21
ἀλλ' οὐκ ἔχει καιρόν. Εἰ δὲ ἔνθα ἀνθρώπου ὀργὴ, χρημάτων ἐλέγχεται δύναμις, πολλῷ μᾶλλον ἐπὶ τοῦ θείου καὶ ἀδεκάστου δικαστηρίου τοῦτο γενήσεται. Εἰ ἄνθρωπός ἐστιν ὁ παροξυνόμενος καὶ ἀγανακτῶν, καὶ οὐδὲν ἡμᾶς τὸ χρυσίον ὠφελεῖ νῦν, πολλῷ μᾶλλον ὀργιζομένου τοῦ Θεοῦ τοῦ μὴ δεομένου χρημάτων, ἀσθενήσει πάντως τοῦ χρυσίου ἡ δύναμις. Οἰκίας οἰκοδομούμεθα, ἵνα οἰκῶμεν, οὐχ ἵνα φιλοτιμώμεθα Τὸ μεῖζον τῆς χρείας, περιττὸν τῆς χρείας ἐστὶ καὶ ἄχρηστον. Ὑπόδησαι ὑπόδημα τοῦ ποδὸς μεῖζον· ἀλλ' οὐκ ἀνέξῃ· ἐμποδίζει γάρ σοι πρὸς τὴν βάδισιν· οὕτω καὶ οἰκία μείζων τῆς χρείας ἐμποδίζει πρὸς τὴν εἰς οὐρανοὺς ἀποδημίαν. Βούλει λαμπρὰς καὶ μεγάλας οἰκοδομεῖν οἰκίας; οὐ κωλύω, ἀλλὰ μὴ ἐπὶ γῆς· οἰκοδόμησον σκηνὰς ἐν οὐρανοῖς, ἵνα καὶ ἑτέρους ὑποδέξασθαι δυνηθῇς, σκηνὰς οὐδέποτε καταλυομένας. Τί μέμηνας περὶ τὰ φεύγοντα, καὶ τὰ ἐνθάδε μένοντα; Οὐδὲν σφαλερώτερον πλούτου, σήμερον μετὰ σοῦ, καὶ αὔριον κατὰ σοῦ, τοὺς τῶν βασκάνων ὀφθαλμοὺς ὁπλίζει πάντοθεν· πολέμιός ἐστιν ὁμόσκηνος, ἐχθρὸς σύνοικος· καὶ μάρτυρες ὑμεῖς οἱ κεκτημένοι, οἱ παντὶ τρόπῳ κατορύττοντες αὐτὸν καὶ ἀποκρύπτοντες· ἐπεὶ καὶ νῦν τὸν κίνδυνον ἀφορητότερον ἡμῖν ὁ πλοῦτος ποιεῖ. Ὁρᾷς γοῦν τοὺς μὲν πένητας εὐζώνους καὶ ἀπολελυμένους, καὶ πρὸς ἅπαντα παρεσκευασμένους· τοὺς δὲ πλουσίους πολλὴν ἔχοντας δυσκολίαν, καὶ περιιόντας, καὶ ζητοῦντας ποῦ τὸ χρυσίον κατορύξωσι, ζητοῦντας τίνι κατάθοιντο. Τί ζητεῖς, ἄνθρωπε, τοὺς ὁμοδούλους; ἕστηκεν ὁ Χριστὸς ἕτοιμος ὑποδέξασθαι, καὶ τηρῆσαί σοι τὰς παρακαταθήκας, οὐχὶ τηρῆσαι δὲ μόνον, ἀλλὰ καὶ πλεονάσαι, καὶ μετὰ πολλῆς ἀποδοῦναι τῆς προσθήκης· ἐκ τῆς ἐκείνου χειρὸς οὐδεὶς ἁρπάζει. Οὐ τηρεῖ δὲ μόνον τὰς παρακαταθήκας, ἀλλὰ καὶ ὑπὲρ αὐτοῦ τούτου λύει σοι τοὺς κινδύνους. Ἐπὶ μὲν γὰρ τῶν ἀνθρώπων οἱ δεξάμενοι τὰς παρακαταθήκας χάριν ἡμῖν δεδωκέναι νομίζουσι, φυλάττοντες ἅπερ ἔλαβον· ἐπὶ δὲ τοῦ Χριστοῦ τοὐναντίον· οὐ γὰρ δεδωκέναι χάριν, ἀλλ' εἰληφέναι χάριν, ὅταν δέξηταί σου τὰς παρακαταθήκας, φησὶν, καὶ ὑπὲρ τῆς φυλακῆς αὐτῆς, ἣν περὶ τὰ χρήματα ἐπιδείκνυται τὰ σὰ, οὐκ ἀπαιτεῖ σε μισθὸν, ἀλλὰ δίδωσί σοι μισθόν.
ςʹ. Ἄρα τίνος ἂν εἴημεν ἀπολογίας ἄξιοι, τίνος δὲ συγγνώμης, ὅταν παρατρέχοντες τὸν καὶ φυλάξαι δυνάμενον, καὶ χάριν ὑπὲρ τῆς φυλακῆς εἰδότα, καὶ μισθοὺς ἀποῤῥήτους καὶ μεγάλους ἀποδιδόντα ἀντὶ τῆς φυλακῆς ταύτης τοῖς κατὰ τὴν φυλακὴν ταύτην ἀσθενοῦσιν ἀν 49.42 θρώποις, καὶ χάριν ἡμῖν διδόναι νομίζουσι, καὶ μόνα αὐτὰ τὰ διδόμενα ἀποδιδοῦσιν ὕστερον, ἐκείνοις τὰ ἡμέτερα ἐγχειρίζωμεν; Ξένος εἶ καὶ παρεπίδημος τῶν ἐνταῦθα; πατρίδα ἔχεις ἐν οὐρανοῖς, πάντα ἐκεῖ μετάθες, ἵνα καὶ πρὸ τῆς ἀπολαύσεως ἐνταῦθα ἀπολαύσῃς τῆς ἀμοιβῆς. Ὁ γὰρ χρησταῖς συντρεφόμενος ἐλπίσι καὶ περὶ τῶν μελλόντων θαῤῥῶν, ἐντεῦθεν ἤδη τῆς βασιλείας ἐγεύσατο. Οὐδὲν γὰρ οὕτω ψυχὴν εἴωθεν ἀνακτᾶσθαι καὶ ἀμείνω ποιεῖν, ὡς ἡ χρηστὴ τῶν μελλόντων ἐλπὶς, ἐὰν ἐκεῖ μεταθῇς τὸν πλοῦτον, καὶ τῆς ψυχῆς ἐπιμελήσῃ τῆς σεαυτοῦ μετὰ σχολῆς τῆς προσηκούσης. Οἱ μὲν γὰρ ἅπασαν τὴν σπουδὴν εἰς τὸν καλλωπισμὸν κενοῦντες τῆς ἑαυτῶν οἰκίας, ἐν τοῖς ἔξω πλουτοῦντες, ἀμελοῦσι τῶν ἔνδον, ἔρημον καὶ αὐχμῶσαν καὶ ἀραχνίων γέμουσαν περιορῶντες τὴν ἑαυτῶν ψυχήν· ἂν δὲ τῶν ἔξωθεν ἀμελήσαντες, εἰς τὴν ἑαυτῶν διάνοιαν τὴν προθυμίαν καταναλώσωσιν ἅπασαν, πανταχόθεν αὐτὴν καλλωπίζοντες, καταγώγιον ἔσται τῷ Χριστῷ τῶν τοιούτων ἀνθρώπων ἡ ψυχή· τοῦ δὲ τὸν Χριστὸν ἔχοντος ἔνοικον, τί γένοιτ' ἂν μακαριώτερον πώποτε; Βούλει πλουτεῖν; ἔχε φίλον τὸν Θεὸν, καὶ πάντων εὐπορώτερος ἔσῃ. Βούλει πλουτεῖν; μὴ μέγα φρόνει· τοῦτο οὐ πρὸς τὰ μέλλοντα, ἀλλὰ καὶ πρὸς τὰ παρόντα ἐπιτήδειον· οὐδὲν γὰρ οὕτως ἐπίφθονον, ὡς ἄνθρωπος πλουτῶν· ὅταν δὲ καὶ ἀπόνοια προσῇ, διπλοῦς ὁ κρημνὸς γίνεται, χαλεπώτερος παρὰ πάντων ὁ πόλεμος. Ἂν δὲ μετριάζειν εἰδῇς, ὑποτέμνῃ τῇ ταπεινοφροσύνῃ τῆς βασκανίας τὴν τυραννίδα, καὶ μετὰ