24
κάμνοντες, καὶ ταλαιπωρηθέντες, καὶ τῷ δίψει καταφλεγέντες, μετὰ τῆς εἰρημένης ἡδονῆς τῶν τοιούτων μετέσχον ναμάτων· οἱ δὲ πλουτοῦντες οἶνον ἡδὺν, καὶ ἀνθοσμίαν, καὶ πᾶσαν ἀρετὴν ἔχοντα τὴν ἐν οἴνῳ λαβόντες, οὐκ ᾔσθοντο τῆς αὐτῆς εὐφροσύνης.
ηʹ. Τοῦτο καὶ ἐπὶ τοῦ ὕπνου γινόμενον ἴδοι τις ἄν. Οὐ γὰρ ἁπαλὴ στρωμνὴ, οὐδὲ ἀργυρένδετος κλίνη, οὐδὲ ἡσυχία κατὰ τὸ δωμάτιον γινομένη, οὐδὲ ἄλλο τῶν τοιούτων οὐδὲν τὸν ὕπνον γλυκὺν καὶ προσηνῆ ποιεῖν εἴωθεν, ὡς τὸ πονεῖσθαι καὶ κάμνειν καὶ δεομένους ὕπνου σφόδρα καὶ νυστάζοντας κατακλίνεσθαι· καὶ τοῦτο αὐτὸ μαρτυρεῖ μὲν καὶ ἡ τῶν πραγμάτων πεῖρα, μαρτυρεῖ δὲ καὶ πρὸ τῆς τῶν πραγμάτων πείρας καὶ ἡ τῶν Γραφῶν ἀπόφασις. Ὁ γὰρ τῇ τρυφῇ συναναστραφεὶς Σολομὼν αὐτὸ τοῦτο δηλῶσαι βουλόμενος ἔλεγεν· Ἡδὺς ὕπνος τῷ δούλῳ, ἄν τε ὀλίγον ἄν τε πολὺ φάγῃ. Τίνος ἕνεκεν προσέθηκεν, Ἄν τε ὀλίγον, ἄν τε πολὺ φάγῃ; Ἀμφότερα 49.45 ταῦτα ἀγρυπνίαν ἐμποιεῖν εἴωθεν, ἔνδεια καὶ ἀδηφαγία· ἡ μὲν τὸ σῶμα ξηραίνουσα, καὶ κερατοποιοῦσα τὰ βλέφαρα, καὶ οὐκ ἀφιεῖσα καταστέλλεσθαι· ἡ δὲ τὸ πνεῦμα στενοχωροῦσα, καὶ ἀποθλίβουσα, καὶ πολλὰς παρέχουσα τὰς ὀδύνας. Ἀλλ' ὅμως τοσαύτη ἐστὶν ἡ τῶν πόνων παραμυθία, ὡς εἰ καὶ ταῦτα ἀμφότερα προσγένοιτο, δύνασθαι τὸν οἰκέτην καθεύδειν. Ἐπειδὴ γὰρ κατὰ τὴν ἡμέραν ἅπασαν πανταχοῦ περιτρέχουσι διακονούμενοι τοῖς αὐτῶν δεσπόταις, κοπτόμενοι, ταλαιπωρούμενοι, καὶ οὐδὲ μικρὸν ἀναπνέοντες, τῶν καμάτων ἐκείνων καὶ τῶν πόνων ἱκανὴν ἀπολαμβάνουσιν ἀμοιβὴν τὴν ἐν τῷ καθεύδειν ἡδονήν. Καὶ τοῦτο τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἔργον ἐγένετο, τὸ μὴ χρυσῷ καὶ ἀργύρῳ ὠνητὰς εἶναι τὰς ἡδονὰς, ἀλλὰ πόνῳ καὶ μόχθῳ καὶ χρείᾳ καὶ φιλοσοφίᾳ πάσῃ. Ἀλλ' οὐχ οἱ πλουτοῦντες οὕτως· ἀλλ' ἐπὶ τῶν στρωμάτων κείμενοι πολλάκις δι' ὅλης νυκτὸς ἀγρυπνοῦσι καὶ πολλὰ μηχανώμενοι τοιαύτης οὐκ ἀπολαύουσιν ἡδονῆς. Ὁ δὲ πένης ἐκ τῶν μεθημερινῶν ἀναστὰς πόνων κεκμηκότα ἔχων τὰ μέλη, πρὶν ἢ καταπεσεῖν, ἀθρόον καὶ ἡδὺν καὶ γνήσιον τὸν ὕπνον ἐδέξατο, οὐ μικρὸν καὶ τοῦτο τῶν δικαίων πόνων λαμβάνων μισθόν. Ὅταν οὖν μετὰ πλείονος ἡδονῆς ὁ πένης καὶ καθεύδῃ, καὶ πίνῃ, καὶ ἐσθίῃ, τίνος ἔσται λοιπὸν ὁ πλοῦτος ἄξιος, ὃ δοκεῖ κατὰ τῆς πενίας προτέρημα ἔχειν, καὶ τοῦτο ἀφῃρημένος; ∆ιὰ τοῦτο καὶ ἐξ ἀρχῆς ὁ Θεὸς πόνον τῷ ἀνθρώπῳ συνέζευξεν, οὐχὶ τιμωρούμενος αὐτὸν, οὐδὲ κολάζων, ἀλλὰ σωφρονίζων καὶ παιδεύων. Ὅτε ἄπονον βίον ἔζη ὁ Ἀδὰμ, ἐξέπεσε τοῦ παραδείσου· ὅτε δὲ ἐπίπονον καὶ ἐπίμοχθον ὁ Ἀπόστολος, καὶ ἔλεγεν, Ἐν κόπῳ καὶ μόχθῳ νύκτα καὶ ἡμέραν ἐργαζόμενος, τότε ἀπῆλθεν εἰς τὸν παράδεισον, καὶ εἰς τρίτον ἀνῆλθεν οὐρανόν. Μὴ τοίνυν κακίζωμεν πόνον, μηδὲ διαπτύωμεν ἐργασίαν· καὶ γὰρ πρὸ τῆς βασιλείας τῶν οὐρανῶν ἐντεῦθεν μεγίστην λαμβάνομεν ἀμοιβὴν, τὴν ἐκ τοῦ πράγματος ἡδονὴν καρπούμενοι· οὐχ ἡδονὴν δὲ μόνον, ἀλλὰ καὶ, ὃ πολλῷ μεῖζόν ἐστιν ἡδονῆς, ὑγείαν καθαρωτάτην. Τοῖς μὲν γὰρ πλουτοῦσι μετὰ τῆς ἀηδίας πολλὰ καὶ τὰ νοσήματα ἐπιῤῥεῖ· οἱ δὲ πένητες τῶν ἰατρικῶν εἰσιν ἀπηλλαγμένοι χειρῶν· εἰ δέ που καὶ περιπέσοιεν ἀῤῥωστήματι, ταχέως ἑαυτοὺς ἀνεκτήσαντο, βλακείας ἁπάσης ἀπηλλαγμένοι, καὶ τὰ σώματα εὔρωστα ἔχοντες. Μέγα κτῆμα πενία τοῖς φιλοσόφως αὐτὴν φέρουσι, θησαυρὸς ἄσυλος, βακτηρία ἰσχυροτάτη, κτῆσις ἀνεπηρέαστος, καταγώγιον ἀνεπιβούλευτον. Ἀλλὰ πλεονεκτεῖται, φησὶν, ὁ πένης· ἀλλ' ἐπιβουλεύεται μειζόνως ὁ πλούσιος· καταφρονεῖται ὁ πένης καὶ ὑβρίζεται· ἀλλὰ φθονεῖται ὁ εὔπορος. Οὐχ οὕτως ἐστὶν εὐκαταγώνιστος ὁ πένης, ὥς ἐστιν εὐκαταγώνιστος ὁ πλούσιος, μυρίας πάντοθεν καὶ τῷ διαβόλῳ καὶ τοῖς ἐπιβούλοις παρέχων λαβὰς, καὶ πάντων ὢν δοῦλος διὰ τὴν πολλὴν τῶν πραγμάτων περιβολήν· ὁ πολλῶν ἐν χρείᾳ καθεστὼς πολλοὺς ἀναγκάζεται κολακεύειν, καὶ μετὰ πολλῆς θεραπεύειν δουλοπρεπείας· ὁ δὲ πένης ἂν εἰδῇ φιλοσοφεῖν, οὐδὲ ὑπ' αὐτοῦ τοῦ διαβόλου καταγωνισθῆναι δύναται. Ὁ οὖν Ἰὼβ ἰσχυρὸς ὢν καὶ πρὸ τούτου, ἡνίκα τὰ