29
ἀποσμήχει δὲ ὁ στρατιώτης τὰ ὅπλα, καὶ παρασκευάζει τὸν ἵππον εἰς πόλεμον, καὶ γεωργὸς ἀκονᾷ δρέπανον, καὶ ὁδοιπόρος θαῤῥῶν ἀποδημίας ἅπτεται μακρᾶς, καὶ πρὸς τοὺς ἀγῶνας ἀθλητὴς ἀποδύεται καὶ γυμνοῦται· οὕτω δὴ καὶ ἡμεῖς, καθάπερ θέρους πνευματικοῦ τινος τῆς νηστείας φανείσης, καὶ ὡς στρατιῶται τὰ ὅπλα ἀποσμήξωμεν, καὶ ὡς γεωργοὶ τὴν δρεπάνην ἀκονήσωμεν, καὶ ὡς κυβερνῆται πρὸς τὰ κύματα τῶν ἀτόπων ἐπιθυμιῶν τοὺς λογισμοὺς ἀντιτάξωμεν, καὶ ὡς ὁδῖται τῆς εἰς τὸν οὐρανὸν ἀποδημίας ἁψώμεθα, καὶ ὡς ἀθληταὶ πρὸς τοὺς 49.51 ἀγῶνας ἀποδυσώμεθα. Ὁ γὰρ πιστὸς καὶ γεωργὸς, καὶ κυβερνήτης, καὶ στρατιώτης, καὶ ἀθλητὴς, καὶ ὁδοιπόρος ἐστίν. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλός φησιν· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας· ἐνδύσασθε οὖν τὴν πανοπλίαν τοῦ Θεοῦ. Εἶδες τὸν ἀθλητήν; Εἶδες τὸν στρατιώτην; Εἰ ἀθλητὴς εἶ, γυμνὸν εἰς τὸν ἀγῶνα εἰσελθεῖν σε δεῖ· εἰ στρατιώτης εἶ, καθωπλισμένον σε ἐπὶ τῆς παρατάξεως ἑστάναι χρή. Πῶς οὖν ἀμφότερα ταῦτα εἶναι δυνατὸν, καὶ γυμνὸν εἶναι καὶ οὐ γυμνὸν, καὶ ἐνδεδυμένον καὶ οὐκ ἐνδεδυμένον; Πῶς; ἐγὼ λέγω. Ἀπόδυσαι τὰ βιωτικὰ πράγματα, καὶ γέγονας ἀθλητής· ἔνδυσαι τὰ ὅπλα τὰ πνευματικὰ, καὶ γέγονας στρατιώτης· γύμνωσον σαυτὸν τῶν βιωτικῶν φροντίδων· πάλης γάρ ἐστιν ὁ καιρός· ἔνδυσαι τὰ πνευματικὰ ὅπλα· πόλεμος γὰρ ἡμῖν πρὸς δαίμονας συγκεκρότηται χαλεπός. ∆ιὰ τοῦτο καὶ γυμνὸν εἶναι χρὴ, ὥστε μηδεμίαν λαβὴν τῷ διαβόλῳ παρασχεῖν παλαίοντι πρὸς ἡμᾶς, καὶ καθοπλίζεσθαι πάντοθεν, ὥστε μηδαμόθεν καιρίαν δέξασθαι πληγήν. Γεώργησόν σου τὴν ψυχὴν, καὶ τὰς ἀκάνθας ἔκτεμε, σπεῖρον τὸν λόγον τῆς εὐσεβείας, τὰ καλὰ τῆς φιλοσοφίας φύτευσον φυτὰ, καὶ μετὰ πολλῆς θεράπευε τῆς ἐπιμελείας, καὶ γέγονας γεωργὸς, καὶ ἐρεῖ πρὸς σὲ ὁ Παῦλος· Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Ταύτην καὶ αὐτὸς μετῄει τὴν τέχνην· διὰ τοῦτο Κορινθίοις ἐπιστέλλων ἔλεγεν· Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ὁ δὲ Θεὸς ηὔξησεν. Ἀκόνησόν σου τὴν δρεπάνην, ἣν ἤμβλυνας διὰ τῆς ἀδηφαγίας, ἀκόνησον δὲ διὰ τῆς νηστείας· ἅψαι τῆς ὁδοιπορίας τῆς εἰς τὸν οὐρανὸν φερούσης, τῆς τεθλιμμένης καὶ στενῆς ἅψαι, καὶ ὅδευσον. Πῶς δὲ δυνήσῃ καὶ ἅψασθαι, καὶ ὁδεῦσαι; Ὑπωπιάζων σου τὸ σῶμα, καὶ δουλαγωγῶν· ἔνθα γὰρ ὁδοῦ στενοχωρία, μέγα κώλυμα ἡ ἐκ τῆς ἀδηφαγίας πολυσαρκία. Κατάστειλον τὰ κύματα τῶν ἀτόπων ἐπιθυμιῶν, ἀπόκρουσαι τὸν χειμῶνα τῶν πονηρῶν λογισμῶν, διάσωσον τὸ σκάφος, πολλὴν ἐπίδειξαι τὴν ἐμπειρίαν, καὶ γέγονας κυβερνήτης. Πάντων δὲ τούτων ὑπόθεσις ἡμῖν ἡ νηστεία καὶ διδάσκαλος ἔσται· νηστείαν δὲ οὐ ταύτην λέγω τὴν τῶν πολλῶν, ἀλλὰ τὴν ἀκριβῆ νηστείαν, οὐ τὴν τῶν βρωμάτων ἀποχὴν μόνον, ἀλλὰ καὶ τὴν τῶν ἁμαρτημάτων· οὐ γὰρ ἀρκεῖ τῆς νηστείας ἡ φύσις ἐξελέσθαι τοὺς μετιόντας, ἐὰν μὴ μετὰ τοῦ προσήκοντος γένηται νόμου. Καὶ γὰρ ἀθλητὴς, φησὶν, Οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Ἵνα οὖν μὴ πόνον ὑπομείναντες νηστείας ἐκπέσωμεν τοῦ στεφάνου τῆς νηστείας, μάθωμεν πῶς καὶ τίνα τρόπον τὸ πρᾶγμα μετιέναι χρή. Ἐπεὶ καὶ ὁ Φαρισαῖος ἐκεῖνος ἐνήστευσεν, ἀλλὰ μετὰ τὴν νηστείαν ἐκείνην κατῆλθεν ἔρημος καὶ κενὸς τῶν ἀπὸ τῆς νηστείας καρπῶν· ὁ τελώνης οὐκ ἐνήστευσε, καὶ ἔμπροσθεν γέγονεν ἐκείνου τοῦ νηστεύσαντος ὁ μὴ νηστεύσας, ἵνα μάθῃς ὅτι νηστείας ὄφελος οὐδὲν, ἂν μὴ καὶ τὰ λοιπὰ ἕπηται πάντα. Ἐνήστευσαν οἱ Νινευῖται, καὶ ἐπεσπάσαντο τὴν τοῦ Θεοῦ εὔνοιαν· ἐνήστευσαν καὶ οἱ Ἰουδαῖοι, καὶ πλέον οὐδὲν ἔπραξαν, ἀλλὰ καὶ κατηγορηθέντες ἀπῆλθον. Ἐπεὶ οὖν τοσοῦτος ὁ κίνδυνος τῆς νηστείας τοῖς οὐκ εἰδόσιν ὅπως χρὴ νηστεύειν, μάθωμεν τῆς νηστείας τοὺς νόμους, ἵνα μὴ τρέχωμεν ἀδήλως, μηδὲ ἀέρα δέρωμεν, μηδὲ σκιαμαχῶμεν πυκτεύοντες. Φάρμακόν ἐστιν ἡ νηστεία, ἀλλὰ τὸ φάρμακον, κἂν μυριάκις ὠφέλιμον ᾖ, πολλάκις ἄχρηστον γίνεται διὰ τὴν ἀπειρίαν τοῦ χρωμένου. Καὶ 49.52 γὰρ καὶ καιρὸν εἰδέναι χρὴ καθ' ὃν δεῖ τοῦτο ἐπιτιθέναι, καὶ ποσότητα αὐτοῦ τοῦ φαρμάκου, καὶ σώματος κρᾶσιν τὴν