70
σαλεύσας, τὸν δεσμοφύλακα δήσας, καὶ τῷ τῆς εὐσεβείας χειρωσάμενος λόγῳ. Ὁ λέων φθέγγεται, καὶ τὰ θηρία φυγαδεύει πάντα· ὁ ἅγιος φθέγγεται, καὶ τοὺς δαίμονας ἀπελαύνει πάντοθεν· ὅπλα τοῦ λέοντος κόμη τριχῶν, ὀνύχων ἀκμὴ, καὶ ὀδόντες ἠκονημένοι· ὅπλα δικαίου φιλοσοφία, καρτερία, ὑπομονὴ, ὑπεροψία τῶν παρόντων ἁπάντων. Ταῦτα τὰ ὅπλα τις ἔχων, οὐκ ἀνθρώπων μόνον πονηρῶν, ἀλλὰ καὶ αὐτῶν καταγελάσεται τῶν ἀντικειμένων δυνάμεων. Φρόντισον τοίνυν τῆς κατὰ Θεὸν ζωῆς, ἄνθρωπε, καὶ οὐδεὶς περιέσεται σοῦ ποτε, ἀλλὰ κἂν ἁπάντων εὐτελέστερος εἶναι δοκῇς, πάντων δυνατώτερος ἔσῃ· ὥσπερ ἂν ἀμελήσῃς τῆς κατὰ ψυχὴν ἀρετῆς, κἂν ἁπάντων δυνατώτερος ᾖς, εὐχείρωτος ἔσῃ τοῖς ἐπιβουλεύουσιν ἅπασι. Καὶ τοῦτο ἔδειξε μὲν τὰ εἰρημένα παραδείγματα· εἰ δὲ βούλει καὶ δι' ἔργων σε διδάξαι πειράσομαι τῶν δικαίων τὸ ἀκαταγώνιστον καὶ τῶν ἁμαρτωλῶν τὸ εὐχείρωτον. Ἄκουσον γοῦν πῶς ἀμφότερα ταῦτα ὁ προφήτης ᾐνίξατο· Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτω, φησὶν, ἀλλ' ἢ ὡσεὶ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς. Καθάπερ γὰρ ἐκεῖνος ταῖς τῶν ἀνέμων ἐμβολαῖς πρόκειται ῥᾳδίως ἀναῤῥιπιζόμενος, οὕτω δὴ καὶ ὁ ἁμαρτωλὸς ὑπὸ παντὸς πειρασμοῦ περιτρέπεται. Ὅταν γὰρ αὐτὸς ἑαυτῷ πολεμῇ, καὶ τὴν μάχην πανταχοῦ περιφέρῃ, ποία αὐτῷ σωτηρίας ἐλπὶς οἴκοθεν προδεδομένῳ, καὶ διηνεκῆ πολέμιον περιάγοντι τὸ συνειδός; Ἀλλ' οὐχ ὁ δίκαιος τοιοῦτος, ἀλλὰ ποταπός; Ἄκουσον τοῦ αὐτοῦ προφήτου λέγοντος· Οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος Σιών. Τί ποτ' οὖν ἐστιν, Ὡς ὄρος Σιών; Οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα, φησί. Καὶ γὰρ ὅσα ἂν προσενέγκῃς μηχανήματα, ὅσα ἂν ἀκοντίσῃς βέλη, ὄρος καταστρέψαι βουλόμενος, ἐκείνου μὲν οὐδέποτε περιέσῃ πῶς γάρ;, τὰ δὲ μηχανήματα διαλύσεις ἅπαντα, καὶ τὴν σεαυτοῦ καταλύσεις ἰσχύν. Τοιοῦτός ἐστι καὶ ὁ δίκαιος· ὅσας ἂν δέξηται πληγὰς, αὐτὸς μὲν οὐδὲν ἔπαθε δεινὸν, τῶν δὲ ἐπιβουλευόντων καταλύει τὴν δύναμιν, οὐκ ἀνθρώπων δὲ μόνον, ἀλλὰ καὶ δαιμόνων αὐτῶν. Ἤκουσας γοῦν πολλάκις πόσα προσήγαγε μηχανήματα τῷ Ἰὼβ ὁ διάβολος, καὶ οὐ μόνον οὐ κατέσεισεν ἐκεῖνο τὸ ὄρος, ἀλλὰ καὶ ἐκλυθεὶς ἀνεχώρησε, τῶν βελῶν αὐτοῦ κατακλασθέντων, καὶ τῶν μηχανημάτων γενομένων ἀχρήστων ἀπὸ τῆς προσβολῆς ἐκείνης.
γʹ. Ταῦτα οὖν ἐπιστάμενοι, τῆς ζωῆς ἐπιμελώμεθα τῆς ἡμετέρας, καὶ μήτε περὶ χρήματα σπουδάσωμεν τὰ ἀπολλύμενα, μήτε περὶ δόξαν τὴν σβεννυμένην, μήτε περὶ τὸ σῶμα τὸ γηράσκον, μήτε περὶ κάλλος τὸ μαραινόμενον, μήτε περὶ τρυφὴν τὴν διαῤῥέουσαν, ἀλλὰ περὶ ψυχὴν ἅπασαν ἀναλώσωμεν τὴν ἐπιμέλειαν, καὶ ταύ 49.101 την παντὶ θεραπεύσωμεν τρόπῳ. Σώματα μὲν γὰρ θεραπεῦσαι νενοσηκότα οὐ παντὶ ῥᾴδιον, ψυχὴν δὲ ἀῤῥωστοῦσαν ἰάσασθαι ῥᾴδιον πᾶσι· καὶ ἡ μὲν τοῦ σώματος ἀῤῥωστία καὶ φαρμάκων δεῖται, καὶ ἀργυρίου πρὸς θεραπείαν· ἡ δὲ τῆς ψυχῆς θεραπεία εὔωνος καὶ ἀδάπανος· καὶ τῆς μὲν σαρκὸς ἡ φύσις μετὰ πολλοῦ τοῦ πόνου τῶν ἐνοχλούντων ἀπαλλάττεται τραυμάτων· καὶ γὰρ σιδήριον ἐπαγαγεῖν ἀναγκαῖον πολλάκις, καὶ πικρὰ φάρμακα· ἐπὶ δὲ τῆς ψυχῆς οὐδὲν τοιοῦτόν ἐστιν, ἀλλ' ἀρκεῖ θελῆσαι καὶ βουληθῆναι μόνον, καὶ πάντα κατώρθωται. Καὶ τοῦτο τῆς τοῦ Θεοῦ προνοίας ἔργον γέγονεν· ἐπειδὴ γὰρ ἀπὸ μὲν τῆς τοῦ σώματος ἀῤῥωστίας οὐ πολλὴ γένοιτ' ἂν ἡ βλάβη κἂν γὰρ μὴ νοσήσωμεν, ἐπελθὼν ὁ θάνατος αὐτὸ φθερεῖ καὶ καταλύσει πάντως, τὸ δὲ πᾶν ἐν τῇ τῆς ψυχῆς ἡμῶν ὑγείᾳ κεῖται, τοῦ πολλῷ χρησιμωτέρου καὶ ἀναγκαιοτέρου ῥᾳδίαν ἐποίησε καὶ ἀδάπανον καὶ ἀνώδυνον τὴν θεραπείαν. Τίνα οὖν ἕξομεν ἀπολογίαν, ποίαν δὲ συγγνώμην, ὅταν σώματος μὲν νοσοῦντος, ἔνθα καὶ ἀργύριόν ἐστι καταβαλεῖν, καὶ ἰατροὺς παρακαλέσαι, καὶ ὀδύνην ὑπομεῖναι πολλὴν, τοσαύτην ποιώμεθα πρόνοιαν, καὶ ταῦτα οὐ πολλῆς ἡμῖν τῆς βλάβης ἀπὸ τῆς ἀῤῥωστίας γινομένης ἐκείνης· ψυχῆς δὲ καταφρονῶμεν, καὶ ταῦτα μήτε ἀργύριον καταβάλλειν μέλλοντες, μήτε ἑτέρους διενοχλεῖν, μήτε ὀδύνας ὑφίστασθαι, ἀλλὰ χωρὶς τούτων ἁπάντων διὰ τοῦ προελέσθαι καὶ βουληθῆναι