1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

31

Νηστεύεις; δεῖξόν μοι διὰ τῶν ἔργων αὐτῶν. Ποίων ἔργων, φησίν; Ἐὰν ἴδῃς πένητα, ἐλέησον· ἐὰν ἴδῃς ἐχθρὸν, καταλλάγηθι· ἐὰν ἴδῃς φίλον. εὐδοκιμοῦντα, μὴ βασκήνῃς· ἐὰν ἴδῃς γυναῖκα εὔμορφον, ὑπέρβηθι· Μὴ γὰρ δὴ στόμα νηστευέτω μόνον, ἀλλὰ καὶ ὀφθαλμὸς, καὶ ἀκοὴ, καὶ πόδες, καὶ χεῖρες, καὶ πάντα τὰ τοῦ σώματος ἡμῶν μέλη· νηστευέτωσαν χεῖρες, ἁρπαγῆς καὶ πλεονεξίας καθαρεύουσαι· νηστευέτωσαν πόδες, δρόμων τῶν ἐπὶ τὰ παράνομα θέατρα ἀφιστάμενοι· νηστευέτωσαν ὀφθαλμοὶ, παιδευόμενοι μηδέποτε ὄψεσιν εὐμόρφοις ἐπιπηδᾷν, μηδὲ ἀλλότρια περιεργάζεσθαι κάλλη. Τροφὴ γὰρ ὀφθαλμῶν, θεωρία; ἀλλὰ ἂν μὲν παράνομος ᾖ καὶ κεκωλυμένη, λυμαίνεται τῇ νηστείᾳ, καὶ πᾶσαν ἀνατρέπει τῆς ψυχῆς τὴν σωτηρίαν· ἂν δὲ ἔννομος καὶ ἀσφαλὴς, κοσμεῖ τὴν νηστείαν. Καὶ γὰρ τῶν ἀτοπωτάτων ἂν εἴη, ἐπὶ μὲν βρωμάτων καὶ τῆς συγκεχωρημένης ἀφίστασθαι τροφῆς διὰ τὴν νηστείαν, ἐπὶ δὲ τῶν ὀφθαλμῶν καὶ τῆς κεκωλυμένης ἅπτεσθαι. Οὐκ ἐσθίεις κρέα; μὴ φάγῃς ἀκολασίαν διὰ τῶν ὀφθαλμῶν. Νηστευέτω καὶ ἀκοή· νηστεία δὲ ἀκοῆς μὴ δέχεσθαι κακηγορίας καὶ διαβολάς· Ἀκοὴν γὰρ ματαίαν μὴ παραδέξῃ, φησί. Νηστευέτω καὶ στόμα ἀπὸ ῥημάτων αἰσχρῶν καὶ λοιδορίας. Τί γὰρ ὄφελος ὅταν μὲν ὀρνίθων καὶ ἰχθύων ἀπεχώμεθα, τοὺς δὲ ἀδελφοὺς δάκνωμεν καὶ κατεσθίωμεν; Ὁ κακηγορῶν ἀδελφικὰ κρέα ἔφαγεν, τὴν σάρκα τοῦ πλησίον ἔδακε. ∆ιὰ τοῦτο καὶ Παῦλος ἐφόβησεν εἰπών· Εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπὸ ἀλλήλων ἀναλωθῆτε. Οὐκ ἐνέπηξας τῇ σαρκὶ τοὺς ὀδόντας, ἀλλ' ἐνέπηξας τῇ ψυχῇ τὴν κακηγορίαν, τὴν πονηρὰν ὑπόληψιν ἔτρωσας, μυρία εἰργάσω κακὰ καὶ σαυτὸν καὶ ἐκεῖνον καὶ ἑτέρους πλείονας· καὶ γὰρ τὸν ἀκούσαντα χείρονα εἰργάσω, διαβάλλων τὸν πλησίον. Ἄν τε γὰρ ἁμαρτωλὸς ᾖ, ῥᾴθυμος γίνεται, κοινωνὸν εὑρὼν τῆς ἁμαρτίας· ἄν τε δίκαιος ᾖ, εἰς ἀπόνοιαν αἴρεται, καὶ φυσᾶται ἐκ τῆς ἑτέρων ἁμαρτίας, μεγάλα περὶ ἑαυτοῦ φαντάζεσθαι προαγόμενος. Μετὰ τούτων τὸ κοινὸν τῆς Ἐκκλησίας ἔβλαψας· οὐ γὰρ δὴ τὸν ἡμαρτηκότα διαβάλλουσιν ἅπαντες οἱ ἀκούοντες, ἀλλὰ τὰ ὀνείδη τῷ Χριστιανῶν ἔθνει προστρίβεται· οὐδὲ ἔστιν ἀκοῦσαι ἀπίστων λεγόντων, ὅτι ὁ δεῖνα πόρνος ἐστὶ καὶ ἀκόλαστος, ἀλλ' ἀντὶ τοῦ πεπλημμεληκότος, τοὺς Χριστιανοὺς ἅπαντας διαβάλλουσι. Πρὸς τούτοις τοῦ Θεοῦ τὴν δόξαν βλασφημεῖσθαι παρεσκεύασας· ὥσπερ γὰρ εὐδοκιμούντων ἡμῶν τὸ ὄνομα τοῦ Θεοῦ δοξάζεται, οὕτως ἁμαρτανόντων βλασφημεῖται καὶ ὑβρίζεται. Τέταρτον, τὸν κακῶς ἀκούσαντα κατῄσχυνας, καὶ ἀναισχυντότερον ταύτῃ πεποίηκας, ἐχθρὸν καὶ πολέμιον καταστήσας. Πέμ 49.54 πτον, ἑαυτὸν ὑπεύθυνον κολάσει καὶ τιμωρίᾳ πεποίηκας, πράγματα τὰ μηδὲν σαυτῷ προσήκοντα πλέξας. Μὴ γάρ μοι τοῦτο λεγέτω τις, ὅτι τότε κακηγορῶ, ἐπειδὰν ψευδῆ εἴπω· ἐὰν δὲ ἀληθεύω, οὐκέτι. Κἂν ἀληθεύων εἴπῃς κακῶς, καὶ τοῦτο ἔγκλημα· καὶ γὰρ ὁ Φαρισαῖος ἐκεῖνος τὸν τελώνην εἶπε κακῶς ἀληθεύων, ἀλλ' ὅμως οὐδὲν αὐτοῦ τοῦτο προέστη. Εἰπὲ γάρ μοι, τελώνης ἦν ὁ τελώνης καὶ ἁμαρτωλός; Παντί που δῆλον ὅτι τελώνης· ἀλλ' ὅμως ἐπειδὴ αὐτὸν ἐκάκισεν ὁ Φαρισαῖος, ἀπῆλθεν ἅπαντα ἀπολέσας. Βούλει διορθῶσαι τὸν ἀδελφόν; δάκρυσον, εὖξαι τῷ Θεῷ, κατ' ἰδίαν λαβὼν παραίνεσον, συμβούλευσον, παρακάλεσον. Οὕτω καὶ ὁ Παῦλος ἐποίει· Μήπως ἐλθόντα με, φησὶ, ταπεινώσῃ ὁ Θεὸς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ, καὶ πορνείᾳ, καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν. ∆εῖξον ἀγάπην περὶ τὸν ἡμαρτηκότα· πεῖσον αὐτὸν ὅτι κηδόμενος καὶ φροντίζων, οὐκ ἐκπομπεῦσαι βουλόμενος, περὶ τῆς ἁμαρτίας αὐτὸν ὑπομιμνήσκεις· κάτασχε πόδας, καταφίλησον, μὴ ἐπαισχυνθῇς, εἴ γε ἀληθῶς ἰατρεῦσαι βούλει. Ταῦτα καὶ ἰατροὶ ποιοῦσι πολλάκις· δυσαρέστως γὰρ ἔχοντας τοὺς κάμνοντας καταφιλοῦντες, παρακαλοῦντες ἀναπείθουσι σωτήριον δέξασθαι φάρμακον· οὕτω καὶ σὺ ποίησον· τῷ ἱερεῖ δεῖξον τὸ ἕλκος, τοῦτό ἐστι κηδομένου, τοῦτο προνοοῦντος, τοῦτο φροντίζοντος. Οὐ τοῖς κακῶς δὲ μόνον λέγουσιν, ἀλλὰ καὶ τοῖς ἀκούουσι κακῶς