1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

50

τοσοῦτος διελθὼν τὴν δόξαν αὐτῆς οὐκ ἠφάνισεν, ἀλλὰ πάντες αὐτὴν ᾄδομεν ἔτι, καὶ νῦν θαυμάζομεν, ὅτι λιμήν τις ἄριστος ἐξ ἐκείνου τοῦ χρόνου τοῖς ἁμαρτάνουσιν ἅπασι γέγονεν, οὐκ ἀφιεῖσα εἰς ἀπόγνωσιν ἐμπεσεῖν, ἀλλὰ καλοῦσα ἅπαντας εἰς μετάνοιαν, καὶ δι' ὧν ἔπραξε, καὶ δι' ὧν ἀπήλαυσε τῆς τοῦ Θεοῦ προνοίας, πείθουσα μηδέποτε τῆς οἰκείας ἀπογινώσκειν σωτηρίας, ἀλλὰ βίον ἄριστον ἐπιδεικνυμένους, καὶ τὴν ἀγαθὴν ἐλπίδα προβαλλομένους θαῤῥεῖν περὶ τοῦ τέλους ὡς ἐσομένου πάντως χρηστοῦ. Τίς γὰρ οὐκ ἂν ἀνασταίη, τὸ κατ' ἐκείνους παράδειγμα ἀκούων, κἂν πάντων νωθρότατος εἴη; Εἵλετο γοῦν τὴν ἑαυτοῦ πρόῤῥησιν διαπεσεῖν ὁ Θεὸς, καὶ μὴ διαπεσεῖν τὴν πόλιν· μᾶλλον δὲ οὐδὲ προφητεία διέπεσεν. Εἰ μὲν γὰρ ἐπὶ τῆς αὐτῆς πονηρίας τῶν ἀνθρώπων μενόντων οὐκ ἐξέβη εἰς ἔργον τὰ τῆς ἀποφάσεως, εἶχεν ἴσως ἄν τις ἐγκαλεῖν τοῖς εἰρημένοις· εἰ δὲ μεταβαλομένων αὐτῶν, καὶ τῆς αἰτίας ἀποστάντων, ἀπέστη καὶ τῆς ὀργῆς ὁ Θεὸς, τίς δυνήσεται λοιπὸν ἐπιλαβέσθαι τῆς προφητείας, καὶ καταγνῶναι ψεῦδος τῶν εἰρημένων; Καὶ γὰρ τὸν νόμον, ὃν ἐξ ἀρχῆς ἔθηκεν ὁ Θεὸς διὰ τοῦ προφήτου πᾶσιν ἀνθρώποις διαλεγόμενος, τοῦτον καὶ τότε διετήρησε. Τίς οὖν ἐστιν ὁ νόμος; Πέρας λαλήσω. φησὶ, ἐπὶ ἔθνος καὶ ἐπὶ βασιλείαν τοῦ ἐκριζοῦν αὐτοὺς, καὶ κατασκάπτειν καὶ ἀπολλύειν· καὶ ἔσται, ἐὰν μετανοήσωσιν ἀπὸ τῆς κακίας, μετανοήσω κἀγὼ ἀπὸ τῆς ὀργῆς, ἧς ἐλάλησα ποιῆσαι αὐτοῖς. Τοῦτον τοίνυν φυλάττων τὸν νόμον, μεταβαλομένους ἔσωσε, καὶ ἀποστάντας τῆς κακίας ἀπήλλαξε τῆς ὀργῆς. Ἤδει τῶν βαρβάρων τὴν ἀρετὴν, διὰ τοῦτο τὸν προφήτην κατήπειγεν· οὕτω καὶ τότε ἐδονεῖτο ἡ πόλις, τῆς προφητικῆς ἀκούουσα φωνῆς, ἀλλ' οὐδὲν παρεβλάβη, ἀλλὰ καὶ ὠφελήθη παρὰ τοῦ φόβου. Ὁ γὰρ φόβος ἐκεῖνος τὴν σωτηρίαν ἔτεκεν· ἡ ἀπειλὴ τὸν κίνδυνον ἔλυσεν· ἡ τῆς καταστροφῆς ἀπόφασις τὴν καταστροφὴν ἔστησεν. Ὢ καινοῦ καὶ παραδόξου πράγματος· ἀπόφασις θάνατον ἀπειλοῦσα, ζωὴν ἔτεκεν. Ἀπόφασις μετὰ τὸ ἐξενεχθῆναι, τότε ἄκυρος γέγονεν ἀπεναντίας τοῖς ἔξωθεν δικάζουσιν· ἐπὶ μὲν γὰρ τούτων τὸ προενεχθῆναι τὴν ψῆφον εἰς μέσον κυρίαν ποιεῖ τὴν ψῆφον γενέσθαι, ἐπὶ δὲ τοῦ Θεοῦ τοὐναντίον τὸ προενεχθῆναι τὴν ψῆφον, τοῦτό ἐστι τὸ ποιῆσαν αὐτὴν ἄκυρον. Εἰ γὰρ μὴ προηνέχθη, οὐκ ἂν ἤκουσαν οἱ ἡμαρτηκότες· εἰ δὲ μὴ ἤκουσαν, οὐκ ἂν ἀπεκρούσαντο τὴν τιμωρίαν, οὐκ ἂν ἀπήλαυσαν τῆς παραδόξου σωτηρίας ἐκείνης. Πῶς γὰρ οὐ παράδοξος, ὅταν ὁ μὲν δικαστὴς ἀποφαίνηται, οἱ δὲ κατάδικοι τὴν ἀπόφασιν λύωσι διὰ τῆς μετανοίας; οὐ γὰρ ἔφυγον τὴν πόλιν καθάπερ καὶ ἡμεῖς νῦν, ἀλλὰ μένοντες ἔστησαν. Παγὶς ἦν, καὶ τεῖχος αὐτὴν ἐποίησαν· βάραθρον ἦν καὶ κρημνὸς, καὶ πύργον αὐτὴν ἀσφαλείας κατεσκεύασαν. Ἤκουσαν ὅτι πεσεῖται τὰ οἰκοδομήματα, καὶ οὐκ ἔφυγον τὰ οἰκοδομήματα, ἀλλ' ἔφυγον τὰ ἁμαρτήματα· οὐκ ἀπέστησαν ἕκαστος ἀπὸ τῆς οἰκίας αὐτοῦ καθάπερ ἡμεῖς νῦν, ἀλλ' ἀπέστησαν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς. Μὴ γὰρ οἱ τοῖχοι, φησὶ, τὴν ὀργὴν ἔτεκον; ἡμεῖς αἴτιοι τοῦ τραύματος, ἡμεῖς τὸ φάρμακον κατασκευάσωμεν. ∆ιὰ τοῦτο οὐ τόπων 49.77 ἐναλλαγαῖς, ἀλλὰ τρόπων μεταβολῇ τὴν σωτηρίαν ἐπίστευσαν.

ςʹ. Ταῦτα οἱ βάρβαροι, καὶ οὐκ αἰσχυνόμεθα οὐδὲ ἐγκαλυπτόμεθα, ἐκείνων τρόπους μεταβαλόντων, ἡμεῖς τόπους ἀμείβοντες, καὶ μεθυόντων ἀνθρώπων ἔργα ποιοῦντες, καὶ τὰς οὐσίας ὑπεκτιθέντες; Ὁ ∆εσπότης ἡμῖν ὀργίζεται, καὶ ἡμεῖς· ἀφέντες καταλῦσαι τὴν ὀργὴν, τὰ τῆς οἰκίας περιστρέφομεν καὶ περιερχόμεθα, ζητοῦντες ποῦ καταθώμεθα τὴν οὐσίαν, δέον ζητεῖν ποῦ τὴν ψυχὴν παρακαταθώμεθα· μᾶλλον δὲ οὐδὲ χρὴ ζητεῖν, ἀλλ' ἀρετῇ καὶ ὀρθότητι βίου τὴν ἀσφάλειαν αὐτῆς ἐγχειρίζειν. Οὐδὲ γὰρ εἰ πρὸς οἰκέτην ὀργιζομένων καὶ ἀγανακτούντων ἡμῶν, τὸ πρὸς τὴν ὀργὴν ἀπολογήσασθαι ἀφεὶς ἐκεῖνος εἰς τὸν οἰκίσκον τὸν ἑαυτοῦ κατελθὼν, τὰ ἱμάτια καὶ τὰ ἔπιπλα πάντα συναγαγὼν καὶ καταδήσας, περὶ φυγῆς ἐβουλεύετο, πράως ἂν ἠνέγκαμεν τὴν καταφρόνησιν ταύτην. Παυσώμεθα τοίνυν τῆς ἀκαίρου ταύτης σπουδῆς, καὶ εἴπωμεν ἕκαστος πρὸς τὸν