1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

39

ἐνεγκόντος γενναίως; Ταῦτα οὖν ἀεὶ διαλεγώμεθα, ἀγαπητοὶ, πρὸς ἀλλήλους, καὶ διὰ τούτων ἑαυτοὺς παρακαλῶμεν τῶν λόγων· Καὶ γὰρ ὑμεῖς μάρτυρες, καὶ τὸ συνειδὸς τὸ ὑμέτερον, ὅσον ἀπὸ τοῦ πειρασμοῦ τούτου τὸ κέρδος ἐσχήκαμεν· ὁ ἀκόλαστος σώφρων ἐγένετο νῦν, ὁ θρασὺς ἐπιεικέστερος, ὁ ῥᾴθυμος σπουδαῖος, οἱ μηδέποτε ἐκκλησίαν ἰδόντες, ἀλλ' ἐν θεάτροις προσεδρεύοντες, ἐν ἐκκλησίᾳ διημερεύουσι νῦν. ∆ιὰ ταῦτα οὖν ἀλγεῖς, εἰπέ μοι, ὅτι σε σπουδαῖον τῷ φόβῳ ἐποίησεν ὁ Θεός; ὅτι σε τῇ θλίψει πρὸς αἴσθησιν τῆς σεαυτοῦ σωτηρίας ἤγαγεν; Ἀλλ' ὀδυνᾶταί 49.63 σου τὸ συνειδός; ἀλλὰ τιτρώσκεταί σου καθ' ἑκάστην ἡμέραν ἡ διάνοια θάνατον προσδοκῶσα, καὶ ἀπειλὴν μεγίστην; Ἀλλὰ καὶ ἐντεῦθεν ἡμῖν πολλὴ πρὸς ἀρετὴν ἐπίδοσις ἔσται, ἐπιτεινομένης ἡμῖν τῆς εὐλαβείας διὰ τῆς ἀγωνίας. ∆υνατὸς μὲν γὰρ ὁ Θεὸς ἅπαντα λῦσαι σήμερον τὰ δεινά· ἀλλ' ἕως ἂν ἴδῃ καθαρθέντας ἡμᾶς, ἕως ἂν ἴδῃ γενομένην ἐπιστροφὴν, καὶ μετάνοιαν παγίαν καὶ ἄσειστον, οὐ καταλύει τὴν θλῖψιν. Καὶ γὰρ ὁ χρυσοχόος, ἕως ἂν ἴδῃ τὸ χρυσίον καλῶς ἐκκαθαρθὲν, οὐκ ἀνασπᾷ τοῦ χωνευτηρίου· οὕτω καὶ ὁ Θεὸς οὐ παράγει τοῦτο τὸ νέφος, ἕως ἂν ἡμᾶς σωφρονίσῃ καλῶς. Ὁ γὰρ συγχωρήσας τὸν πειρασμὸν, αὐτὸς οἶδε καὶ τὸν καιρὸν τῆς λύσεως τοῦ πειρασμοῦ. Οὕτω καὶ ὁ κιθαρῳδὸς οὔτε ἐπιτείνει τὴν νευρὰν, ἵνα μὴ διαῤῥήξῃ, οὔτε χαλᾷ πέρα τοῦ μέτρου, ἵνα μὴ λυμήνηται τὴν συμφωνίαν τῆς ἁρμονίας· οὕτω καὶ ὁ Θεὸς ποιεῖ, οὔτε ἐν ἀνέσει διηνεκεῖ, οὔτε ἐν θλίψει μακρᾷ τὴν ἡμετέραν καθίστησι ψυχὴν, κατὰ τὴν αὐτοῦ σύνεσιν ἀμφότερα ταῦτα ποιῶν. Οὐκ ἀφίησι μὲν γὰρ διηνεκοῦς ἀνέσεως ἀπολαύειν, ἵνα μὴ γενώμεθα ῥᾳθυμότεροι· οὐκ ἀφίησι δὲ ἐν θλίψει συνεχεῖ εἶναι πάλιν, ἵνα μὴ καταπέσωμεν μηδὲ ἀπαγορεύσωμεν.

γʹ. Αὐτῷ τοίνυν παραχωρῶμεν τὸν καιρὸν τῆς ἀπαλλαγῆς τῶν δεινῶν, ἡμεῖς δὲ εὐχώμεθα μόνον, ἡμεῖς ἐν εὐλαβείᾳ ζήσωμεν. Ἡμῶν μὲν γὰρ ἔργον τὸ μεταβαλέσθαι πρὸς ἀρετὴν, τοῦ Θεοῦ δὲ ἔργον τὸ λῦσαι τὰ δεινά· καὶ γὰρ σοῦ τοῦ πειραζομένου μᾶλλον αὐτὸς βούλεται σβέσαι τὴν πυρὰν ταύτην, ἀλλ' ἀναμένει σου τὴν σωτηρίαν Ὥσπερ οὖν ἐξ ἀνέσεως ἐγένετο θλῖψις, οὕτω καὶ ἀπὸ θλίψεως ἄνεσιν χρὴ προσδοκᾷν. Οὐδὲ γὰρ ἀεὶ χειμὼν οὐδὲ ἀεὶ θέρος, οὐκ ἀεὶ κύματα οὐδὲ ἀεὶ γαλήνη, οὐκ ἀεὶ νὺξ οὐδὲ ἀεὶ ἡμέρα· οὕτως οὐδὲ ἀεὶ θλῖψις, ἀλλ' ἔσται καὶ ἄνεσις, μόνον ἐὰν ἐν τῇ θλίψει διαπαντὸς εὐχαριστῶμεν τῷ Θεῷ Καὶ γὰρ οἱ τρεῖς παῖδες εἰς κάμινον ἐνεβλήθησαν, καὶ οὐδὲ οὕτως ἐπελάθοντο τῆς εὐλαβείας, οὐδὲ ἐφόβησεν αὐτοὺς ἡ φλὸξ, ἀλλὰ τῶν ἐν θαλάμῳ καθημένων, καὶ μηδὲν πασχόντων δεινὸν, σπουδαιότερον τῷ πυρὶ κυκλούμενοι, τὰς ἱερὰς ἐκείνας ἀνέπεμπον εὐχάς. ∆ιὰ τοῦτο τεῖχος αὐτοῖς ἐγένετο τὸ πῦρ, καὶ στολὴ ἡ φλὸξ, καὶ πηγὴ ἡ κάμινος, καὶ δεδεμένους λαβοῦσα λελυμένους ἀπέδωκεν· ἔλαβε θνητὰ σώματα, καὶ ὡς ἀθανάτων ἀπέσχετο· οὐκ ἔγνω τὴν φύσιν, ἀλλ' ᾐδέσθη τὴν εὐλάβειαν· ἔδησε τοὺς πόδας ὁ τύραννος, καὶ ἔδησαν οἱ πόδες τοῦ πυρὸς τὴν ἐνέργειαν. Ὢ παραδόξου πράγματος! τοὺς δεδεμένους ἔλυσεν ἡ φλὸξ, καὶ αὐτὴ λοιπὸν ὑπὸ τῶν δεδεμένων ἐδέδετο· μετέβαλε γὰρ τῶν πραγμάτων τὴν φύσιν τῶν νεανίσκων ἡ εὐλάβεια, μᾶλλον δὲ οὐ τὴν φύσιν μετέβαλεν, ἀλλ' ὃ πολλῷ θαυμαστότερον ἦν, μενούσης τῆς φύσεως τὴν ἐνέργειαν ἔστησεν. Οὐ γὰρ ἔσβεσε τὸ πῦρ, ἀλλὰ καιόμενον ἀργὸν ἐποίησε· καὶ τὸ δὴ θαυμαστὸν καὶ παράδοξον, οὐκ ἐπὶ τῶν σωμάτων τοῦτο τῶν ἁγίων ἐγένετο μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἱματίων αὐτῶν, καὶ ἐπὶ τῶν ὑποδημάτων· καὶ καθάπερ ἐπὶ τῶν ἀποστόλων, τὰ ἱμάτια Παύλου νοσήματα καὶ δαίμονας ἤλαυνε, καὶ αἱ σκιαὶ Πέτρου θάνατον ἐφυγάδευον· οὕτω δὴ καὶ ἐνταῦθα τῶν παίδων τούτων τὰ ὑποδήματα τὴν τοῦ πυρὸς δύναμιν ἔσβεσεν. Οὐκ οἶδα πῶς εἴπω· τὸ γὰρ θαῦμα πᾶσαν ὑπερβαίνει λόγου διήγησιν. Καὶ γὰρ ἔσβεστο ἡ ἐνέργεια, καὶ οὐκ ἔσβεστο· ὅτε μὲν γὰρ τοῖς σώμασιν ὡμίλει τῶν ἁγίων ἐκείνων, ἔσβεστο· ὅτε δὲ τὰ δεσμὰ διαῤῥῆξαι ἔδει, οὐκ ἔσβεστο· τὰ γοῦν δεσμὰ διέῤῥηξε, καὶ τῶν ἀστραγάλων οὐχ ἥψατο. 49.64 Εἶδες πόση ἡ ἐγγύτης;