52
ἐκ τοῦ πλοίου εἰς τὴν πόλιν ἐχειραγώγησεν ὁ Θεὸς, ἀλλὰ παρέδωκαν οἱ ναῦται τῇ θαλάττῃ, ἡ θάλαττα τῷ κήτει, τὸ κῆτος τῷ Θεῷ, ὁ Θεὸς τοῖς Νινευΐταις, καὶ διὰ μακρᾶς τῆς περιόδου τὸν φυγάδα ἐπανήγαγεν, ἵνα πάντας παιδεύσῃ, ὅτι Θεοῦ χεῖρας φυγεῖν ἀμήχανον, ὅτι ὅπουπερ ἄν τις ἀφίκηται, τὴν ἁμαρτίαν ἐπισυρόμενος, μυρία ὑποστήσεται τὰ δεινὰ, κἂν τῶν ἀνθρώπων μηδεὶς παρῇ, αὐτὴ πανταχόθεν ἡ κτίσις ἀντιστήσεται μετὰ πολλῆς αὐτῷ τῆς σφοδρότητος. Μὴ τοίνυν τῇ φυγῇ τὴν σωτηρίαν ἡμῶν ἐγχειρίσωμεν, ἀλλὰ τῇ τοῦ τρόπου μεταβολῇ. Μὴ γὰρ, ἐπειδὴ μένεις ἐν τῇ πόλει, διὰ τοῦτο παροξύνεται ὁ Θεὸς, ἵνα φύγῃς; Ἐπειδὴ ἥμαρτες, διὰ τοῦτο ἀγανακτεῖ. Οὐκοῦν τὴν ἁμαρτίαν ἀπόθου, καὶ ὅθεν ἡ αἰτία τῷ τραύματι, ἐκεῖθεν ἀνάστειλον τοῦ κακοῦ τὴν πηγήν· τὰ γὰρ ἐναντία τοῖς ἐναντίοις θεραπεύειν καὶ ἰατρῶν παῖδες κελεύουσιν. Ἐξ ἀδηφαγίας οὖν ἐτέχθη πυρετός; ἀσιτίᾳ μεθοδεύουσι τὸ νόσημα. Ἐξ ἀθυμίας ἠῤῥώστησέ τις; εὐθυμίαν τούτῳ φάρμακον ἐπιτήδειον εἶναί φασιν. Οὕτω καὶ ἐπὶ τῶν τῆς ψυχῆς νοσημάτων ποιεῖν χρή. Ῥᾳθυμία τὴν ὀργὴν ἤγειρε; σπουδῇ ταύτην ἀποκρουσώμεθα, καὶ πολλὴν ἐπιδειξώμεθα τὴν μεταβολήν. Ἔχομεν βοηθὸν μεγίστην καὶ σύμμαχον τὴν νηστείαν, καὶ μετὰ τῆς νηστείας τὴν ἐπικειμένην ἀγωνίαν καὶ τὸν τοῦ κινδύνου φόβον. Ἐπιθώμεθα τοίνυν τῇ ψυχῇ νῦν εἰς καιρόν· καὶ γὰρ εὐκόλως αὐτὴν δυνησόμεθα πεῖσαι πάντα ὅσα ἂν θέλωμεν. Ὁ γὰρ περιδεὴς καὶ τρέμων καὶ τρυφῆς ἁπάσης ἀπηλλαγμένος, καὶ φόβῳ συζῶν, εὐκόλως δύναται φιλοσοφεῖν, καὶ μετὰ πολλῆς τῆς προθυμίας τὰ τῆς ἀρετῆς ὑποδέχεσθαι σπέρματα.
ζʹ. Πείσωμεν τοίνυν αὐτὴν ἀπὸ τῆς τῶν ὅρκων φυγῆς πρώτην τὴν ἐπὶ τὸ βέλτιον ποιήσασθαι μεταβολήν· εἰ γὰρ καὶ χθὲς καὶ πρὸ ἐκείνης περὶ ταύτης ὑμῖν διελέχθην 49.79 τῆς ὑποθέσεως, ἀλλ' οὐδὲ σήμερον ἀποστήσομαι, οὐδὲ τὴν ἐπιοῦσαν, οὐδὲ τὴν μετ' ἐκείνην τὰ αὐτὰ συμβουλεύων. Καὶ τί λέγω τὴν αὔριον, καὶ τὴν μετ' ἐκείνην; Ἕως ἂν ὑμᾶς ἴδω κατορθοῦντας, οὐκ ἀφέξομαι. Εἰ γὰρ οἱ παραβαίνοντες τὸν νόμον οὐκ αἰσχύνονται, πολλῷ μᾶλλον ἡμᾶς τοὺς κελεύοντας μὴ παραβαίνειν, οὐκ ἄξιον αἰσχύνεσθαι τῇ συνεχείᾳ τῆς παραινέσεως. Τὸ γὰρ συνεχῶς περὶ τῶν αὐτῶν ὑπομιμνήσκειν, οὐ τοῦ λέγοντος, ἀλλὰ τῶν ἀκουόντων ἐστὶν ἔγκλημα διηνεκοῦς δεομένων διδασκαλίας ὑπὲρ ψιλῶν καὶ εὐκατορθώτων πραγμάτων. Τί γὰρ εὐκολώτερον τοῦ μὴ ὀμνύναι; Συνηθείας ἐστὶ τὸ κατόρθωμα μόνον, οὐκ ἔστι πόνος σώματος, οὐκ ἔστι δαπάνη χρημάτων. Βούλει μαθεῖν πῶς δυνατὸν περιγενέσθαι τοῦ νοσήματος; πῶς δυνατὸν ἀπαλλαγῆναι τῆς πονηρᾶς συνηθείας; Ἐγώ σε διδάξω τρόπον τινὰ, ὃν ἂν ποιήσῃς, περιέσῃ πάντως. Ὅταν ἴδῃς ἢ σαυτὸν ἢ ἕτερόν τινα ἢ τῶν οἰκετῶν ἢ τῶν παίδων ἢ τὴν γυναῖκα ἁλόντας τῷ κακῷ τούτῳ, καὶ συνεχῶς ὑπομνησθέντας καὶ οὐ διορθωθέντας, κέλευσον μὴ δειπνήσαντας καθευδῆσαι, καὶ ταύτην καὶ σαυτῷ κἀκείνοις τὴν καταδίκην ἐπίθες, καταδίκην οὐχὶ ζημίαν, ἀλλὰ κέρδος φέρουσαν. Τοιαῦτα γὰρ τὰ πνευματικά· καὶ κέρδος φέρει, καὶ ταχίστην τὴν διόρθωσιν. Ἡ γὰρ γλῶσσα βασανιζομένη διηνεκῶς, καὶ μηδενὸς ὑπομιμνήσκοντος ἱκανὴν λαμβάνει παράκλησιν, ὑπὸ τοῦ δίψους κατατεινομένη, ὑπὸ τῆς πείνης ἀγχομένη· κἂν ἁπάντων ὦμεν ἀναισθητότεροι, διὰ πάσης ἡμέρας τῷ μεγέθει τῆς βασάνου ταύτης ὑπομιμνησκόμενοι, οὐ δεησόμεθα συμβουλῆς ἑτέρας καὶ παραινέσεως. Ἐπῃνέσατε τὸ εἰρημένον, ἀλλ' ὅμως καὶ ἐπὶ τῶν ἔργων δείξατε τὸν ἔπαινον. Ἐπεὶ τί τὸ κέρδος τῆς ἐνταῦθα συλλογῆς; Εἰ καθ' ἑκάστην ἡμέραν τὸ παιδίον εἰς διδασκαλεῖον βαδίζοι, εἶτα μηδὲν μανθάνοι πλέον, ἆρα ἀρκέσει εἰς ἀπολογίαν ἡμῖν τὸ καθ' ἑκάστην ἡμέραν ἐκεῖ βαδίζειν αὐτό; οὐκ αὐτὸ μὲν οὖν τοῦτο μέγιστον ποιησόμεθα ἔγκλημα, ὅτι καθ' ἑκάστην ἡμέραν ἐκεῖ βαδίζον, μάτην τοῦτο ποιεῖ; Τοῦτο δὴ καὶ ἐφ' ἡμῶν αὐτῶν λογιζώμεθα, καὶ πρὸς ἑαυτοὺς λέγωμεν· Χρόνον τοσοῦτον εἰς ἐκκλησίαν ἀπαντῶντες, συνάξεως ἀπολαύοντες φρικωδεστάτης καὶ πολὺ τὸ κέρδος ἐχούσης, ἂν τοιοῦτοι πάλιν