1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

75

αὐτὸν παραπέμπει, ἡ δὲ ἡμέρα καὶ ἡ νὺξ τί τοιοῦτον ἂν ἔχοιεν ἡμῖν ἐπιδείξασθαι; Τοιοῦτον μὲν οὐδὲν, ἕτερα δὲ οὐκ ἐλάττονα τούτων, τὸν ῥυθμὸν, τὴν τάξιν τὴν μετ' ἀκριβείας ἁπάσης. Ὅταν γὰρ ἐννοήσῃς πῶς τὸν ἐνιαυτὸν ἅπαντα διενείμαντο, καὶ καθάπερ ἐν ζυγῷ καὶ πλάστιγγι τοῦ παντὸς διαστήματος τὸ μῆκος διείλαντο, ἐκπλαγήσῃ τὸν τάξαντα. Καθάπερ γάρ τινες ἀδελφαὶ τὸν πατρῷον διανειμάμεναι κλῆρον μετὰ πολλῆς τῆς ἀγάπης, οὐδὲ τὸ τυχὸν ἀλλήλαις ἐπηρεάζουσαι· οὕτω δὴ καὶ ἡ ἡμέρα καὶ ἡ νὺξ μετὰ ἀκριβείας πάσης τὸν ἐνιαυτὸν ἐν ἰσομοιρίᾳ τοσαύτῃ διενείμαντο, καὶ τοὺς οἰκείους διατηροῦσιν ὅρους, καὶ οὐδέποτε ἑτέρα τὴν ἑτέραν ἐξώθησεν· οὐδέποτε οὖν ἐν χειμῶνι μακρὰ γέγονεν ἡ ἡμέρα, ὥσπερ οὐδέποτε ἐν θέρει μακρὰ γέγονεν ἡ νὺξ, τοσούτων παρελθουσῶν γενεῶν· ἀλλ' ἐν τοσούτῳ διαστήματι καὶ μήκει, οὐδὲ ἀκαριαῖον, οὐχ ἡμιώριον, οὐ ῥιπὴν ὀφθαλμοῦ ἡ ἑτέρα τὴν ἑτέραν ἐπλεονέκτησε.

γʹ. ∆ιὰ ταῦτα καὶ ὁ ψαλμῳδὸς ἐκπλαγεὶς αὐτῶν τὴν ἰσότητα, ἐβόα λέγων· Νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. Ἂν ταῦτα εἰδῇς φιλοσοφεῖν, θαυμάσεις τὸν οὕτω παρὰ τὴν ἀρχὴν τάξαντα τοὺς ἀκινήτους τούτους ὅρους. Ἀκουέτωσαν τούτων οἱ πλεονέκται καὶ τῶν ἀλλοτρίων ἐφιέμενοι χρημάτων, καὶ μιμείσθωσαν ἡμέρας καὶ νυκτὸς τὴν ἰσότητα· ἀκουέτωσαν οἱ πεφυσιωμένοι καὶ μεγαλοφρονοῦντες, καὶ μὴ βουλόμενοι τῶν πρωτείων ἑτέροις παραχωρεῖν. Ἡ ἡμέρα τῇ νυκτὶ παραχωρεῖ, καὶ οὐκ ἐπιβαίνει τοῖς ἀλλοτρίοις ὅροις· σὺ δὲ ἀεὶ τιμῆς ἀπολαύων οὐκ ἀνέχῃ τοῖς ἀδελφοῖς μεταδοῦναι ταύτης; Καὶ σκόπει 49.107 μοι νομοθέτου σοφίαν. Ἐν χειμῶνι μακρὰν ἔταξεν εἶναι 49.107 τὴν νύκτα, ὅτε ἁπαλώτερα τὰ σπέρματα καὶ καταψύχεσθαι δεόμενα μᾶλλον, καὶ θερμοτέρας οὐκ ἀνέχεται τῆς ἀκτῖνος· ἐπειδὰν δὲ αὐξηθῇ, συναύξεται πάλιν αὐτοῖς ἡ ἡμέρα, καὶ τότε γίνεται μακροτέρα, ὅταν ὁ καρπὸς ἀκμάζῃ λοιπόν. Οὐ τοῖς σπέρμασι δὲ τοῦτο, ἀλλὰ καὶ τοῖς σώμασιν ἐπιτήδειον. Ἐπειδὰν γὰρ τοῦ χειμῶνος καὶ ναύτης, καὶ κυβερνήτης, καὶ ὁδοιπόρος, καὶ στρατιώτης, καὶ γεωργὸς τὰ πολλὰ οἴκοι κάθηνται τῷ κρυμῷ συνδεδεμένοι, καὶ ἀργίας καιρὸς ὁ τοῦ χειμῶνός ἐστι, τὸ πλέον τοῦ χρόνου εἰς νύκτα ἀναλίσκεσθαι ἐποίησεν ὁ Θεὸς, ἵνα μὴ περιττὸν ᾖ τῆς ἡμέρας τὸ μῆκος, οὐδὲν δυναμένων ποιεῖν τῶν ἀνθρώπων. Τί ἄν τις εἴποι τῶν ὡρῶν τὴν εὐταξίαν; πῶς καὶ αὗται καθάπερ παρθένοι τινὲς χορεύουσαι ἐν κύκλῳ μετὰ πολλῆς τῆς εὐταξίας ἀλλήλας διαδέχονται, καὶ κατὰ μικρὸν καὶ ἀψοφητὶ πρὸς τὰς ἐναντίας αἱ μέσαι διαβιβάζουσαι οὐ παύονται; ∆ιὰ τοῦτο οὔτε ἀπὸ χειμῶνος ἡμᾶς διαδέχεται θέρος, οὔτε ἐκεῖθεν χειμὼν εὐθέως, ἀλλὰ μέσον παρεμβέβληται τὸ ἔαρ, ὥστε ἠρέμα καὶ κατὰ μικρὸν διαδεχομένων ἡμῶν, πεπυκνωμένα τὰ σώματα ἀλύπως προσάγειν τῷ θέρει. Ἐπειδὴ γὰρ αἱ ἀθρόαι πρὸς τὸ ἐναντίον μεταβολαὶ νόσον καὶ βλάβην τίκτουσι τὴν ἐσχάτην, ᾠκοδόμησεν ὁ Θεὸς ἀπὸ μὲν τοῦ χειμῶνος ἡμᾶς τὸ ἔαρ διαδέχεσθαι, ἀπὸ δὲ τοῦ ἔαρος τὸ θέρος, ἀπὸ δὲ τοῦ θέρους τὸ μετόπωρον, καὶ οὕτω τῷ χειμῶνι παραπέμπειν, ὥστε ἀβλαβεῖς καὶ κατὰ μικρὸν τὰς μεταβολὰς τὰς ἐκ τῶν ἐναντίων ὡρῶν διὰ τῶν μέσων ἡμῖν ἐγγίνεσθαι. Τίς οὖν οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὃς ὁρῶν μὲν οὐρανὸν, ὁρῶν δὲ θάλατταν καὶ γῆν, ὁρῶν δὲ τοσαύτην ὡρῶν εὐκρασίαν οὕτως ἀκριβῆ, καὶ ἡμέρας καὶ νυκτὸς ἀδιάπτωτον τάξιν, νομίζειν αὐτομάτως ταῦτα γενέσθαι, ἀλλὰ μὴ προσκυνεῖν τὸν ἅπαντα ταῦτα μετὰ σοφίας τῆς προσηκούσης διαταξάμενον; Ἔχω τι καὶ πλέον τούτων εἰπεῖν· οὐ γὰρ δὴ μόνον τὸ μέγεθος καὶ κάλλος, ἀλλὰ καὶ αὐτὸς ὁ τρόπος τῆς δημιουργίας ἐμφαίνει τὸν συγκροτοῦντα τὰ πάντα Θεόν. Ἐπειδὴ γὰρ κτίζοντι καὶ δημιουργοῦντι πάντα παρὰ τὴν ἀρχὴν οὐ παρῆμεν, οὐδὲ εἰ παρῆμεν, εἴδομεν ἂν πῶς ἐγένετο, τῆς ἀοράτου δυνάμεως αὐτὰ κατασκευαζούσης, αὐτὸν τὸν τρόπον τῆς δημιουργίας ἡμῖν ἄριστον ἐποίησεν ἐγγενέσθαι διδάσκαλον, ὑπὲρ φύσεως ἀκολουθίαν συνθεὶς ἅπαντα τὰ γενόμενα. Τάχα ἀσαφέστερόν ἐστιν ὅπερ εἶπον· οὐκοῦν ἀνάγκη σαφέστερον τοῦτο πάλιν