Μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. Τοῦτο γὰρ ἀληθῶς πλοῦτος καὶ εὐπορία, ὅταν καὶ ἀκήρατα ᾖ τὰ καλὰ, καὶ μηδεμίαν δέχηται μεταβολήν. Ἀλλ' οὐχ ὁ παριδὼν αὐτὸν πλούσιος τοιοῦτος, ἀλλὰ πάντων πενέστερος ἐγένετο. Μετὰ ταῦτα γοῦν σταγόνος ἀξιώσας ἐπιτυχεῖν, οὔτε αὐτῆς ἐγένετο κύριος· οὕτω πρὸς ἐσχάτην ἐληλάκει πενίαν. ∆ιὰ τοῦτο πλουσίους τοῦ παρόντος αἰῶνος ἐκάλεσεν, ἵνα μάθῃς, ὅτι μετὰ τῆς παρούσης ζωῆς καὶ ἡ εὐπορία συγκαταλύεται· οὐ πρόεισι περαιτέρω, οὐδὲ συμμεθίσταται ἀποδημοῦσι τοῖς ἔχουσιν, ἀλλὰ πολλάκις αὐτοὺς καὶ πρὸ τῆς τελευτῆς ἀφίησιν· ὅπερ οὖν καὶ αὐτὸ δηλῶν ἔλεγε, Μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι. Οὐδὲν γὰρ οὕτως ἄπιστον, ὡς ὁ πλοῦτος, ὃ πολλάκις εἶπον, καὶ λέγων οὐ παύσομαι, ὅτι δραπέτης ἐστὶν ἀγνώμων, οἰκέτης πίστιν οὐκ ἔχων, κἂν μυρίας αὐτῷ περιβάλῃς πέδας, οὗτος καὶ τὰς πέδας αὐτὰς ἐπισυρόμενος ἄπεισι. Πολλάκις γοῦν μοχλοῖς καὶ θύραις ἀπέκλεισαν αὐτὸν οἱ κεκτημένοι, οἰκέτας περιστήσαντες φύλακας· ὁ δὲ τοὺς οἰκέτας αὐτοὺς ἀναπείσας, μετ' αὐτῶν ἀπέδρα τῶν φυλαττόντων, καθάπερ ἅλυσιν τοὺς τηροῦντας ἐπισυρόμενος, καὶ πλέον οὐδὲν ἀπὸ τῆς φυλακῆς ἐγένετο ταύτης. Τί τούτου γένοιτ' ἂν ἀπιστότερον; τί δὲ τῶν περὶ αὐτὸν ἐσπουδακότων ἐλεεινότερον; ὅταν πρᾶγμα οὕτω σαθρὸν καὶ εὐμετάπτωτον πάσῃ σπουδῇ συλλέγειν ἐπιχειρῶσι, καὶ μὴ ἀκούωσι τοῦ προφήτου λέγοντος· Οὐαὶ οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν, καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν καυχώμενοι. Εἰπὲ, τίνος ἕνεκεν οὐαί; Θησαυρίζει, φησὶ, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά· ὅτι ὁ μὲν πόνος δῆλος, ἡ δὲ ἀπόλαυσις ἄδηλος. Πολλάκις ἐχθροῖς κάμνεις, καὶ ταλαιπωρεῖς· πολλάκις μετὰ τὴν σὴν τελευτὴν εἰς τοὺς ἠδικηκότας καὶ μυρία σοι ἐπιβουλεύσαντας, ὁ κλῆρος ἐλθὼν, σοὶ μὲν τὰ ἁμαρτήματα, τὴν δὲ ἀπόλαυσιν παρέσχεν ἑτέροις.
εʹ. Ἀλλ' ἄξιον ἐκεῖνο ἐξετάσαι, τίνος ἕνεκεν οὐκ εἶπε, Τοῖς δὲ πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ πλουτεῖν, παράγγελλε πένεσθαι, παράγγελλε τὰ ὄντα κενοῦν, ἀλλὰ Παράγγελλε μὴ ὑψηλοφρονεῖν. Οἶδεν ὅτι τοῦ πλού 49.40 του ῥίζα καὶ ὑπόθεσίς ἐστιν ἡ ἀπόνοια, κἂν εἰδῇ τις μετριάζειν, οὐ πολλὴν περὶ τὸ πρᾶγμα ποιήσεται σπουδήν. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, τοὺς πολλοὺς οἰκέτας περιάγεις, τοὺς