76
εἰπεῖν· Πάντες ἂν ὁμολογήσαιεν, ὅτι φύσεώς ἐστιν ἀκολουθία τὸ ὕδωρ ὑπὲρ τὴν γῆν φέρεσθαι, ἀλλ' οὐχὶ τὴν γῆν ἐπὶ τῶν ὑδάτων· ἡ μὲν γὰρ γῆ πυκνή τις οὖσα καὶ σκληρὰ καὶ ἀντίτυπος καὶ συνεχὴς, ῥᾳδίως δύναται στέγειν τῶν ὑδάτων τὴν φύσιν· τὸ δὲ ὕδωρ ῥυτὸν ὂν καὶ χαῦνον, μαλακόν τε καὶ διαῤῥέον, καὶ τοῖς ἐμπίπτουσιν εἶκον ἅπασιν, οὐδὲν ἂν δυνηθείη σῶμα στέγειν, κἂν σφόδρα κουφότατον ᾖ· πολλάκις γοῦν ψηφῖδος μικρᾶς ἐμπεσούσης εἶξε, καὶ παρεχώρησε, καὶ πρὸς τὸ βάθος αὐτὴν παρέπεμψεν. Ὅταν οὖν ἴδῃς οὐχὶ ψηφῖδα μικρὰν, ἀλλὰ τὴν γῆν ἅπασαν ὑπεράνω τῶν ὑδάτων φερομένην καὶ μὴ καταποντιζομένην, θαύμασον τὴν δύναμιν τὴν ὑπὲρ φύσιν ταῦτα θαυματουργοῦσαν. Καὶ πόθεν τοῦτο δῆλον, ὅτι ἡ γῆ ὑπεράνω τῶν ὑδάτων φέρεται; Ὁ προφήτης τοῦτό φησιν, οὕτω λέγων· Αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν, καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν. Καὶ πάλιν, Τῷ θεμελιώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων. Τί λέγεις; ψηφῖδα μικρὰν ὕδωρ ἐπὶ τῶν νώτων οὐκ ἂν δυνηθείη βαστάσαι, καὶ γῆν τοσαύτην φέρει, καὶ ὄρη, καὶ βουνοὺς, καὶ πόλεις, καὶ φυτὰ, καὶ ἀνθρώπους. καὶ ἄλογα, καὶ οὐ καταποντίζεται; τί λέγω, οὐ καταποντίζεται; πῶς κάτω 49.108 θεν ὁμιλοῦντος αὐτῇ τοῦ ὕδατος τοσοῦτον χρόνον οὐ διελύθη καὶ πηλὸς γέγονε τὸ πᾶν; Εἰ γὰρ ξύλων φύσις ὕδασι βραχὺν ἐνδιατρίψασα χρόνον σήπεται καὶ διαλύεται· καὶ τί λέγω ξύλων φύσις, τί σιδήρου γένοιτ' ἂν εὐτονώτερον; ἀλλὰ καὶ οὗτος χαυνοῦται πολλάκις, ὅταν διαπαντὸς ἐν ὕδατι μένῃ· καὶ μάλα εἰκότως· καὶ γὰρ καὶ αὐτὸς ἀπὸ γῆς ἔχει τὴν ὕπαρξιν. ∆ιὰ τοῦτο πολλοὶ τῶν δραπετευόντων οἰκετῶν, ἐπειδὰν τὰς πέδας καὶ τὰς ἁλύσεις ἐπισυρόμενοι φύγωσι, παρὰ ῥύακας ὑδάτων ἐλθόντες, καὶ δεδεμένους ἐναποθέμενοι τοὺς πόδας τοῖς ὕδασι, καὶ χαυνότερον ταύτῃ ποιήσαντες τὸν σίδηρον, ῥᾳδίως λίθῳ παίοντες διακλῶσιν. Εἶτα σίδηρος μὲν χαυνοῦται, καὶ ξύλα σήπεται, καὶ λίθοι φθείρονται ὑπὸ τῆς τῶν ὑδάτων φύσεως, γῆς δὲ ὄγκος τοσοῦτος ἐπὶ τοσοῦτον χρόνον ἐπικείμενος τοῖς ὕδασιν, οὔτε κατεποντίσθη, οὔτε διελύθη καὶ ἀπώλετο. δʹ. Καὶ τίς οὐκ ἂν ἐκπλαγείη ταῦτα καὶ θαυμάσειε, καὶ θαῤῥῶν ἂν εἴποι, οὐχὶ φύσεως εἶναι ἔργα, ἀλλὰ τῆς ὑπὲρ φύσιν Προνοίας; ∆ιὰ ταῦτά τίς φησιν· Ὁ κρεμάσας τὴν γῆν ἐπ' οὐδενός· ἄλλος δέ τις, Ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς· καὶ, ὅτι Ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτήν. Καὶ δοκεῖ μὲν ἐναντία ταῦτα εἶναι, πολλὴν δὲ ἔχει τὴν συμφωνίαν. Ὁ γὰρ εἰπὼν, ὅτι Ἐπὶ τῶν ὑδάτων ἐθεμελίωσεν αὐτὴν, ταυτὸν εἶπε τῷ εἰρηκότι, ὅτι ἐπ' οὐδενὸς αὐτὴν ἐκρέμασε· τὸ γὰρ ἐπὶ ὑδάτων ἑστάναι ἴσον ἐστὶ τοῦ κρέμασθαι ἐπ' οὐδενός. Ποῦ οὖν κρέμαται καὶ ἕστηκεν; Ἄκουσον τοῦ αὐτοῦ λέγοντος· Ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς· οὐχ ὅτι χεῖρας ἔχει ὁ Θεὸς, ἀλλ' ἵνα μάθῃς ὅτι ἡ δύναμις αὐτοῦ ἡ προνοοῦσα πάντων, αὕτη ἐστὶν ἡ συγκρατοῦσα καὶ διαβαστάζουσα τὸ σῶμα τῆς γῆς. Ἀλλ' οὐ πείθῃ τοῖς εἰρημένοις; Πίστευσον τοῖς ὁρωμένοις· καὶ γὰρ καὶ ἐφ' ἑτέρου στοιχείου τὴν θαυματουργίαν ταύτην ἔστιν εὑρεῖν. Τοῦ γὰρ πυρὸς ἡ φύσις ἀνωφερής τίς ἐστι καὶ πρὸς τὸ ὕψος ἀεὶ πηδᾷν καὶ ἅλλεσθαι πέφυκε, κἂν μυρία βιάσῃ καὶ καταναγκάσῃς, οὐκ ἂν ἀνάσχοιτο τῆς κάτω φορᾶς. Πολλάκις γοῦν δᾷδα καιομένην λαβόντες, καὶ κατὰ κεφαλῆς κλίναντες τοῦ πυρὸς τὴν ὁρμὴν οὐκ ἠναγκάσαμεν κάτω νεῦσαι, ἀλλὰ καὶ οὕτως ἄνω τρέχει, καὶ πρὸς τὸ ὕψος ἐπείγεται κάτωθεν· ἐπὶ δὲ τοῦ ἡλίου τοὐναντίον ἅπαν ἐποίησεν ὁ Θεός· τὰς γὰρ ἀκτῖνας αὐτοῦ πρὸς τὴν γῆν ἔτρεψε, καὶ τὸ φῶς κάτω νεύειν ἐποίησε, μονονουχὶ λέγων αὐτῷ διὰ τοῦ σχήματος· Κάτω βλέπε, φησὶ, καὶ τοῖς ἀνθρώποις φαῖνε· διὰ γὰρ ἐκείνους ἐγένου. Καὶ λύχνου μὲν φλὸξ οὐκ ἂν ἀνάσχοιτο τοῦτο παθεῖν, ἄστρον δὲ οὕτω μέγα καὶ θαυμαστὸν κάτω νεύει, καὶ πρὸς τὴν γῆν βλέπει ἀπεναντίας τῷ πυρὶ, διὰ τὴν τοῦ κελεύσαντος δύναμιν. Βούλει καὶ ἕτερον εἴπω τοιοῦτον; Τὰ νῶτα τοῦ οὐρανοῦ τοῦ φαινομένου ὕδατα περιλαμβάνει πάντοθεν, καὶ οὐ καταῤῥεῖ, οὐδὲ ἐξίσταται, καίτοι γε οὐκ ἔστι τοιαύτη τῶν ὑδάτων ἡ φύσις· ἀλλ' εἰς μὲν τὰ κοῖλα συντρέχει ῥᾳδίως· ἐπειδὰν δὲ κεκυρτωμένον ᾖ σῶμα, διολισθαίνει πάντοθεν, καὶ οὐκ ἂν αὐτοῦ οὐδὲ μικρὸν σταίη