1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

73

ὅτι 49.104 μετὰ τὸ φαγεῖν καὶ πιεῖν ἀνάγκη καὶ πρὸς σύναξιν ἀπαντῆσαι, πάντως καὶ ἄκων πολλάκις ἐπιμελήσῃ τῆς σωφροσύνης, καὶ οὔτε εἰς μέθην, οὔτε εἰς ἀδηφαγίαν κατενεχθήσῃ ποτέ· ἡ γὰρ φροντὶς καὶ ἡ προσδοκία τῆς εἰς τὴν ἐκκλησίαν ἀφίξεως παιδεύει μετὰ τῆς προσηκούσης εὐκοσμίας, καὶ τροφῆς καὶ ποτοῦ μεταλαμβάνειν, ἵνα μὴ εἰσελθὼν καὶ τοῖς ἀδελφοῖς ἀναμιχθεὶς, εἶτα ἀποπνέων οἴνου καὶ ἐρευγόμενος ἀτάκτως, καταγελασθῇς παρὰ τῶν παρόντων ἁπάντων. Ταῦτα οὐ πρὸς ὑμᾶς λέγω νῦν, ἀλλὰ πρὸς τοὺς ἀπολειφθέντας ὑμῶν, ἵνα δι' ὑμῶν ταῦτα μάθωσιν. Οὐ γὰρ τὸ φαγεῖν κώλυμα ἀκροάσεως, ἀλλὰ τὸ ῥᾳθυμεῖν· σὺ δὲ κατάγνωσιν εἶναι νομίζων τὸ μὴ νηστεῦσαι, καὶ ἕτερον προστίθης ἔγκλημα πολλῷ μεῖζον καὶ χαλεπώτερον, τὸ μὴ τῆς ἱερᾶς ταύτης μετασχεῖν τραπέζης, καὶ θρέψας σου τὸ σῶμα, κατατήκεις λιμῷ τὴν ψυχήν· καὶ ποίαν ἕξεις ἀπολογίαν; Ἐπὶ μὲν γὰρ τῆς νηστείας ἴσως ἔχεις σώματος ἀσθένειαν προβαλέσθαι· ἐπὶ δὲ ἀκροάσεως τί ἂν ἔχοις εἰπεῖν; οὐ γὰρ δὴ σώματος ἀσθένεια κωλύει τῶν θείων λογίων μετασχεῖν. Εἰ μὲν γὰρ ἔλεγον· Μηδεὶς ἠριστηκὼς συμμιγέσθω, μηδεὶς φαγὼν ἀκροάσθω, εἶχές τινα συγγνώμην· νυνὶ δὲ ὅταν ἡμεῖς ἕλκωμεν, καὶ ἐπισπώμεθα, καὶ πρὸς ἑαυτοὺς καλῶμεν, ποίαν ἕξετε ἀπολογίαν ἀποπηδῶντες; Καὶ γὰρ ἀνεπιτήδειος ὁ ἀκροατὴς ἐκεῖνος ἂν γένοιτο, οὐχ ὁ φαγὼν καὶ πιὼν, ἀλλ' ὁ μὴ προσέχων τοῖς λεγομένοις, ὁ χασμώμενος καὶ ἐκλελυμένος, καὶ τὸ μὲν σῶμα ἐνταῦθα ἔχων, τὴν δὲ διάνοιαν ἀλλαχοῦ πλανωμένην· οὗτος κἂν νηστεύῃ, πρὸς ἀκρόασίν ἐστιν ἄχρηστος· ὁ μέντοι διεγηγερμένος καὶ νήφων καὶ συντείνων ἑαυτοῦ τὴν διάνοιαν, κἂν φαγὼν καὶ πεπωκὼς ᾖ, πάντων ἐπιτηδειότατος ἀκροατὴς ἂν ἡμῖν γένοιτο. Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν δικαστηρίων καὶ βουλευτηρίων εἰκότως ὁ νόμος οὗτος ἐκράτησεν· οὐδὲ γὰρ ἴσασι φιλοσοφεῖν· διὸ οὐδὲ ἐσθίουσιν ὥστε τραφῆναι, ἀλλ' ὥστε διαῤῥαγῆναι· πίνουσι γὰρ ὑπὲρ κόρον πολλάκις· διὰ τοῦτο ἑαυτοὺς ἀχρήστους πρὸς τὴν τῶν πραγμάτων οἰκονομίαν καθιστῶντες, καὶ δικαστήρια καὶ βουλευτήρια ἀποκλείουσι δείλης καὶ μεσημβρίας. Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον· μὴ γένοιτο· ἀλλ' ὁ φαγὼν τῷ νηστεύοντι κατὰ τὴν τῆς ψυχῆς σωφροσύνην ἐφάμιλλος ἔσται· οὐ γὰρ ὥστε διαῤῥῆξαι τὴν γαστέρα, οὐδὲ ὥστε σκοτῶσαι τὸν λογισμὸν ἐσθίει καὶ πίνει, ἀλλ' ὥστε τὸ σῶμα ἠσθενηκὸς ἀνακτήσασθαι.

βʹ. Ἀλλὰ τῆς μὲν παραινέσεως ταύτης ἅλις, ὥρα δὲ λοιπὸν τῆς ὑποθέσεως ἅψασθαι· καίτοι γε ἀναδύεται καὶ ὀκνεῖ πρὸς τὴν διδασκαλίαν ταύτην ἡμῖν ὁ λογισμὸς διὰ τοὺς μὴ παραγενομένους. Καὶ καθάπερ μήτηρ φιλόστοργος τράπεζαν ἔχουσα παραθεῖναι, τῶν παίδων μὴ παρόντων ἁπάντων ἀλγεῖ καὶ ὀδυνᾶται· τοῦτο δὴ κἀγὼ πάσχω νῦν, καὶ τῶν ἀδελφῶν τῶν ἡμετέρων ἐννοῶν τὴν ἀπουσίαν, ἀναδύομαι πρὸς τὴν ἔκτισιν· ἀλλ' ὑμεῖς κύριοι τὸν ὄκνον τοῦτον ἐκβαλεῖν. Εἰ γὰρ ὑπόσχοισθέ μοι μετὰ ἀκριβείας ἅπαντα πρὸς ἐκείνους διαπορθμεύσειν, 49.105 μετὰ προθυμίας ἡμεῖς ἅπαντα καταβαλοῦμεν ὑμῖν· οὕτω γὰρ ἐκείνοις τε ἔσται τῆς ἀπουσίας παραμυθία τῆς ὑμετέρας ἀγάπης ἡ διδασκαλία, ὑμεῖς τε προσεκτικώτερον ἡμῶν ἀκούσεσθε, εἰδότες ὅτι καὶ πρὸς ἑτέρους ὑμῖν ἀπαγγεῖλαι ταῦτα ἀνάγκη. Ἵνα οὖν σαφέστερος ἡμῖν ὁ λόγος γένηται, ἄνωθεν ἀναλαβόντες αὐτὸν εἴπωμεν. Ἐζητοῦμεν τοίνυν πρώην τίνος ἕνεκεν μετὰ ἔτη τοσαῦτα ἐδόθησαν αἱ Γραφαί· οὐ γὰρ ἐπὶ τοῦ Ἀδὰμ, οὐδὲ ἐπὶ τοῦ Νῶε, καὶ τοῦ Ἀβραὰμ, ἀλλὰ ἐπὶ τοῦ Μωϋσέως ἐδόθη τοῦτο τὸ βιβλίον· καὶ πολλῶν ἀκούω λεγόντων, ὅτι, εἰ χρήσιμον ἦν, ἐξ ἀρχῆς ἔδει δοθῆναι· εἰ δὲ ἄχρηστον ἦν, οὐδὲ μετὰ ταῦτα δοθῆναι ἐχρῆν. Ἀλλ' ἕωλος οὗτος ὁ λογισμός· οὐ γὰρ δὴ πάντως, εἴ τι χρήσιμον μετὰ ταῦτα, ἐξ ἀρχῆς ὀφείλει δίδοσθαι· οὐδὲ εἴ τι παρὰ τὴν ἀρχὴν ἐδόθη, τοῦτο πάντως ὀφείλει καὶ μετὰ ταῦτα μένειν. Ἐπεὶ καὶ τὸ γάλα χρήσιμον, ἀλλ' οὐ διηνεκῶς δίδοται, ἀλλὰ παισὶν οὖσιν ἡμῖν δίδοται μόνον· καὶ ἡ στερεὰ τροφὴ χρήσιμος, ἀλλ' οὐδεὶς ἡμῖν ἐν ἀρχῇ μεταδίδωσιν αὐτῆς, ἀλλ' ἐπειδὰν τὴν παιδικὴν ἐξέλθωμεν ἡλικίαν· πάλιν τὸ θέρος χρήσιμον, ἀλλ' οὐ