25
πάντα ἀπέβαλε, τότε γέγονεν ἰσχυρότερος, καὶ λαμπρὰν ἤρατο κατὰ τοῦ διαβόλου τὴν νίκην. Ἄλλως δὲ οὐδὲ ὑβρίζεσθαι δύναται ὁ πένης, ἂν εἰδῇ φιλοσοφεῖν. Ὅπερ γὰρ ἔφην περὶ τῆς ἡδονῆς, ὅτι ἡ ἡδονὴ οὐκ ἐν τῇ πολυτελείᾳ τῶν σιτίων, ἀλλ' ἐν τῇ διαθέσει τῶν ἑστιωμένων 49.46 κεῖται, τοῦτο καὶ περὶ τῆς ὕβρεως λέγω· ὅτι ἡ ὕβρις οὐκ ἀπὸ τῆς γνώμης τῶν ὑβριζόντων, ἀλλ' ἀπὸ τῆς διαθέσεως τῶν πασχόντων ἢ συνίσταται ἢ ἀπόλλυται· οἷόν τι λέγω· ὕβρισέ τις πολλὰ ῥητὰ καὶ ἄῤῥητα; ἂν καταγελάσῃς τῶν ὕβρεων, ἂν μὴ παραδέξῃ τὰ ῥήματα, καὶ ἀνώτερος γένῃ τῆς πληγῆς, οὐχ ὑβρίσθης. Καὶ καθάπερ εἰ σῶμα ἀδαμάντινον εἴχομεν, εἰ καὶ μυρίοις πανταχόθεν ἐβαλλόμεθα βέλεσιν, οὐκ ἂν ἐδεξάμεθα τὰς πληγάς· οὐ γὰρ ἀπὸ τῆς ἀφιείσης τὰ βέλη χειρὸς, ἀλλ' ἀπὸ τῶν πασχόντων σωμάτων τὰ τραύματα γίνεται· οὕτω δὴ καὶ ἐνταῦθα οὐκ ἀπὸ τῆς μανίας τῶν ὑβριζόντων, ἀλλ' ἀπὸ τῆς ἀσθενείας τῶν ὑβριζομένων αἱ ὕβρεις, καὶ αἱ τῶν ὕβρεων ἀτιμίαι συνίστανται. Ἂν γὰρ εἰδῶμεν φιλοσοφεῖν, οὐδὲ ὑβρίζεσθαι δυνάμεθα, οὐδὲ πάσχειν τι τῶν δεινῶν. Ὕβρισεν ὁ δεῖνα, ἀλλ' οὐκ ᾐσθάνθης, οὐκ ἤλγησας; οὐχ ὑβρίσθης, ἀλλὰ καὶ μᾶλλον ἔπληξας ἢ ἐπλήγης. Ὅταν γὰρ ὁ ὑβρίσας ἴδῃ μὴ καθικνουμένην αὐτοῦ τὴν πληγὴν τῆς τῶν λοιδορηθέντων ψυχῆς, αὐτὸς δάκνεται μειζόνως, καὶ τῶν ὑβριζομένων σιγώντων, αὐτόματος ἡ πληγὴ τῶν ὕβρεων κατὰ τοῦ πέμψαντος ὑποστρέψασα φέρεται.
θʹ. Φιλοσοφῶμεν τοίνυν ἐν ἅπασιν, ἀγαπητοὶ, καὶ οὐδὲν ἡμᾶς πενία παραβλάψαι δυνήσεται, ἀλλὰ καὶ ὠφελήσει τὰ μέγιστα, καὶ λαμπροτέρους ἐργάσεται, καὶ πάντων τῶν πλουτούντων εὐπορωτέρους. Τί γὰρ, εἰπέ μοι, τοῦ Ἠλία πενέστερον ἦν; Ἀλλὰ διὰ τοῦτο πάντας ἐνίκα τοὺς πλουτοῦντας, ἐπειδὴ οὕτω πένης ἦν, καὶ αὐτὴν δὲ τὴν πενίαν ἀπὸ πλουσίας εἵλετο διανοίας. Ἐπειδὴ γὰρ ἅπαντα τῶν χρημάτων τὸν πλοῦτον ἐλάττονα τῆς ἑαυτοῦ μεγαλοψυχίας ἐνόμιζεν εἶναι, καὶ οὐκ ἄξιον αὐτοῦ τῆς φιλοσοφίας, διὰ τοῦτο πενίαν τοσαύτην ἠσπάσατο· ὡς εἰ μεγάλα τὰ παρόντα ἐνόμισεν εἶναι, οὐκ ἂν μηλωτὴν ἐκτήσατο μόνον, ἀλλ' οὕτω κατέγνω τῆς παρούσης ματαιότητος ἁπάσης, καὶ ὡς πηλὸν ἐῤῥιμμένον τὸ χρυσίον ἅπαν ἑώρα, ὡς τῆς περιβολῆς ἐκείνης μηδὲν κτήσασθαι πλέον. ∆ιὰ τοῦτο ὁ βασιλεὺς τοῦ πένητος ἐδεῖτο, καὶ πρὸς τὸ στόμα ἐκεχήνει τοῦ μηδὲν πλέον μηλωτῆς ἔχοντος, ὁ τοσοῦτον χρυσίον ἔχων· οὕτω λαμπροτέρα τῆς πορφυρίδος ἡ μηλωτὴ ἦν, καὶ τῶν βασιλικῶν αὐλῶν τὸ σπήλαιον τοῦ δικαίου. ∆ιὰ τοῦτο καὶ εἰς τὸν οὐρανὸν ἀνιὼν, οὐδὲν ἕτερον, ἀλλ' ἢ τὴν μηλωτὴν τῷ μαθητῇ κατέλιπε. Μετὰ ταύτης, φησὶ, τῷ διαβόλῳ ἐπάλαισα, ταύτην καὶ σὺ λαβὼν ὁπλίζου κατ' ἐκείνου· ἰσχυρὸν γὰρ ὅπλον ἀκτημοσύνη, καὶ ἀκαταγώνιστον καταγώγιον, καὶ πύργος ἀσάλευτος. Ἐδέξατο καθάπερ μεγίστην κληρονομίαν τὴν μηλωτὴν ὁ Ἑλισσαῖος· καὶ γὰρ ἦν ἀληθῶς μεγίστη κληρονομία, παντὸς χρυσίου τιμιωτέρα. Καὶ ἦν ἐκ τότε διπλοῦς Ἠλίας ἐκεῖνος, καὶ ἦν ἄνω Ἠλίας, καὶ κάτω Ἠλίας. Οἶδα ὅτι μακαρίζετε τὸν δίκαιον ἐκεῖνον, καὶ ἐβούλεσθε αὐτὸς ἕκαστος ἐκεῖνος εἶναι. Τί οὖν ἂν ὑμῖν ὑποδείξω, ὅτι ἕτερόν τι πολλῷ μεῖζον ἐκείνου πάντες ἐλάβομεν οἱ μεμυσταγωγημένοι; Ὁ μὲν γὰρ Ἠλίας μηλωτὴν ἀφῆκε τῷ μαθητῇ· ὁ δὲ Υἱὸς τοῦ Θεοῦ ἀναβαίνων τὴν σάρκα ἡμῖν κατέλιπε τὴν ἑαυτοῦ· ἀλλ' ὁ μὲν Ἠλίας ἀποδυσάμενος, ὁ δὲ Χριστὸς καὶ ἡμῖν κατέλιπε, καὶ ἔχων αὐτὴν ἀνῆλθε. Μὴ τοίνυν καταπίπτωμεν, μηδὲ ὀδυρώμεθα, μηδὲ δυσκολίαν φοβώμεθα καιρῶν· ὁ γὰρ τὸ αἷμα αὐτοῦ μὴ παραιτησάμενος ὑπὲρ ἁπάντων ἐκχέαι, καὶ τῆς σαρκὸς ἡμῖν μεταδοὺς καὶ αὐτοῦ τοῦ αἵματος πάλιν, τί παραιτήσεται ποιῆσαι τῆς ἡμετέρας ἕνεκεν σωτηρίας; Ταύταις τοίνυν 49.47 θαῤῥοῦντες ταῖς ἐλπίσι, παρακαλῶμεν αὐτὸν διηνεκῶς, καὶ εὐχαῖς καὶ ἱκετηρίαις προσανέχωμεν, καὶ τῆς λοιπῆς ἀρετῆς ἐπιμελώμεθα μετὰ ἀκριβείας ἁπάσης, ἵνα καὶ τὸν ἐπικείμενον διαφύγωμεν κίνδυνον, καὶ τῶν μελλόν 49.48 των ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.