1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

58

καλοῦντας. Καθάπερ γὰρ ὁ πυκτεύων ἐπείγεται τοῦ σταδίου ἐξελθεῖν, ἵνα ἀπαλλαγῇ τῶν τραυμάτων· καὶ ὁ ἀθλητὴς ἀναστῆναι τὸ θέατρον ἐπιθυμεῖ, ἵνα ἐλευθερωθῇ τῶν πόνων· οὕτω καὶ ὁ ἐν σκληρῷ καὶ τραχυτάτῳ βίῳ ζῶν μετ' ἀρετῆς, ἐπιθυμεῖ τῆς τελευτῆς, ἵνα καὶ τῶν πόνων ἀπαλλαγῇ τῶν παρόντων, καὶ ὑπὲρ τῶν ἀποκειμένων ἔχῃ στεφάνων θαῤῥεῖν πρὸς τὸν εὔδιον καταπλεύσας λιμένα, καὶ ἐκεῖ μεταστὰς, ἔνθα λοιπὸν οὐκ ἔστιν ὑποπτεῦσαι ναυάγιον. ∆ιὰ τοῦτο καὶ ὁ Θεὸς ἐπίπονον φύσει καὶ μοχθηρὸν τὸν βίον ἡμῶν κατεσκεύασεν, ἵνα ὑπὸ τῆς ἐνταῦθα συνωθούμενοι θλίψεως, ἐπιθυμίαν τῶν μελλόντων λάβωμεν. Εἰ γὰρ νῦν τοσούτων ὄντων τῶν λυπηρῶν, καὶ κινδύνων, καὶ φόβων καὶ φροντίδων πάντοθεν ἡμᾶς περιστοιχιζομένων, οὕτως ἐμφιλοχωροῦμεν τῇ παρούσῃ ζωῇ, εἰ μηδὲν τούτων ἦν, ἀλλ' ἄλυπός τις καὶ ἀταλαίπωρος ὁ βίος ἡμῖν ἅπας ἐγίνετο, πότε ἂν ἐπεθυμήσαμεν τῶν μελλόντων;

δʹ. Οὕτω καὶ Ἰουδαίοις ἐποίησεν ὁ Θεός· καὶ γὰρ ἐκείνους βουλόμενος εἰς ἐπιθυμίαν ἐμβαλεῖν τῆς ἐπανόδου, καὶ πεῖσαι μισῆσαι τὴν Αἴγυπτον, συνεχώρησε τῷ πηλῷ καὶ τῇ πλινθείᾳ ταλαιπωρεῖσθαι, ἵνα τῷ μεγέθει τῶν πόνων καὶ τῆς ταλαιπωρίας ἐκείνης ἀγχόμενοι βοήσωσι πρὸς τὸν Θεὸν περὶ τῆς ἐπανόδου. Εἰ γὰρ δὴ τούτων γενομένων ἐξελθόντες πάλιν ἐμέμνηντο τῆς Αἰγύπτου, 49.86 καὶ τῆς χαλεπῆς δουλείας καὶ πρὸς τὴν προτέραν τυραννίδα ὑποστρέφειν ἠπείγοντο, εἰ μὴ τοιούτων ἐπειράθησαν τῶν βαρβάρων, πότε ἂν ἀφεῖναι τὴν ἀλλοτρίαν ἠθέλησαν; Ἵνα οὖν καὶ ἡμεῖς μὴ τῇ γῇ προσηλωμένοι καὶ πρὸς τὰ παρόντα κεχηνότες ἀλγῶμεν, καὶ ἐπιλανθανώμεθα τῶν μελλόντων, μοχθηρὸν ἡμῖν τὸν βίον ἐποίησεν ὁ Θεός. Μὴ τοίνυν περιεχώμεθα πέρα τοῦ δέοντος τῆς παρούσης ζωῆς. Τί γὰρ ὄφελος ἡμῖν; ποῖον δὲ κέρδος ἐκ τοῦ προσηλῶσθαι μεθ' ὑπερβολῆς τῇ τοῦ παρόντος βίου ἐπιθυμίᾳ; Βούλει μαθεῖν διὰ τί καλὸν ἡ παροῦσα ζωή; Ὅτι τῆς μελλούσης ζωῆς ἡμῖν ὑπόθεσις γίνεται καὶ ἀφορμὴ, καὶ σκάμμα καὶ στάδιον τῶν ἐκεῖ στεφάνων ἐστίν· ὡς εἰ μὴ τοῦτο παράσχοι ἡμῖν, μυρίων θανάτων ἐστὶν ἐλεεινοτέρα. Εἰ γὰρ μὴ μέλλομεν ζῶντες ἀρέσκειν Θεῷ, βέλτιον ἀποθανεῖν. Τί γὰρ τὸ πλέον; τί τὸ περιττόν; Οὐχὶ τὸν αὐτὸν ἥλιον καὶ τὴν αὐτὴν σελήνην καθ' ἑκάστην ἡμέραν ὁρῶμεν; οὐχὶ τὸν αὐτὸν χειμῶνα; οὐχὶ τὸ αὐτὸ θέρος; οὐχὶ τὰ αὐτὰ πράγματα; Τί τὸ γεγονός; αὐτὸ τὸ γενησόμενον. Τί τὸ πεποιημένον; αὐτὸ τὸ ποιηθησόμενον. Μὴ τοίνυν μήτε τοὺς ζῶντας ἁπλῶς μακαρίζωμεν, μήτε τοὺς ἀποθνήσκοντας θρηνῶμεν· ἀλλὰ τοὺς μὲν ἐν ἁμαρτίαις ὄντας, κἂν ζῶσι, κἂν τετελευτηκότες ὦσιν, ὀδυρώμεθα· τοὺς δὲ ἐν δικαιοσύνῃ μακαρίζωμεν πάλιν, ὅπουπερ ἂν τύχωσιν ὄντες. Σὺ μὲν οὖν ἕνα δέδοικας θάνατον, καὶ θρηνεῖς· ὁ Παῦλος δὲ καθ' ἑκάστην ἡμέραν ἀποθνήσκων οὐ μόνον οὐκ ἐδάκρυε διὰ τοῦτο, ἀλλὰ καὶ ἔχαιρε καὶ ἠγάλλετο. Εἴθε κἀγὼ διὰ τὸν Θεὸν ἐκινδύνευον, φησὶ, καὶ οὐκ ἂν ἐφρόντισα. Ἀλλὰ μηδὲ νῦν καταπέσῃς· οὐδὲ γὰρ μόνον ὁ διὰ τὸν Θεόν τι πάσχων εὐδοκιμεῖ, ἀλλὰ καὶ ὁ ἀδίκως τι πάσχων, καὶ φέρων γενναίως, καὶ εὐχαριστῶν τῷ συγχωροῦντι Θεῷ, οὐκ ἐλάττων τοῦ διὰ τὸν Θεὸν ταῦτα πάσχοντός ἐστιν. Ἐπεὶ καὶ ὁ μακάριος Ἰὼβτὰς πολλὰς καὶ ἀφορήτους ἐκείνας πληγὰς ἐδέξατο, τοῦ διαβόλου μάτην καὶ εἰκῆ καὶ ἁπλῶς ἐπιβουλεύοντος, ἀλλ' ὅμως ἐπειδὴ γενναίως ἤνεγκε, καὶ ηὐχαρίστησε τῷ ταῦτα συγχωροῦντι Θεῷ, ὁλόκληρον τὸν στέφανον ἀνεδήσατο. Μὴ τοίνυν λυποῦ διὰ τὸν θάνατον· φύσεως γάρ ἐστι· λυποῦ δι' ἁμαρτίαν· προαιρέσεως γὰρ τὸ ἔγκλημα. Εἰ δὲ λυπῇ διὰ τοὺς ἀποθανόντας, ἄλγει καὶ διὰ τοὺς γεννωμένους· ὥσπερ γὰρ τοῦτο φύσεως, οὕτω κἀκεῖνο φύσεως. Ἂν τοίνυν ἀπειλήσῃ τις θάνατον, εἰπὲ πρὸς αὐτόν· Ἐπαιδεύθην παρὰ τοῦ Χριστοῦ μὴ φοβεῖσθαι ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι. Ἂν ἀπειλῇ δήμευσιν οὐσίας, εἰπὲ πρὸς αὐτόν· Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι· Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον τοῦτον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνησόμεθα· κἂν μὴ σὺ λάβῃς, θάνατος