1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

22

ἀσφαλείας ἔχεις ἅπερ ἂν ἔχῃς. Τοιαύτη γὰρ τῆς ἀρετῆς ἡ φύσις, οὐ πρὸς τὰ μέλλοντα ἡμᾶς ὠφελεῖ μόνον, ἀλλὰ καὶ ἐντεῦθεν ἤδη δίδωσι τὰς ἀμοιβάς. Μὴ τοίνυν μέγα φρονῶμεν ἐπὶ τῷ πλούτῳ, ἀλλὰ μηδὲ ἐφ' ἑτέρῳ μηδενί. Εἰ γὰρ ἐπὶ τοῖς πνευματικοῖς ὁ μέγα φρονῶν οἴχεται καὶ ἀπόλωλε, πολλῷ μᾶλλον ἐπὶ τοῖς σαρκικοῖς. Ἐννοήσωμεν ἡμῶν τὴν φύσιν, ἀναλογισώμεθα ἡμῶν τὰ ἁμαρτήματα, μάθωμεν τίνες ἐσμὲν, καὶ ἀρκεῖ τοῦτο εἰς πάσης ταπεινοφροσύνης ἡμῖν ὑπόθεσιν. Μή μοι λέγε, ὅτι Τόσων καὶ τόσων ἐτῶν προσόδους ἀποκειμένας ἔχω, χρυσίου τάλαντα μυρία, κέρδη καθ' ἑκάστην προσγινόμενα τὴν ἡμέραν. Ὅσα ἂν εἴπῃς, πάντα εἰκῆ καὶ μάτην ἐρεῖς· πολλάκις ἐν ὥρᾳ μιᾷ, καὶ βραχείᾳ καιροῦ ῥοπῇ, καθάπερ ἀνέμου προσπεσόντος ἄνωθεν κόνις εὐρίπιστος, οὕτω ταῦτα πάντα ἐκφυσᾶται τῆς οἰκίας. Καὶ τούτων πλήρης μὲν ὁ βίος ἡμῖν τῶν παραδειγμάτων, πλήρεις δὲ αἱ Γραφαὶ τῶν διδαγμάτων· ὁ σήμερον πλούσιος, αὔριον πένης. ∆ιὸ καὶ πολλάκις ἐγέλασα διαθήκας ἀναγινώσκων λεγούσας· Ὁ δεῖνα μὲν ἐχέτω τὴν δεσποτείαν τῶν ἀγρῶν, ἢ τῆς οἰκίας, τὴν δὲ χρῆσιν ἄλλος· πάντες γὰρ τὴν χρῆσιν ἔχομεν, τὴν δεσποτείαν δὲ οὐδείς. Κἂν γὰρ παρὰ πᾶσαν ἡμῖν τὴν ζωὴν παραμένῃ μηδεμίαν μεταβολὴν ὁ πλοῦτος δεχόμενος, καὶ ἑκόντες καὶ ἄκοντες ἐν τῇ τελευτῇ παραχωρήσομεν ἑτέροις, τὴν χρῆσιν αὐτοῦ καρπωσάμενοι μόνον, τῆς δεσποτείας δὲ γυμνοὶ καὶ ἔρημοι πρὸς ἐκείνην ἀποδημοῦντες τὴν ζωήν. Ὅθεν δῆλον, ὅτι ἐκεῖνοι μόνοι τὴν δεσποτείαν ἔχουσιν, οἱ καὶ τῆς χρήσεως αὐτοῦ καταφρονήσαντες, καὶ τῆς ἀπολαύσεως καταγελάσαντες. Ὁ γὰρ τὰ ὄντα ῥίψας, καὶ τοῖς πένησιν αὐτὰ διδοὺς, ἐχρήσατό τε εἰς δέον τοῖς οὖσι, καὶ τὴν δεσποτείαν αὐτῶν ἔχων ἀπῆλθεν, οὐδὲ ἐν αὐτῷ τῷ θανάτῳ τῆς κτήσεως ἐκπίπτων ἐκείνης, ἀλλ' ἐν ἐκείνῳ πάντα ἀπολαμβάνων τῷ καιρῷ, καὶ πολλῷ πλείονα ἐκείνων, ὅταν αὐτῶν μάλιστα δέηται τῆς προστασίας ἐν τῇ τῆς 49.43 κρίσεως ἡμέρᾳ, καὶ ὅταν τῶν πεπραγμένων τὰς εὐθύνας ἀπαιτώμεθα πάντες. Ὥστε εἴ τις ἐθέλοι καὶ τὴν κτῆσιν αὐτῶν καὶ τὴν χρῆσιν ἔχειν καὶ τὴν δεσποτείαν, ἀπαλλαττέσθω τῶν ὄντων ἁπάντων· ὡς ὅ γε μὴ τοῦτο ποιῶν, τῇ τελευτῇ μὲν αὐτῶν ἀποστήσεται πάντως, πολλάκις δὲ καὶ πρὸ τῆς τελευτῆς μετὰ κινδύνων καὶ μυρίων αὐτὰ ἀποβαλεῖται κακῶν. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ὅτι μεταβολὴ γίνεται ἀθρόως, ἀλλ' ὅτι καὶ ἀμελέτητος πρὸς τὴν τῆς πενίας ὑπομονὴν ὁ πλούσιος ἔρχεται· ἀλλ' οὐχ ὁ πένης τοιοῦτος· οὐ γὰρ χρυσίῳ καὶ ἀργυρίῳ τεθάῤῥηκεν ἀψύχοις ὕλαις, ἀλλὰ τῷ Θεῷ τῷ παρέχοντι πάντα πλουσίως· ὥστε ὁ πλούσιος ἐν ἀδήλῳ μᾶλλον ἕστηκεν ἢ ὁ πένης. πυκνὰς καὶ ἐπαλλήλους δεχόμενος τὰς μεταβολάς. Τί δέ ἐστι, Τῷ παρέχοντι ἡμῖν τὰ πάντα πλουσίως εἰς ἀπόλαυσιν; Πάντα μετὰ δαψιλείας δίδωσιν ὁ Θεὸς, τὰ πολλῷ τῶν χρημάτων ἀναγκαιότερα, οἷον τὸν ἀέρα, τὸ ὕδωρ, τὸ πῦρ, τὸν ἥλιον, ἅπαντα τὰ τοιαῦτα. Οὐκ ἔστιν εἰπεῖν ὅτι πλείονος ἀπολαύει τῆς ἀκτῖνος ὁ πλούσιος, ἐλάττονος δὲ ὁ πένης· οὐκ ἔστιν εἰπεῖν, ὅτι δαψιλέστερον ἀέρα ἀναπνέει τοῦ πένητος ὁ πλουτῶν· ἀλλὰ πάντα ἴσα καὶ κοινὰ πρόκειται. Τίνος οὖν ἕνεκεν τὰ μὲν μείζονα καὶ ἀναγκαιότερα καὶ τὴν ζωὴν ἡμῶν συνέχοντα κοινὰ πεποίηκεν ὁ Θεὸς, τὰ δὲ ἐλάττονα καὶ εὐτελέστερα οὐκ ἔστι κοινὰ, τὰ χρήματα λέγω; τίνος οὖν ἕνεκεν; Ἵνα συγκροτῆται ἡμῶν ἡ ζωὴ, καὶ ἀρετῆς ἔχωμεν σκάμματα. Εἰ μὲν γὰρ μὴ ἦν τὰ ἀναγκαῖα ταῦτα κοινὰ, ἴσως ἂν οἱ πλουτοῦντες, τῇ εἰωθυίᾳ κεχρημένοι πλεονεξίᾳ, τοὺς πενομένους ἀπέπνιξαν ἄν· εἰ γὰρ ἐπὶ τῶν χρημάτων τοῦτο ποιοῦσι, πολλῷ μᾶλλον ἐπ' ἐκείνων τοῦτο ἂν ἐποίησαν· πάλιν εἰ καὶ τὰ χρήματα ἦν κοινὰ, καὶ πᾶσιν ὁμοίως προύκειτο, ἐλεημοσύνης ἀνῄρητο πρόφασις, καὶ φιλοφροσύνης ἀφορμή.

ζʹ. Ἵνα οὖν ἀδεῶς ζῶμεν, κοινὰ γέγονεν ἡμῖν τὰ τῆς ζωῆς αἴτια· πάλιν, ἵνα ἔχωμεν στεφάνων καὶ εὐδοκιμήσεων ἀφορμὴν, οὐ κοινὰ γέγονε τὰ χρήματα, ἵνα πλεονεξίαν μισοῦντες, καὶ δικαιοσύνην διώκοντες, καὶ τὰ ὄντα τοῖς δεομένοις προϊέμενοι, παραμυθίαν τινὰ διὰ τῆς μεθόδου ταύτης τῶν οἰκείων λαμβάνωμεν