37
κομᾷν ὁ ἐκ τῶν δακρύων καταφερόμενος ὑετός· οὗτος ἀποσμήχει ψυχὴν, ἄρδει διάνοιαν, προκόψαι ταχέως ποιεῖ τῆς διδασκαλίας τὴν βλάστησιν· διὰ τοῦτο καὶ αὔλακα βαθεῖαν ἀνατεμεῖν ἀναγκαῖον· καὶ γὰρ καὶ τοῦτο ὁ προφήτης παρῄνεσεν, οὕτως εἰπών· Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐπ' ἀκάνθαις. Καθάπερ οὖν ὁ τὸ ἄροτρον ἐμβαλὼν, κάτωθεν τὴν γῆν ἀναῤῥήγνυσιν, ἀσφαλῆ τοῖς σπέρμασι προπαρασκευάζων τὴν φυλακὴν, ὥστε μὴ κατενεχθέντα ἄνω κεῖσθαι ἐπὶ τῆς ἐπιφανείας, ἀλλ' εἰς αὐτὰς τῆς γῆς παραπεμφθῆναι τὰς λαγόνας, καὶ ἐν ἀσφαλεῖ καταθέσθαι τὰς ῥίζας· οὕτω καὶ ἡμᾶς ἀναγκαῖον ποιεῖν, καὶ καθάπερ ἀρότρῳ τῇ θλίψει καταχρησαμένους ἀναῤῥῆξαι τῆς καρδίας τὸ βάθος. Τοῦτο γὰρ καὶ ἕτερος προφήτης παραινεῖ λέγων, ∆ιαῤῥήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια ὑμῶν. ∆ιαῤῥήξωμεν τοίνυν τὰς καρδίας, ἵνα εἴ τις πονηρὰ βοτάνη καὶ λογισμὸς δολερός ἐστιν ἐν ἡμῖν, πρόῤῥιζον αὐτὸν ἀνασπάσωμεν, καὶ καθαρὰς τοῖς τῆς εὐσεβείας σπέρμασι παράσχωμεν τὰς ἀρούρας Ἐὰν γὰρ μὴ νῦν νεώσωμεν, ἐὰν μὴ νῦν σπείρωμεν, ἐὰν μὴ νῦν δακρύσωμεν, ὅτε θλῖψις καὶ νηστεία, πότε ἄλλοτε ἥξομεν εἰς κατάνυξιν; ὅταν ἄνεσις ᾖ καὶ τρυφή; Ἀλλὰ τοῦτο ἀδύνατον· ἡ γὰρ ἄνεσις καὶ ἡ τρυφὴ εἰς ῥᾳθυμίαν ἐνάγειν εἴωθεν, ὥσπερ ἡ θλῖψις πρὸς σπουδὴν ἐπανάγει, καὶ πεπλανημένην ἔξω καὶ περὶ πολλὰ τὴν διάνοιαν κεχηνυῖαν πρὸς ἑαυτὴν ἐπιστρέφει. Μὴ τοίνυν ἀλγῶμεν ὑπὲρ τῆς ἀθυμίας ταύτης, ἀλλὰ καὶ εὐχαριστῶμεν τῷ Θεῷ· πολὺ γὰρ ἀπὸ τῆς θλίψεως τὸ κέρδος. Καὶ γὰρ ὁ γεωργὸς ἐπειδὰν σπείρῃ τὰ μετὰ πολλοῦ τοῦ πόνου συλλεγέντα σπέρματα, χειμῶνα γενέσθαι εὔχεται· καὶ ὁ μὲν ἰδιώτης θεωρῶν τὰ γινόμενα ἅπαντα θαυμάσεται, καὶ πρὸς ἑαυτὸν ἴσως ἐρεῖ· Τί ποτε ὁ ἄνθρωπος οὗτος ποιεῖ; τὰ συλλεγέντα σκορπίζει καὶ οὐχὶ σκορπίζει μόνον, ἀλλὰ καὶ ἀναμίγνυσι μετὰ πολλῆς τῆς ἀκριβείας τῇ γῇ, ὥστε αὐτὰ μηδὲ συλλέξαι δυνηθῆναι ῥᾳδίως· καὶ οὐκ ἀναμίγνυσι μόνον τῇ γῇ, ἀλλὰ καὶ εὔχεται γενέσθαι σφοδρὸν τὸν ὑετὸν, ὥστε κατασαπῆναι τὰ καταβληθέντα ἅπαντα, καὶ γενέσθαι πηλόν. Καὶ 49.61 θορυβεῖται βλέπων βροντὰς καταῤῥηγνυμένας, καὶ ἀστραπὰς καταφερομένας· ὁ δὲ γηπόνος οὐχ οὕτως, ἀλλὰ χαίρει καὶ ἀγάλλεται χειμῶνα ὁρῶν· οὐ γὰρ τὰ παρόντα βλέπει, ἀλλὰ τὰ μέλλοντα ἀναμένει· οὐ πρὸς τὰς βροντὰς ὁρᾷ, ἀλλὰ τὰ δράγματα ἀναλογίζεται· οὐ τὰ σηπόμενα σπέρματα, ἀλλὰ τοὺς κομῶντας στάχυας· οὐ τὸν φορτικὸν ὑετὸν, ἀλλὰ τὸν ἥδιστον τῆς ἅλω κονιορτόν. Οὕτω δὴ καὶ ἡμεῖς μὴ τὴν θλῖψιν ὁρῶμεν τὴν παροῦσαν, μηδὲ τὴν ὀδύνην, ἀλλὰ τὴν ἐξ αὐτῆς γινομένην ὠφέλειαν, τὸν ἐξ αὐτῆς τικτόμενον καρπόν· ἀναμείνωμεν τῆς ἅλω τὰ δράγματα· καὶ γὰρ ἐὰν νήφωμεν, πολὺν ἀπὸ τοῦ καιροῦ τούτου δυνησόμεθα συναγαγεῖν τὸν καρπὸν, καὶ πληρῶσαι τὰ ταμιεῖα τῆς διανοίας τῆς ἡμετέρας· ἂν νήφωμεν, οὐ μόνον οὐδὲν πεισόμεθα ἀπὸ τῆς θλίψεως ταύτης δεινὸν, ἀλλὰ καὶ μυρία καρπωσόμεθα ἀγαθά· ἂν δὲ ῥᾳθυμῶμεν, καὶ ἡ ἄνεσις ἡμᾶς ἀπολεῖ· τὸν μὲν γὰρ μὴ προσέχοντα ἑκάτερα βλάπτει, τὸν δὲ μετὰ ἀκριβείας ζῶντα ἀμφότερα ὠφελεῖ. Καὶ καθάπερ τὸ χρυσίον, κἂν ὕδασιν ὁμιλήσῃ, τὴν οἰκείαν εὐπρέπειαν ἐπιδείκνυται, κἂν εἰς χωνευτήριον ἐμπέσῃ, φαιδρότερον γίνεται πάλιν· ὁ δὲ πηλὸς καὶ ὁ χόρτος, κἂν ὕδασιν ἀναμιχθεὶς τύχῃ, ὁ μὲν διαλύεται, ὁ δὲ σήπεται· κἂν εἰς πῦρ ἐμπέσῃ, ὁ μὲν φρύγεται, ὁ δὲ κατακαίεται· οὕτω δὴ καὶ ὁ δίκαιος, καὶ ὁ ἁμαρτωλός· ὁ μὲν γὰρ, κἂν ἀνέσεως ἀπολαύῃ, μένει λαμπρὸς, καθάπερ τὸ χρυσίον περικλυζόμενον ὕδατι· κἂν εἰς πειρασμὸν ἐμπέσῃ, φαιδρότερος γίνεται, καθάπερ τὸ χρυσίον βασανιζόμενον ὑπὸ τοῦ πυρός· ὁ δὲ ἁμαρτωλὸς, κἂν ἀνέσεως τύχῃ, διαλύεται καὶ κατασήπεται, καθάπερ ὁ χόρτος καὶ ὁ πηλὸς ὁμιλῶν ὕδατι· κἂν πειρασμὸν ὑπομείνῃ, κατακαίεται καὶ ἀπόλλυται, καθάπερ ὁ χόρτος καὶ πηλὸς ὑπὸ τοῦ πυρός. Μὴ τοίνυν ἀλύωμεν ἐπὶ τοῖς παροῦσι δεινοῖς· ἐὰν γὰρ ἁμαρτίας ἔχῃς, ἀφανίζονται καὶ κατακαίονται ῥᾳδίω; ὑπὸ τῆς θλίψεως· ἐὰν δὲ ἀρετὴν ἔχῃς, λαμπρύνῃ καὶ φαιδρύνῃ ὑπ' αὐτῆς· ἐὰν γὰρ ἀγρυπνῇς διηνεκῶς καὶ νήφῃς, ἀνώτερος ἔσῃ βλάβης ἁπάσης. Οὐ γὰρ ἡ τῶν