60
αὐτῶν ἐκράτησεν, ἐβλασφήμει· ἐπειδὴ δὲ αὐτοὺς ἐνέβαλεν εἰς τὸ πῦρ, ἐφιλοσόφει. ∆ιὰ τοῦτο καὶ ὁ Θεὸς συνεχώρησε πάντα γενέσθαι, ὅσα ὁ τύραννος ἠθέλησεν, ἵνα δείξῃ, ὅτι τοὺς ὑπ' αὐτοῦ φυλαττομένους οὐδεὶς παραβλάψαι δυνήσεται· καὶ ὅπερ ἐπὶ τοῦ Ἰὼβ ἐποίησε, τοῦτο καὶ ἐνταῦθα εἰργάσατο. Καὶ γὰρ ἐκεῖ ἀφῆκε τὸν διάβολον πᾶσαν αὐτοῦ τὴν δύναμιν ἐπιδείξασθαι, καὶ ὅτε ἐκένωσε τὰ βέλη πάντα, καὶ οὐδεὶς ἐπιβουλῆς ὑπελέλειπτο τρόπος, τότε ἀνεβίβασεν ἐκ τοῦ σκάμματος τὸν ἀθλητὴν, ἵνα λαμπρὰ καὶ ἀναμφισβήτητος ἡ νίκη γένηται· οὕτω δὴ καὶ ἐνταῦθα τὸ αὐτὸ τοῦτο ἐποίησεν. Ἐβουλήθη τὴν πόλιν αὐτῶν κατασκάψαι, καὶ οὐκ ἐκώλυσεν· ἐβουλήθη λαβεῖν αἰχμαλώτους, καὶ οὐκ ἐνεπόδισεν· ἐβουλήθη δῆσαι, συνεχώρησεν· εἰς τὴν κάμινον ἐμβαλεῖν, ἐπέτρεψεν· ἀνάψαι τὴν φλόγα πέρα τοῦ μέτρου, καὶ τοῦτο ἀφῆκε· καὶ ὅτε οὐδὲν ὑπελέλειπτο λοιπὸν, ἀλλὰ πᾶσαν ἐκένωσεν αὐτοῦ τὴν ἰσχὺν ὁ τύραννος, τότε ἔδειξε τὴν αὐτοῦ δύναμιν ὁ Θεὸς, καὶ τὴν τῶν παίδων ὑπομονήν. Ὁρᾷς ὅτι διὰ τοῦτο συνεχώρησεν ὁ Θεὸς μέχρι τέλους τὰς θλίψεις, ἵνα δείξῃ τοῖς ἐπιβουλεύουσι καὶ τὴν τῶν ἐπιβουλευομένων φιλοσοφίαν, καὶ τὴν αὐτοῦ πρόνοιαν; Ἅπερ ἀμφότερα κἀκεῖνος τότε μαθὼν ἐβόα· Οἱ δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου, ἐξέλθετε καὶ δεῦτε. Σὺ δέ μοι σκόπει τῶν παίδων μεγαλοψυχίαν· οὔτε γὰρ πρὸ τῆς φωνῆς ἐξεπήδησαν, ἵνα μὴ νομίσῃ τις αὐτοὺς πεφοβῆσθαι τὸ πῦρ, οὔτε κληθέντες ἔνδον ἔμειναν, ἵνα μὴ φιλότιμοί τινες εἶναι καὶ φιλόνεικοι δόξωσιν. Ὅτε ἔμαθες, φασὶ, τίνος ἐσμὲν δοῦλοι, ὅτε τὸν ∆εσπότην ἡμῶν ἐπέγνως, τότε ἐξερχόμεθα, κήρυκες ἐσόμενοι τοῖς παροῦσιν ἅπασι τῆς τοῦ Θεοῦ δυνάμεως. Μᾶλλον δὲ οὐκ αὐτοὶ μόνον, ἀλλὰ καὶ ὁ πολέμιος οἰκείᾳ φωνῇ καὶ διὰ τῆς γλώττης, καὶ διὰ τῆς ἐπιστολῆς πᾶσιν ἀνεκήρυττε, καὶ τὴν τῶν ἀθλητῶν ἔνστασιν, καὶ τὴν τοῦ ἀγωνοθέτου ἰσχύν. Καὶ καθάπερ οἱ κήρυκες τοὺς ἀθλητὰς νικῶντας ἀναγορεύουσιν ἐν μέσῳ τῷ θεάτρῳ, καὶ τὰς πόλεις αὐτῶν λέγουσιν· Ὁ δεῖνα τῆσδε τῆς πόλεως· οὕτω καὶ οὗτος ἀντὶ τῆς πόλεως τὸν ∆εσπότην αὐτῶν ἀνεκήρυττε, Σεδρὰχ, Μισὰχ, Ἀβδεναγὼ, οἱ δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου, ἐξέλθετε καὶ δεῦτε. Τί γέγονεν, ὅτι δούλους αὐτοὺς καλεῖς τοῦ Θεοῦ; οὐχὶ σοὶ ἦσαν δοῦλοι; Ἀλλὰ κατέλυσάν μου τὴν βασιλείαν, φησὶ, κατεπάτησάν μου τὸν τῦφον, ἔδειξαν διὰ τῶν ἔργων τὸν ἀληθῆ ∆εσπότην αὐτῶν. Εἰ ἀνθρώπων ἦσαν δοῦλοι, οὐκ ἂν αὐτοὺς ἐφοβήθη τὸ πῦρ, οὐκ ἂν παρεχώρησεν ἡ φλόξ· ἀνθρώπων γὰρ δούλους ἡ κτίσις οὐκ οἶδεν αἰδεῖσθαι καὶ τιμᾷν. ∆ιὰ τοῦτο πάλιν, φησὶν, Εὐλογητὸς ὁ Θεὸς τοῦ Σεδρὰχ, Μισὰχ, Ἀβδεναγώ. Σὺ δέ μοι σκόπει πῶς πρῶτον ἀνακηρύττει τὸν ἀγωνοθέτην· Εὐλογητὸς ὁ Θεὸς ὃς ἀπέστειλε τὸν ἄγγελον αὐτοῦ, καὶ ἐξείλετο τοὺς παῖδας αὐτοῦ. Τοῦτο τῆς δυνάμεως τοῦ Θεοῦ· εἰπὲ καὶ τὴν ἀρετὴν τῶν ἀθλητῶν· Ὅτι ἐπεποίθεισαν ἐπ' αὐτῷ, καὶ ἠλλοίωσαν τὸ ῥῆμα τοῦ βασιλέως, καὶ παρέδωκαν τὰ σώματα αὐτῶν, ὅπως μὴ λατρεύσωσι θεοῖς ἀλλοτρίοις. Ἆρα τί γένοιτ' ἂν ἀρετῆς ἴσον; Πρὸ τούτου, ὅτε εἶπον, Τοῖς θεοῖς σου οὐ λατρεύομεν, τῆς καμίνου χαλεπώτερον ἐξεκάη· νῦν δὲ ἐπειδὴ διὰ τῶν ἔργων αὐτῶν τοῦτο ἐπαίδευσαν, οὐ μόνον οὐκ ἠγανάκτησεν, ἀλλὰ καὶ ἐπῄνεσε καὶ ἐθαύμασεν, ὅτι αὐτοῦ παρήκουσαν. Τοσοῦτον ἀρετὴ καλὸν, ὅτι καὶ αὐτοὺς τοὺς πολεμίους ἔχει θαυμαστὰς καὶ ἐπαινέτας. Ἐκεῖνοι ἠγωνί 49.89 σαντο καὶ ἐνίκησαν, καὶ ὁ ἡττηθεὶς εὐχαρίστησεν, ὅτι οὐκ ἐφόβησεν αὐτοὺς ἡ τῆς φλογὸς ὄψις, ἀλλὰ παρεκάλεσεν αὐτοὺς ἡ εἰς τὸν ∆εσπότην ἐλπὶς, καὶ τὸν τῆς οἰκουμένης Θεὸν ἀπὸ τῶν τριῶν παίδων καλεῖ, οὐχὶ περικλείων αὐτοῦ τὴν δεσποτείαν, ἀλλ' ἐπειδὴ τῆς οἰκουμένης ἀντάξιοι ἦσαν οἱ παῖδες οἱ τρεῖς, διὰ τοῦτο καὶ ἐπαινεῖ τοὺς καταφρονήσαντας αὐτοῦ, καὶ τυράννους τοσούτους καὶ βασιλεῖς καὶ ὑπάρχους παραδραμὼν τοὺς πεισθέντας αὐτῷ, τρεῖς αἰχμαλώτους καὶ δούλους τοὺς καταγελάσαντας αὐτοῦ τῆς τυραννίδος ἐθαύμασεν. Οὐ γὰρ φιλονεικοῦντες, ἀλλὰ φιλοσοφοῦντες ταῦτα ἔπραξαν, οὐδὲ δι' ἀπόνοιαν, ἀλλὰ δι' εὐσέβειαν· οὐκ ἀλαζονείᾳ φυσηθέντες, ἀλλὰ ζήλῳ πυρωθέντες. Καὶ γὰρ μέγα ἀγαθὸν ἐλπίσαι εἰς