1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

51

Θεόν· Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Μιμησώμεθα τὴν τῶν βαρβάρων φιλοσοφίαν· ἐκεῖνοι ἐπ' ἀδήλοις μετενόησαν· οὐ γὰρ εἶχεν ἡ ἀπόφασις τοῦτο, ὅτι Ἐὰν ἐπιστρέψητε, καὶ μετανοήσητε, στήσω τὴν πόλιν, ἀλλ' ἁπλῶς· Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται. Τί οὖν ἐκεῖνοι; Τίς οἶδεν εἰ μετανοήσει ὁ Θεὸς ἀπὸ τῆς κακίας ἧς ἐλάλησε ποιῆσαι ἡμῖν; Τίς οἶδεν; Οὐκ ἴσασι τὸ τέλος τοῦ πράγματος, καὶ οὐκ ἀμελοῦσι τῆς μετανοίας· οὐκ ἐπίστανται τῆς τοῦ Θεοῦ φιλανθρωπίας τὸν τρόπον, καὶ ἐπ' ἀδήλοις μεταβάλλονται· οὐδὲ γὰρ εἶχον πρὸς ἑτέρους Νινευΐτας ἰδεῖν μετανοήσαντας καὶ σωθέντας, οὐδὲ ἀνέγνωσαν προφήτας, οὐδὲ ἤκουσαν πατριαρχῶν, οὐκ ἀπήλαυσαν συμβουλῆς, οὐ μετέσχον παραινέσεως, οὐδὲ ἦσαν πεπεικότες ἑαυτοὺς, ὅτι πάντως ἐξιλεώσονται τὸν Θεὸν τῇ μετανοίᾳ· οὐδὲ γὰρ εἶχε τοῦτο ἡ ἀπειλή, ἀλλ' ἀμφέβαλλον καὶ ἠμφισβήτουν περὶ τούτου, καὶ ὅμως μετενόησαν μετ' ἀκριβείας ἁπάσης. Τίς οὖν ἔσται λόγος ἡμῖν, ὅταν οἱ μὲν περὶ τοῦ τέλους θαῤῥεῖν οὐκ ἔχοντες, τοσαύτην ἐπιδεδειγμένοι φαίνωνται τὴν μεταβολὴν, σὺ δὲ ὁ θαῤῥεῖν ἔχων περὶ τῆς φιλανθρωπίας τοῦ Θεοῦ καὶ πολλὰ πολλάκις ἐνέχυρα λαβὼν αὐτοῦ τῆς κηδεμονίας. καὶ προφητῶν καὶ ἀποστόλων ἀκούσας, καὶ δι' αὐτῶν παιδευθεὶς τῶν πραγμάτων, μηδὲ πρὸς τὸ αὐτὸ τῆς ἀρετῆς ἐκείνοις μέτρον φθάσαι φιλονεικήσῃς; Μεγάλη μὲν οὖν καὶ ἡ τῶν ἀνθρώπων τούτων ἀρετὴ, πολλῷ δὲ μείζων ἡ τοῦ Θεοῦ φιλανθρωπία, καὶ ταύτην ἀπ' αὐτοῦ τοῦ μεγέθους τῆς ἀπειλῆς ἔστιν ἰδεῖν. ∆ιὰ γὰρ τοῦτο οὐ προσέθηκε τῇ ἀποφάσει, ὅτι Ἐὰν δὲ μετανοήσητε. φείσομαι, ἵνα ἀδιόριστον ἐμβαλὼν τὴν ψῆφον, αὐξήσῃ τὸν φόβον, καὶ τὸν φόβον αὐξήσας, ταχύτερον πρὸς τὴν μετάνοιαν συνωθήσῃ. Καὶ ὁ μὲν προφήτης αἰσχύνεται, τὸ μέλλον προειδὼς, καὶ στοχαζόμενος ὡς ἀτέλεστα μενεῖ τὰ εἰρημένα· ὁ δὲ Θεὸς οὐκ αἰσχύνεται, ἀλλ' ἓν μόνον ζητεῖ, τὴν τῶν ἀνθρώπων σωτηρίαν, καὶ τὸν οἰκέτην τὸν ἑαυτοῦ διορθοῦται. Ἐπειδὴ γὰρ εἰς τὸ πλοῖον εἰσῆλθεν ἐκεῖνος, διήγειρεν εὐθέως τὴν θάλατταν, ἵνα μάθῃς, ὅτι ὅπου ἁμαρτία, ἐκεῖ χειμὼν, ὅπου παρακοὴ, ἐκεῖ κλυδώνιον· καὶ ἐσαλεύετο μὲν ἡ πόλις διὰ τὰ ἁμαρτήματα τῶν Νινευϊτῶν, ἐσαλεύετο δὲ τὸ πλοῖον διὰ τὴν παρακοὴν τοῦ προφήτου. Ἐκεῖνοι μὲν οὖν τὸν Ἰωνᾶν εἰς τὸ πέλαγος ἔῤῥιψαν, καὶ ἔστη τὸ πλοῖον· ἡμεῖς δὲ τὴν ἁμαρτίαν καταποντίσωμεν, καὶ 49.78 στήσεται πάντως ἡ πόλις. Ὥστε τῆς φυγῆς οὐδὲν ὄφελος ἡμῖν· οὐδὲ γὰρ ἐκεῖνον ὠφέλησεν ἡ φυγή· τοὐναντίον μὲν οὖν καὶ κατέβλαψεν. Ἔφυγε γοῦν τὴν γῆν, καὶ οὐκ ἔφυγε τὴν ὀργὴν τοῦ Θεοῦ· ἔφυγε τὴν γῆν, καὶ τὸν χειμῶνα εἰσήγαγεν εἰς τὴν θάλασσαν· καὶ οὐ μόνον αὐτὸς οὐδὲν ἀπώνατο τῆς φυγῆς ἀγαθὸν, ἀλλὰ καὶ τοὺς ὑποδεξαμένους αὐτὸν εἰς ἔσχατον ἐνέβαλε κίνδυνον· καὶ ὅτε μὲν ἐπὶ τοῦ πλοίου καθήμενος ἔπλει, καὶ ναῦται καὶ κυβερνῆται παρῆσαν, καὶ ἅπασα τῆς νηὸς ἡ κατασκευὴ περὶ τῶν ἐσχάτων ἐκινδύνευσεν· ἐπειδὴ δὲ εἰς τὸ πέλαγος καταποντισθεὶς, καὶ τὴν ἁμαρτίαν διὰ τῆς τιμωρίας ἀποθέμενος, εἰς τὸ ἀτερμάτιστον κατηνέχθη πλοῖον, τὴν γαστέρα φημὶ τοῦ κήτους, πολλῆς ἀπήλαυσε τῆς ἀδείας· ἵνα μάθῃς, ὅτι ὥσπερ τὸν ἐν ἁμαρτίᾳ ζῶντα οὐδὲ πλοῖον ὠφελεῖ, οὕτω τὸν τὴν ἁμαρτίαν ἀποθέμενον οὐδὲ θάλαττα ἀπόλλυσιν, οὐδὲ θηρία διαφθείρει. Ἔλαβε γοῦν αὐτὸν τὰ κύματα, καὶ οὐκ ἀπέπνιξεν· ἔλαβε τὸ κῆτος, καὶ οὐκ ἀνεῖλεν· ἀλλὰ καὶ τὸ ζῶον, καὶ τὸ στοιχεῖον σώαν τῷ Θεῷ τὴν παρακαταθήκην ἀπέδωκε, καὶ διὰ πάντων ἐμάνθανε φιλάνθρωπος καὶ ἥμερος εἶναι ὁ προφήτης, καὶ μήτε ναυτῶν ἀνοήτων, μήτε κυμάτων ἀγρίων, μήτε θηρίων ὠμότερος εἶναι. Καὶ γὰρ οἱ ναῦται οὐκ ἐκ πρώτης εὐθέως, ἀλλὰ μετὰ πολλὴν αὐτὸν ἀνάγκην προὔδωκαν, καὶ ἡ θάλαττα δὲ καὶ τὸ θηρίον μετὰ πολλῆς τῆς εὐνοίας ἐφύλαξαν, τοῦ Θεοῦ πάντα ταῦτα οἰκονομοῦντος. Ἐπανῆλθε τοίνυν, ἐκήρυξεν, ἠπείλησεν, ἔπεισεν, ἔσωσεν, ἐφόβησε, διώρθωσεν, ἔστησεν ἐξ ἑνὸς καὶ πρώτου κηρύγματος. Οὐ γὰρ ἐδεήθη πολλῶν ἡμερῶν οὐδὲ συνεχοῦς συμβουλῆς, ἀλλὰ τὰ ψιλὰ ἐκεῖνα εἰπὼν ῥήματα πάντας εἰς μετάνοιαν ἤγαγε. ∆ιὰ τοῦτο αὐτὸν οὐκ εὐθέως