74
διαπαντὸς φαίνεται· καὶ ὁ χειμὼν ἐπιτήδειος, ἀλλὰ καὶ οὗτος ὑπεξίσταται. Τί οὖν; αἱ Γραφαὶ, φησὶν, οὐκ εἰσὶ χρήσιμοι; Χρησιμώταται μὲν οὖν καὶ ἀναγκαιόταται. Τίνος οὖν ἕνεκεν, φησὶν, ἐξ ἀρχῆς ἡμῖν οὐκ ἐδόθησαν; Ὅτι οὐ διὰ γραμμάτων, ἀλλὰ διὰ πραγμάτων, ἠβούλετο παιδεύειν τῶν ἀνθρώπων τὴν φύσιν ὁ Θεός. Τί ποτέ ἐστι διὰ πραγμάτων; ∆ιὰ τῆς κτίσεως αὐτῆς. Εἰς τοῦτο γοῦν τὸ κεφάλαιον ἐμπεσὼν ὁ Ἀπόστολος, καὶ πρὸς Ἕλληνας ἀποτεινόμενος τοὺς λέγοντας, ὅτι Οὐκ ἐμάθομεν ἐξ ἀρχῆς παρὰ τῶν Γραφῶν θεογνωσίαν, ὅρα πῶς ἀπελογήσατο. Εἰπὼν γὰρ, ὅτι Ἀποκαλύπτεται ὀργὴ Θεοῦ ἀπ' οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, ἐπειδὴ εἶδεν ἀντίθεσιν ἀντιπίπτουσαν αὐτῷ, καὶ πολλοὺς ἀντερωτῶντας, ὅτι Καὶ πόθεν ᾔδεσαν Ἕλληνες τὴν ἀλήθειαν τοῦ Θεοῦ; ἐπήγαγε λέγων· ∆ιότι τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς. Καὶ πῶς φανερόν ἐστιν ἐν αὐτοῖς; πῶς δὲ ἠδύναντο εἰδέναι Θεὸν, καὶ τίς ἔδειξεν; εἰπέ. Ὁ γὰρ Θεὸς ἐφανέρωσεν αὐτοῖς, φησί. Ποίῳ τρόπῳ; ποῖον προφήτην πέμψας; τίνα εὐαγγελιστήν; ποῖον διδάσκαλον, εἰ αἱ Γραφαὶ μηδέπω ἦσαν; Τὰ γὰρ ἀόρατα αὐτοῦ, φησὶν, ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τὴν κτίσιν εἰς μέσον προέθηκε πρὸ τῶν ὀφθαλμῶν πάντων, ἵνα ἀπὸ τῶν ἔργων τὸν δημιουργὸν στοχάζωνται· ὅπερ οὖν καὶ ἕτερος ἔλεγεν· Ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν καθορᾶται. Εἶδες τὸ μέγεθος; θαύμασον τὴν δύναμιν τοῦ ποιήσαντος. Εἶδες τὸ κάλλος; ἐκπλάγηθι τὴν σοφίαν τοῦ κοσμήσαντος· ὅπερ οὖν καὶ ὁ προφήτης ἐμφαίνων ἔλεγεν· Οἱ οὐρανοὶ διηγοῦνται τὴν δόξαν τοῦ Θεοῦ. Πῶς, εἰπέ μοι, διηγοῦνται; φωνὴν οὐκ ἔχουσι, στόμα οὐ κέκτηνται, γλῶττα παρ' αὐτοῖς οὐκ ἔστι, πῶς οὖν διηγοῦνται; ∆ιὰ τῆς ὄψεως αὐτῆς· ὅταν γὰρ ἴδῃς τὸ κάλλος, τὸ μέγεθος, τὸ ὕψος, τὴν θέσιν, τὸ σχῆμα, τὸ πρὸς τοσοῦτον χρόνον διαρκὲς, ὥσπερ φωνῆς ἀκούων, καὶ διδασκόμενος διὰ τῆς ὄψεως, προσκυνεῖς τὸν ποιήσαντα σῶμα καλὸν οὕτω καὶ παράδοξον. Σιγᾷ ὁ οὐρανὸς, ἀλλ' ἡ ὄψις αὐτοῦ φωνὴν σάλπιγγος λαμπροτέραν ἀφίησι, δι' ὀφθαλμῶν ἡμᾶς, οὐ δι' ἀκοῆς παιδεύουσα· καὶ γὰρ πέφυκεν αὕτη ἐκείνης ἡ αἴσθησις καὶ πιστοτέρα εἶναι καὶ 49.106 σαφεστέρα. Εἰ μὲν γὰρ διὰ βιβλίων ἐπαίδευσε καὶ διὰ γραμμάτων, ὁ μὲν εἰδὼς γράμματα ἔμαθεν ἂν τὰ ἐγγεγραμμένα, ὁ δὲ οὐκ εἰδὼς ἀπῆλθεν ἂν μηδὲν ἐκεῖθεν ὠφεληθεὶς, εἰ μή τις ἐνήγαγεν ἕτερος· καὶ ὁ μὲν εὔπορος ἐπρίατο ἂν τὸ βιβλίον, ὁ δὲ πένης οὐκ ἂν ἴσχυσε κτήσασθαι· πάλιν ὁ μὲν τὴν φωνὴν ἐκείνην εἰδὼς τὴν διὰ τῶν γραμμάτων σημαινομένην ἔγνω ἂν τὰ ἐγκείμενα, ὁ δὲ Σκύθης, καὶ ὁ βάρβαρος, καὶ ὁ Ἰνδὸς, καὶ ὁ Αἰγύπτιος, καὶ πάντες οἱ τῆς γλώττης ἐκείνης ἀπεστερημένοι ἀπῆλθον ἂν μηδὲν μαθόντες· ἐπὶ δὲ τοῦ οὐρανοῦ οὐκ ἔστι τοῦτο εἰπεῖν, ἀλλὰ καὶ Σκύθης, καὶ βάρβαρος, καὶ Ἰνδὸς, καὶ Αἰγύπτιος, καὶ πᾶς ἄνθρωπος ἐπὶ τῆς γῆς βαδίζων ταύτης ἀκούσεται τῆς φωνῆς· οὐ γὰρ δι' ὤτων, ἀλλὰ καὶ δι' ὄψεως εἰς τὴν διάνοιαν ἐμπίπτει τὴν ἡμετέραν. Ἡ δὲ τῶν ὁρωμένων ἀντίληψις μία τίς ἐστι, καὶ οὐ διάφορος, καθάπερ ἡ τῶν γλωσσῶν· εἰς τοῦτο καὶ ἰδιώτης καὶ σοφὸς δυνήσεται τὸ βιβλίον ὁμοίως ἰδεῖν, καὶ πένης καὶ πλούσιος, καὶ ὅπουπερ ἄν τις ἀφίκηται, ἀναβλέψαι εἰς τὸν οὐρανὸν ἀρκοῦσαν λήψεται διδασκαλίαν ἀπὸ τῆς θεωρίας· ὅπερ καὶ αὐτὸς ὁ προφήτης αἰνιττόμενος καὶ δεικνὺς, ὅτι φωνὴν ἡ κτίσις ἀφίησι καὶ βαρβάροις καὶ Ἕλλησι καὶ πᾶσιν ἁπλῶς ἀνθρώποις εὐσύνοπτον, οὕτως ἔλεγεν· Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οὐκ ἔστιν ἔθνος, οὐδὲ γλῶττα, φησὶν, ἡ μὴ δυναμένη συνιέναι τῆς φωνῆς ταύτης· ἀλλὰ τοιοῦτος αὐτῶν ἐστιν ὁ φθόγγος, ὥστε δύνασθαι ὑπὸ πάντων ἀνθρώπων ἀκούεσθαι, καὶ οὐχὶ τοῦ οὐρανοῦ μόνον, ἀλλὰ καὶ τῆς ἡμέρας καὶ τῆς νυκτός. Καὶ πῶς τῆς ἡμέρας καὶ τῆς νυκτός; οὗτος μὲν γὰρ καὶ διὰ τοῦ κάλλους, καὶ διὰ τοῦ μεγέθους, καὶ διὰ τῶν ἄλλων ἁπάντων ἐκπλήττει τοὺς θεατὰς, καὶ πρὸς τὸ θαῦμα τοῦ δημιουργήσαντος