1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

71

μόνον, πᾶσαν αὐτῆς δυνάμενοι ποιήσασθαι τὴν διόρθωσιν, καὶ ἀκριβῶς εἰδότες, ὡς εἰ μὴ τοῦτο ποιήσαιμεν, τὴν ἐσχάτην ὑποστησόμεθα δίκην, καὶ τὰς ἀπαραιτήτους κολάσεις καὶ τιμωρίας; Εἰπὲ γάρ μοι, εἴ τις ὑπέσχετο παιδεῦσαί σε τέχνην ἰατρικὴν ἐν βραχείᾳ καιροῦ ῥοπῇ χωρὶς ἀργυρίου καὶ πόνου, οὐκ ἂν εὐεργέτην ἐνόμισας; οὐκ ἂν κατεδέξω καὶ ποιῆσαι καὶ παθεῖν ἅπαντα ἅπερ ἐκέλευσεν ὁ ταῦτα ἐπαγγειλάμενος; Ἰδοὺ νῦν ἔξεστι χωρὶς πόνων οὐχὶ σωμάτων, ἀλλὰ τῶν τῆς ψυχῆς τραυμάτων τὰ φάρμακα εὑρεῖν, καὶ χωρὶς ὀδύνης τινὸς εἰς ὑγείαν αὐτὴν ἐπαναγαγεῖν. Μὴ τοίνυν ἀμελῶμεν. Ποία γὰρ ὀδύνη, εἰπέ μοι, ὀργὴν ἀφεῖναι τῷ λελυπηκότι; Ὀδύνη μὲν οὖν ἐστι τὸ μνησικακεῖν, καὶ μὴ καταλλάττεσθαι. Ποῖος πόνος εὔξασθαι καὶ αἰτῆσαι μυρία ἀγαθὰ παρὰ τοῦ προθύμως διδόντος Θεοῦ; ποῖος πόνος μὴ κακῶς εἰπεῖν μηδένα; ποία δυσκολία ἀπαλλαγῆναι φθόνου καὶ βασκανίας; ποῖος μόχθος ἀγαπᾷν τὸν πλησίον; ποία ταλαιπωρία μὴ φθέγγεσθαι αἰσχρὰ ῥήματα, μηδὲ λοιδορεῖσθαι, μηδὲ ὑβρίζειν; ποῖος κάματος μὴ ὀμνύναι; πάλιν γὰρ ἐπὶ τὴν αὐτὴν ἥξω παραίνεσιν. Πόνος μὲν οὖν μέγιστος τὸ ὀμόσαι· πολλάκις γοῦν ὑπὸ θυμοῦ καὶ ὀργῆς κατεχόμενοι διωμοσάμεθα μηδέποτε διαλλάττεσθαι τοῖς λελυπηκόσιν, εἶτα τῆς ὀργῆς σβεσθείσης, καὶ τοῦ θυμοῦ χαλασθέντος, βουληθέντες καταλλαγῆναι, καὶ ὑπὸ τῆς ἀνάγκης κατεχόμενοι τῶν ὅρκων, ἠλγήσαμεν ὥσπερ τινὶ παγίδι κατεχόμενοι, καὶ δεσμοῖς ἀλύτοις συνδεδεμένοι. Ὅπερ καὶ ὁ διάβολος εἰδὼς, καὶ ἀκριβῶς ἐπιστάμενος ὅτι πῦρ ἐστιν ὁ θυμὸς, καὶ ῥᾳδίως σβέννυται, καὶ τοῦ θυμοῦ σβεσθέντος, καταλλαγὴ γίνεται καὶ φιλία, βουλόμενος τὸ πῦρ τοῦτο μένειν ἄσβεστον, ὅρκῳ πολλάκις ἡμᾶς κατέδησεν, ἵνα, κἂν ἡ ὀργὴ λήξῃ, ἡ ἀνάγκη τοῦ ὅρκου μένουσα δια 49.102 τηρῇ τὴν πυρὰν ἐν ἡμῖν, καὶ δυοῖν θάτερον γένηται, ἡ καταλλαγέντες ἐπιορκήσωμεν, ἢ μὴ καταλλαγέντες τοῖς τῆς μνησικακίας ἐπιτιμίοις ὑπευθύνους ἑαυτοὺς καταστήσωμεν.

δʹ. Ταῦτα οὖν εἰδότες φεύγωμεν τοὺς ὅρκους, καὶ μελετάτω τὸ στόμα ἡμῶν λέγειν συνεχῶς· Πίστευσον· καὶ ἔσται τοῦτο πάσης εὐλαβείας ὑπόθεσις ἡμῖν. Γλῶττα γὰρ παιδευθεῖσα τοῦτο λέγειν τὸ ἓν ῥῆμα, αἰσχύνεται καὶ ἐρυθριᾷ ῥήματα ἐξενεγκεῖν αἰσχρὰ καὶ ἄτοπα· κἂν ἀπὸ συνηθείας προαχθῇ ποτε, πολλοὺς ἔχουσα τοὺς κατηγόρους ἀνασταλήσεται. Ὅταν γάρ τις ἴδῃ τὸν μὴ ὀμνύντα αἰσχρὰ φθεγγόμενον, ἐπεμβήσεται ῥᾳδίως αὐτῷ καὶ καταγελάσεται, καὶ κωμῳδῶν ἐρεῖ· Σὺ ὁ τὸ, Πίστευσον, ἐπὶ πᾶσι λέγων, οὐκ ἀνέχῃ ὅρκον προέσθαι, καὶ ῥήμασιν αἰσχροῖς καταισχύνεις σου τὴν γλῶτταν; Ὥστε καὶ ἄκοντες, ὑπὸ τῶν παρόντων συνελαυνόμενοι, πρὸς εὐλάβειαν ἐπανήξομεν. Τί οὖν, ἐὰν ἀνάγκη, φησὶν, ὀμόσαι· Ὅπου νόμου παράβασίς ἐστιν, οὐκ ἔστιν ἀνάγκη. Καὶ δυνατὸν, φησὶ, καθόλου μὴ ὀμνύναι; Τί λέγεις; ὁ Θεὸς ἐκέλευσε, καὶ τολμᾷς ἐρωτῆσαι εἰ δυνατὸν φυλάξαι τὸν νόμον; Ἀδύνατον μὲν οὖν τὸ μὴ φυλάξαι· καὶ τοῦτο ἀπὸ τῶν παρόντων ὑμᾶς πεῖσαι βούλομαι, ὅτι οὐ τὸ μὴ ὀμνύναι, ἀλλὰ τὸ ὀμνύναι ἀδύνατον. Ἰδοὺ γοῦν χρυσίον ἐκελεύσθησαν εἰσενεγκεῖν οἱ τὴν πόλιν οἰκοῦντες δοκοῦν τὴν τῶν πολλῶν ὑπερβαίνειν δύναμιν, καὶ, τὸ πλέον εἰσενήνεκται, καὶ τῶν ἀπαιτούντων ἔστιν ἀκοῦσαι λεγόντων· Τί μέλλεις, ἄνθρωπε; τί δὲ ἡμέραν ἐξ ἡμέρας ἀναβάλλῃ ἡμᾶς; μὴ γὰρ δυνατὸν ἐκφυγεῖν; βασιλέως νόμος ἐστὶ μελλήσεως οὐκ ἀνεχόμενος. Τί λέγεις, εἰπέ μοι; βασιλεὺς ἐκέλευσε χρήματα εἰσενεγκεῖν, καὶ ἀδύνατον μὴ εἰσενεγκεῖν· ὁ Θεὸς ἐκέλευσε φεύγειν τοὺς ὅρκους, καὶ λέγεις ὅτι ἀδύνατον φεύγειν τοὺς ὅρκους; Ἕκτην ἔχω ταύτην ἡμέραν περὶ ταύτης ὑμῖν παραινῶν τῆς ἐντολῆς· λοιπὸν ὑμῖν συντάξασθαι βούλομαι ὡς ἀφιστάμενος, ἵνα ἀσφαλίζησθε. Οὐκ ἔτι ἀπολογία τις ὑμῖν ἔσται, οὐδὲ συγγνώμη· μάλιστα μὲν γὰρ εἰ καὶ μηδὲν εἴρητο, παρ' ὑμῶν αὐτῶν ἔδει διορθωθῆναι τοῦτο· οὐδὲ γὰρ ποικίλον ἐστὶν, οὐδὲ πολλῆς δεόμενον κατασκευῆς. Ὅταν δὲ καὶ τοσαύτης ἦτε παραινέσεως καὶ συμβουλῆς ἀπολελαυκότες, τίνα ἀπολογίαν εἰπεῖν ἕξετε ἐγκαλούμενοι, καὶ ἐπὶ τοῦ βήματος ἑστῶτες τοῦ φοβεροῦ, καὶ εὐθύνας ἀπαιτούμενοι τῆς παρανομίας ταύτης; Οὐκ ἔστιν οὐδεμίαν εἰπεῖν