54
μακρᾶς ταύτης ἐδέησε μακρηγορίας· νῦν δ' ἐπειδὴ τοῦτο οὐκ ἔνι, ἀντ' ἐμοῦ τῶν ἐμῶν μέμνησθε ῥημάτων, καὶ ἐπὶ τραπέζης καθήμενοι ἐπεισιέναι με νομίζετε καὶ παρεστάναι, καὶ ταῦτα ἐνηχεῖν ἅπερ ὑμῖν ἐνταῦθα λέγω νῦν. Καὶ ὅπουπερ ἂν περὶ ἐμοῦ λόγος ὑμῖν γίνηται, ἀντὶ πάντων ταύτης μέμνησθε τῆς ἐντολῆς, καὶ ταύτην μοι τῆς περὶ ὑμᾶς ἀγάπης ἀπόδοτε τὴν ἀμοιβήν. Ἐὰν ἴδω κατορθώσαντας ὑμᾶς, τὸ πᾶν ἀπείληφα, ἱκανὴν τῶν πόνων ἀπεδεξάμην τὴν ἀντίδοσιν. Ἵνα οὖν καὶ ἡμᾶς προθυμοτέρους ποιήσητε, καὶ ὑμεῖς εὐέλπιδες γίνησθε, καὶ πλείονα ταῖς λοιπαῖς ἐντολαῖς πρὸς τὸ κατορθοῦσθαι παρασκευάσητε τὴν εὐκολίαν, μετὰ πολλῆς τοῦτον τὸν νόμον τῆς σπουδῆς ἐν ταῖς ὑμετέραις ἐναπόθεσθε ψυχαῖς, καὶ τότε εἴσεσθε τῆς παραι 49.81 νέσεως τὴν ὠφέλειαν. Ἐπεὶ καὶ ἱμάτιον χρυσοῦν καλὸν μὲν ἔστι καὶ ὁρώμενον, πολλῷ δὲ πλέον ἡμῖν φανεῖται περικείμενον ἡμῶν τῷ σώματι· οὕτω καὶ αἱ τοῦ Θεοῦ ἐντολαὶ καλαὶ μὲν εἰσὶ καὶ ἐπαινούμεναι, πολλῷ δὲ καλλίους φαίνονται κατορθούμεναι. Νῦν μὲν γὰρ ἐν βραχείᾳ καιροῦ ῥοπῇ τὰ λεγόμενα ἐπαινεῖτε, ἐὰν δὲ κατορθώσητε, διὰ πάσης τῆς ἡμέρας, καὶ διὰ παντὸς τοῦ χρόνου, καὶ ἡμᾶς καὶ ὑμᾶς αὐτοὺς ἐπαινέσεσθε· καὶ οὐ τοῦτό ἐστι τὸ 49.82 μέγα, ὅτι ἀλλήλους ἐπαινεσόμεθα, ἀλλ' ὅτι καὶ ὁ Θεὸς ἡμᾶς ἀποδέξεται, καὶ οὐκ ἀποδέξεται μόνον, ἀλλὰ καὶ ἀμείψεται ταῖς μεγάλαις ἐκείναις καὶ ἀποῤῥήτοις δωρεαῖς, ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
49.81 Ὅτι χρήσιμος ὁ τῶν ἀρχόντων φόβος, καὶ διήγησις τῶν
κατὰ τὴν ὁδὸν συμβάντων τοῖς τὴν ἀγγελίαν τῆς στάσεως τῷ βασιλεῖ ἀναφέρουσι, καὶ ὅτι ὁ ἀδίκως τι πάσχων καὶ εὐχαριστῶν τῷ
συγχωροῦντι Θεῷ, ἴσος ἐστὶ τοῦ διὰ τὸν Θεὸν τὰ αὐτὰ πάσχοντος· καὶ τὰ παραδείγματα πάλιν ἐκ τῶν τριῶν παίδων καὶ τῆς Βαβυλωνίας καμίνου,
καὶ περὶ τῆς τῶν ὅρκων ἀποχῆς. Ὁμιλία ςʹ. αʹ. Πολλὰς μὲν ἀνηλώσαμεν ἡμέρας παρακαλοῦντες ὑμῶν τὴν ἀγάπην· οὐ
μὴν διὰ τοῦτο ἀποστησόμεθα τῆς ὑποθέσεως ταύτης, ἀλλ' ἕως ἂν μένῃ τὸ ἕλκος τῆς ἀθυμίας, καὶ τὸ φάρμακον τῆς παραμυθίας ἐπιθήσομεν. Εἰ γὰρ ἐπὶ τῶν τοῦ σώματος τραυμάτων οὐ παύονται ἐπαντλοῦντες ἰατρῶν παῖδες, ἕως ἂν ἴδωσι λῆξαν τὸ πάθος, πολλῷ μᾶλλον ἐπὶ τῆς ψυχῆς τοῦτο ποιεῖν χρή. Καὶ γὰρ ἕλκος ψυχῆς ἡ ἀθυμία, καὶ δεῖ συνεχῶς αὐτὴν ἐπαντλεῖν προσηνέσι ῥήμασιν. Οὐδὲ γὰρ οὕτως οἴδημα σαρκὸς χαλᾷν εἴωθε θερμῶν ὑδάτων φύσις, ὡς ψυχῆς πάθος καταστέλλειν πέφυκε παρακλητικῶν λόγων δύναμις· οὐ χρεία σπογγιᾶς ἐνταῦθα, καθάπερ ἐπὶ τῶν ἰατρῶν, ἀλλ' ἀντὶ σπόγγου τὴν γλῶτταν μεταχειρισόμεθα· οὐ χρεία πυρὸς ἐνταῦθα, ἵνα θερμαίνωμεν ὕδατα, ἀλλ' ἀντὶ πυρὸς τῇ τοῦ Πνεύματος χρησόμεθα χάριτι. Φέρε οὖν καὶ τήμερον τὸ αὐτὸ τοῦτο πράξωμεν. Εἰ γὰρ μὴ ἡμεῖς ὑμᾶς παρακαλέσωμεν, πόθεν ἑτέρωθεν παράκλησιν δέξεσθε; ∆ικασταὶ φοβοῦσιν· οὐκοῦν ἱερεῖς παρακαλείτωσαν· ἄρχοντες ἀπειλοῦσιν· οὐκοῦν ἡ Ἐκκλησία παραμυθείσθω. Καὶ γὰρ ἐπὶ τῶν παιδίων τῶν μικρῶν οὕτω γίνεται· διδάσκαλοι τὰ παιδία φοβοῦσι καὶ τύπτουσι, καὶ δεδακρυμένα πρὸς τὰς μητέρας παραπέμπουσιν· αἱ δὲ μητέρες ὑποδεξάμεναι τοῖς κόλποις τοῖς ἑαυτῶν κατέχουσι καὶ περισφίγγουσι, καὶ τὰ δάκρυα καταψήσασαι καταφιλοῦσι, καὶ τὴν ὀδυνωμένην αὐτῶν ἀνακτῶνται ψυχὴν, πείθουσαι δι' ὧν λέγουσιν, ὅτι χρήσιμος ὁ τῶν διδασκάλων αὐτοῖς φόβος. Ἐπεὶ οὖν καὶ ὑμᾶς ἐφόβησαν ἄρχοντες, καὶ ἐναγωνίους ἐποίησαν, ἡ Ἐκκλησία, ἡ κοινὴ πάντων ἡμῶν μήτηρ, τοὺς κόλπους ἁπλώσασα, καὶ ὑπτίαις ὑποδεξαμένη χερσὶ, καθ' ἑκάστην